Ὅμηρος

Ὀδύσσειαι

About this edition

A. T. Murray · 1919

The text is drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ὀδύσσεια ι

566 lines

1 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

2 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,

3 τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ

4 τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.

5 οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι

6 ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,

7 δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ

8 ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι

9 σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων

10 οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·

11 τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.

12 σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα

13 εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·

14 τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;

15 κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.

16 νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς

17 εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ

18 ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.

19 εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν

20 ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.

21 ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ

22 Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι

23 πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,

24 Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.

25 αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται

26 πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,

27 τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε

28 ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.

29 μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,

30 ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·

31 ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν

32 Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·

33 ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.

34 ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων

35 γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον

36 γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.

37 εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,

38 ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.

39 Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,

40 Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·

41 ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες

42 δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.

43 ἔνθʼ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας

44 ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.

45 ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα

46 ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·

47 τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,

48 οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,

49 ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων

50 ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.

51 ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,

52 ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη

53 ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.

54 στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,

55 βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.

56 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,

57 τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.

58 ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,

59 καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.

60 ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι

61 ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.

62 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,

63 ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.

64 οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,

65 πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,

66 οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.

67 νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς

68 λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε

69 γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.

70 αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν

71 τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.

72 καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,

73 αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.

74 ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ

75 κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.

76 ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,

77 ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες

78 ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.

79 καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·

80 ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν

81 καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.

82 ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν

83 πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν

84 γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.

85 ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,

86 αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.

87 αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,

88 δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,

89 οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες

90 ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.

91 οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·

92 οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον

93 ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.

94 τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,

95 οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,

96 ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι

97 λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.

98 τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,

99 νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.

100 αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους

101 σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,

102 μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.

103 οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,

104 ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

105 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·

106 Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων

107 ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν

108 οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,

109 ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,

110 πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν

111 οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.

112 τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,

113 ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα

114 ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος

115 παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.

116 νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,

117 γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,

118 ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν

119 ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,

120 οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην

121 ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.

122 οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,

123 ἀλλʼ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα

124 ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.

125 οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,

126 οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν

127 νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα

128 ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ

129 ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·

130 οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.

131 οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·

132 ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας

133 ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.

134 ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ

135 εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.

136 ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,

137 οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,

138 ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς κε ναυτέων

139 θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.

140 αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,

141 κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.

142 ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν

143 νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·

144 ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη

145 οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.

146 ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,

147 οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον

148 εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.

149 κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,

150 ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·

151 ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.

152 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

153 νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.

154 ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,

155 αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.

156 αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους

157 εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες

158 βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.

159 νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην

160 ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.

161 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

162 ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·

163 οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,

164 ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι

165 ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.

166 Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,

167 καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.

168 ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,

169 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.

170 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

171 καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·

172 ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·

173 αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν

174 ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,

175 ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,

176 ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.

177 ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους

178 αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.

179 οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,

180 ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

181 ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,

182 ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,

183 ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ

184 μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ

185 ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι

186 μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.

187 ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα

188 οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους

189 πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.

190 καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει

191 ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι

192 ὑψηλῶν ὀρέων, τε φαίνεται οἶον ἀπʼ ἄλλων.

193 δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους

194 αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,

195 αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους

196 βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο

197 ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,

198 ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,

199 οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ

200 ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι

201 Φοίβου Ἀπόλλωνος. δέ μοι πόρεν ἀγλαὰ δῶρα·

202 χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,

203 δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα

204 οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας

205 ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν

206 ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,

207 ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.

208 τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,

209 ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα

210 χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει

211 θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.

212 τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα

213 κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ

214 ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,

215 ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.

216 καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδον

217 εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.

218 ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.

219 ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ

220 ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται

221 ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,

222 χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,

223 γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.

224 ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν

225 τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα

226 καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας

227 σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·

228 ἀλλʼ ἐγὼ οὐ πιθόμην, τʼ ἂν πολὺ κέρδιον ἦεν,

229 ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.

230 οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.

231 ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ

232 τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον

233 ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος

234 ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,

235 ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·

236 ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.

237 αὐτὰρ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα

238 πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,

239 ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.

240 αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,

241 ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι

242 ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·

243 τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.

244 ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,

245 πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.

246 αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος

247 πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,

248 ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη

249 πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.

250 αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἔργα,

251 καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας·

252 ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;

253 τι κατὰ πρῆξιν μαψιδίως ἀλάλησθε,

254 οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται

255 ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;

256 ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ,

257 δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.

258 ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·

259 ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ

260 παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,

261 οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα

262 ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.

263 λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,

264 τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·

265 τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς

266 πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα

267 ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως

268 δοίης δωτίνην, τε ξείνων θέμις ἐστίν.

269 ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,

270 Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,

271 ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.

272 ὣς ἐφάμην, δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·

273 νήπιός εἰς, ξεῖνʼ, τηλόθεν εἰλήλουθας,

274 ὅς με θεοὺς κέλεαι δειδίμεν ἀλέασθαι·

275 οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν

276 οὐδὲ θεῶν μακάρων, ἐπεὶ πολὺ φέρτεροί εἰμεν·

277 οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην

278 οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.

279 ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,

280 που ἐπʼ ἐσχατιῆς, καὶ σχεδόν, ὄφρα δαείω.

281 ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά,

282 ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·

283 νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων

284 πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,

285 ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·

286 αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.

287 ὣς ἐφάμην, δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,

288 ἀλλʼ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,

289 σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ

290 κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.

291 τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·

292 ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,

293 ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.

294 ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,

295 σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.

296 αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν

297 ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,

298 κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.

299 τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν

300 ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,

301 οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,

302 χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.

303 αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·

304 οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων

305 χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.

306 ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.

307 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

308 καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,

309 πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.

310 αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἔργα,

311 σὺν δʼ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.

312 δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,

313 ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα

314 ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.

315 πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα

316 Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,

317 εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.

318 ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.

319 Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,

320 χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη

321 αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες

322 ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,

323 φορτίδος εὐρείης, τʼ ἐκπεράᾳ μέγα λαῖτμα·

324 τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.

325 τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς

326 καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·

327 οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς

328 ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.

329 καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,

330 ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·

331 αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,

332 ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας

333 τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.

334 οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,

335 τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.

336 ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.

337 αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα

338 πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,

339 τι ὀισάμενος, καὶ θεὸς ὣς ἐκέλευσεν.

340 αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,

341 ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,

342 πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.

343 αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἔργα,

344 σὺν δʼ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.

345 καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,

346 κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·

347 Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,

348 ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει

349 ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας

350 οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.

351 σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο

352 ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;

353 ὣς ἐφάμην, δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶς

354 ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·

355 δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ

356 αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, κε σὺ χαίρῃς·

357 καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα

358 οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·

359 ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.

360 ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.

361 τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.

362 αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,

363 καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·

364 Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι

365 ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.

366 Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι

367 μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.

368 ὣς ἐφάμην, δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·

369 Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,

370 τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.

371 καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα

372 κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος

373 ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος

374 ψωμοί τʼ ἀνδρόμεοι· δʼ ἐρεύγετο οἰνοβαρείων.

375 καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,

376 ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους

377 θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.

378 ἀλλʼ ὅτε δὴ τάχʼ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν

379 ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,

380 καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι

381 ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.

382 οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,

383 ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς

384 δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ

385 τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι

386 ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.

387 ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες

388 δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.

389 πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ

390 γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.

391 ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον

392 εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα

393 φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν

394 ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.

395 σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,

396 ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ μοχλὸν

397 ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.

398 τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,

399 αὐτὰρ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς

400 ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.

401 οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,

402 ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι κήδοι·

403 τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας

404 νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;

405 μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;

406 μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;

407 τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·

408 φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.

409 οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·

410 εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,

411 νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,

412 ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.

413 ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ,

414 ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.

415 Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι

416 χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,

417 αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,

418 εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·

419 οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.

420 αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,

421 εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ

422 εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον

423 ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.

424 ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.

425 ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,

426 καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·

427 τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,

428 τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,

429 σύντρεις αἰνύμενος· μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,

430 τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.

431 τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε

432 ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,

433 τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς

434 κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο

435 νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.

436 ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.

437 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

438 καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,

439 θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·

440 οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι

441 τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα

442 ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,

443 ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.

444 ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε

445 λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.

446 τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·

447 κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων

448 ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,

449 ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης

450 μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,

451 πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι

452 ἑσπέριος· νῦν αὖτε πανύστατος. σύ γʼ ἄνακτος

453 ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε

454 σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,

455 Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.

456 εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο

457 εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·

458 τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ

459 θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ

460 λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.

461 ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.

462 ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς

463 πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.

464 καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,

465 πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα

466 ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,

467 οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.

468 ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,

469 κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα

470 πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.

471 οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,

472 ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

473 ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,

474 καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·

475 Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους

476 ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.

477 καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,

478 σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ

479 ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.

480 ὣς ἐφάμην, δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,

481 ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,

482 κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο

483 τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,

484 ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·

485 τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,

486 πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.

487 αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν

488 ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα

489 ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,

490 κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.

491 ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,

492 καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι

493 μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·

494 σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;

495 ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα

496 αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.

497 εἰ δὲ φθεγξαμένου τευ αὐδήσαντος ἄκουσε,

498 σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα

499 μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.

500 ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,

501 ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·

502 Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων

503 ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,

504 φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,

505 υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.

506 ὣς ἐφάμην, δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·

507 πόποι, μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.

508 ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,

509 Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο

510 καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·

511 ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,

512 χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.

513 ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην

514 ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·

515 νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς

516 ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.

517 ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω

518 πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·

519 τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.

520 αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος

521 οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.

522 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

523 αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην

524 εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,

525 ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.

526 ὣς ἐφάμην, δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι

527 εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·

528 κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,

529 εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,

530 δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι

531 υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.

532 ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι

533 οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,

534 ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,

535 νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.

536 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.

537 αὐτὰρ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας

538 ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,

539 κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο

540 τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.

541 ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·

542 τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.

543 ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι

544 νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι

545 ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,

546 νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,

547 ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.

548 μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες

549 δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.

550 ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι

551 μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ

552 Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,

553 ῥέξας μηρίʼ ἔκαιον· δʼ οὐκ ἐμπάζετο ἱρῶν,

554 ἀλλʼ γε μερμήριζεν ὅπως ἀπολοίατο πᾶσαι

555 νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.

556 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

557 ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·

558 ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,

559 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.

560 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

561 δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα

562 αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·

563 οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,

564 ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

565 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,

566 ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.

Notes

Textual notes

From A. T. Murray · 1919

  1. 1

    Line 30 is omitted in most MSS.

  2. 2

    Line 90 (= x. 102) is placed before 89 in most MSS. It seems inconsistent with 94.

  3. 3

    ἔντοσθεν: ἔκτοσθεν.

  4. 4

    ἔκτοθεν: ἔντοθεν most editors; cf. 338.

  5. 5

    πεπαλάσθαι Aristarchus, πεπαλάχθαι.

  6. 6

    ἔκτοθεν: ἔντοθεν most editors; cf. 239.

  7. 7

    ἐρεισθεὶς Aristarchus: ἀερθεὶς.

  8. 8

    Line 488 (= 540), τυτθόν, ἐδεύησεν δ᾽ οἰήιον ἄκρον ἱκέσθαι, was rejected by Aristarchus.

  9. 9

    Line 531 is omitted in most MSS.

Ὁμήρου Ὀδύσσεια

Books

    24 books · 12,107 lines

    Translation

    Edition document