Ὅμηρος

Ὀδύσσειαθ

About this edition

A. T. Murray · 1919

The text is drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ὀδύσσεια θ

586 lines

1 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

2 ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,

3 ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.

4 τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο

5 Φαιήκων ἀγορήνδʼ, σφιν παρὰ νηυσὶ τέτυκτο.

6 ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι

7 πλησίον. δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη

8 εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,

9 νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,

10 καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·

11 δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,

12 εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,

13 ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα

14 πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.

15 ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.

16 καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι

17 ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες

18 υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη

19 θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις

20 καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,

21 ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο

22 δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους

23 πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.

24 αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,

25 τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·

26 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,

27 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

28 ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,

29 ἠὲ πρὸς ἠοίων ἑσπερίων ἀνθρώπων·

30 πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.

31 ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.

32 οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,

33 ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.

34 ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν

35 πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα

36 κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.

37 δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ

38 ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα

39 ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.

40 κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι

41 σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ

42 ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,

43 μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν

44 Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν

45 τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.

46 ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο

47 σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.

48 κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα

49 βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.

50 αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,

51 νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,

52 ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,

53 ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,

54 πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.

55 ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα

56 βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.

57 πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν

58 ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.

59 τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,

60 ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·

61 τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.

62 κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,

63 τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·

64 ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.

65 τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον

66 μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·

67 κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν

68 αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι

69 κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,

70 πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.

71 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

72 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

73 μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,

74 οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,

75 νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,

76 ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ

77 ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων

78 χαῖρε νόῳ, τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.

79 ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων

80 Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν

81 χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ

82 Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.

83 ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς

84 πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι

85 κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·

86 αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.

87 τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,

88 δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε

89 καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·

90 αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν

91 Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,

92 ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.

93 ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,

94 Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν

95 ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.

96 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·

97 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.

98 ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης

99 φόρμιγγός θʼ, δαιτὶ συνήορός ἐστι θαλείῃ·

100 νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν

101 πάντων, ὥς χʼ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν

102 οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων

103 πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.

104 ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.

105 κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,

106 Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο

107 κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι

108 Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.

109 βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,

110 μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.

111 ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,

112 Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,

113 Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε

114 Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·

115 ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,

116 Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε

117 πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.

118 ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,

119 Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.

120 οἱ δʼ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.

121 τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες

122 καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·

123 τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·

124 ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,

125 τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.

126 οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·

127 τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.

128 ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·

129 δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,

130 πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.

131 αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,

132 τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·

133 δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον

134 οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,

135 μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν

136 αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης

137 δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·

138 οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης

139 ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.

140 τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·

141 Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.

142 αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.

143 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,

144 στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·

145 δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,

146 εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·

147 οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,

148 τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.

149 ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.

150 σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη

151 νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.

152 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

153 Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;

154 κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν περ ἄεθλοι,

155 ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,

156 νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων

157 ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.

158 τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·

159 οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω

160 ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,

161 ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,

162 ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,

163 φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων

164 κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.

165 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·

166 ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.

167 οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν

168 ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.

169 ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,

170 ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν

171 τερπόμενοι λεύσσουσιν· δʼ ἀσφαλέως ἀγορεύει

172 αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,

173 ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.

174 ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,

175 ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,

176 ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως

177 οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.

178 ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν

179 εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,

180 ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω

181 ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.

182 νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην

183 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.

184 ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·

185 θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.

186 ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον

187 μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ

188 οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.

189 τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,

190 βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ

191 Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,

192 λᾶος ὑπὸ ῥιπῆς· δʼ ὑπέρπτατο σήματα πάντων

193 ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη

194 ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

195 καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα

196 ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,

197 ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·

198 οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.

199 ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,

200 χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.

201 καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·

202 τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον

203 ἥσειν τοσσοῦτον ὀίομαι ἔτι μᾶσσον.

204 τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,

205 δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,

206 πὺξ ἠὲ πάλῃ καὶ ποσίν, οὔ τι μεγαίρω,

207 πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.

208 ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;

209 ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,

210 ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων

211 δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.

212 τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,

213 ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.

214 πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·

215 εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·

216 πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ

217 ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι

218 ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.

219 οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ

220 δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.

221 τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,

222 ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.

223 ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,

224 οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,

225 οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.

226 τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας

227 ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων

228 ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.

229 δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.

230 οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ

231 Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην

232 κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα

233 ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.

234 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.

235 Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·

236 ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,

237 ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, τοι ὀπηδεῖ,

238 χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς

239 νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,

240 ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·

241 ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ

242 εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι

243 δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,

244 ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν

245 Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.

246 οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,

247 ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,

248 αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε

249 εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.

250 ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,

251 παίσατε, ὥς χʼ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν

252 οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων

253 ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.

254 Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν

255 οἰσέτω, που κεῖται ἐν ἡμετέροισι δόμοισιν.

256 ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ

257 οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.

258 αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν

259 δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,

260 λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.

261 κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν

262 Δημοδόκῳ· δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι

263 πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,

264 πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς

265 μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.

266 αὐτὰρ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν

267 ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,

268 ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι

269 λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν

270 Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν

271 Ἥλιος, σφʼ ἐνόησε μιγαζομένους φιλότητι.

272 Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,

273 βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,

274 ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς

275 ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.

276 αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,

277 βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,

278 ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·

279 πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,

280 ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,

281 οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.

282 αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,

283 εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,

284 οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.

285 οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,

286 ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·

287 βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο

288 ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.

289 δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος

290 ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· δʼ εἴσω δώματος ᾔει,

291 ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

292 δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·

293 οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη

294 οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.

295 ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.

296 τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ

297 τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,

298 οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.

299 καὶ τότε δὴ γίγνωσκον, τʼ οὐκέτι φυκτὰ πέλοντο.

300 ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,

301 αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·

302 Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.

303 βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·

304 ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·

305 σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·

306 Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,

307 δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,

308 ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη

309 αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,

310 οὕνεχʼ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε

311 ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,

312 ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.

313 ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι

314 εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.

315 οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως

316 καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω

317 εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,

318 εἰς κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,

319 ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,

320 οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.

321 ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·

322 ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης

323 Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.

324 θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.

325 ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·

326 ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι

327 τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.

328 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

329 οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,

330 ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα

331 ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,

332 χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.

333 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

334 Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·

335 Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,

336 ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς

337 εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;

338 τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·

339 αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·

340 δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,

341 ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,

342 αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.

343 ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.

344 οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ

345 Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.

346 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

347 λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,

348 τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.

349 τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·

350 μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·

351 δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.

352 πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,

353 εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;

354 τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·

355 Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας

356 οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.

357 τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·

358 οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.

359 ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.

360 τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,

361 αὐτίκʼ ἀναΐξαντε μὲν Θρῄκηνδε βεβήκει,

362 δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,

363 ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.

364 ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ

365 ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,

366 ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.

367 ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς

368 τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι

369 Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.

370 Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν

371 μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.

372 οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,

373 πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,

374 τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα

375 ἰδνωθεὶς ὀπίσω, δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς

376 ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.

377 αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,

378 ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ

379 ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι

380 ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.

381 δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·

382 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,

383 ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,

384 ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.

385 ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,

386 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·

387 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.

388 ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.

389 ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.

390 δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες

391 ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·

392 τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα

393 καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.

394 αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν

395 ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.

396 Εὐρύαλος δέ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι

397 καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.

398 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,

399 δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.

400 τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·

401 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,

402 τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.

403 δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ἔπι κώπη

404 ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος

405 ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.

406 ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον

407 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

408 χαῖρε, πάτερ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται

409 δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.

410 σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι

411 δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.

412 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

413 καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.

414 μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο

415 τούτου, δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.

416 ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.

417 δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.

418 καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·

419 δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο

420 μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.

421 τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,

422 ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.

423 δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·

424 δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, τις ἀρίστη·

425 ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.

426 ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,

427 ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα

428 δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,

429 δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.

430 καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,

431 χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα

432 σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.

433 ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν

434 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.

435 αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,

436 ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.

437 γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·

438 τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν

439 ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,

440 ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·

441 ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,

442 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·

443 αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον,

444 μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε

445 εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.

446 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,

447 αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν

448 ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·

449 αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει

450 ἔς ῥʼ ἀσάμινθον βάνθʼ· δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ

451 θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,

452 ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.

453 τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.

454 τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,

455 ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,

456 ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας

457 ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα

458 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,

459 θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,

460 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·

461 χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ

462 μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.

463 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.

464 Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,

465 οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,

466 οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·

467 τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην

468 αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.

469 ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·

470 οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.

471 κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,

472 Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν

473 μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.

474 δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,

475 νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,

476 ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·

477 κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,

478 Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·

479 πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ

480 τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας

481 οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.

482 ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν

483 ἥρῳ Δημοδόκῳ· δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.

484 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

485 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

486 δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·

487 Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.

488 σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, σέ γʼ Ἀπόλλων·

489 λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,

490 ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,

491 ὥς τέ που αὐτὸς παρεὼν ἄλλου ἀκούσας.

492 ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον

493 δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,

494 ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς

495 ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.

496 αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,

497 αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,

498 ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.

499 ὣς φάθʼ, δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,

500 ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν

501 βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,

502 Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα

503 ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·

504 αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.

505 ὣς μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον

506 ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,

507 ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,

508 κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,

509 ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,

510 τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·

511 αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ

512 δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι

513 Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.

514 ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν

515 ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.

516 ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,

517 αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο

518 βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.

519 κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα

520 νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.

521 ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς

522 τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.

523 ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,

524 ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,

525 ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·

526 μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα

527 ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε

528 κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους

529 εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·

530 τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·

531 ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.

532 ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,

533 Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,

534 ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.

535 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·

536 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,

537 Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·

538 οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.

539 ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,

540 ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο

541 ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.

542 ἀλλʼ ἄγʼ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,

543 ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·

544 εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,

545 πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.

546 ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται

547 ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.

548 τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν

549 ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.

550 εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε

551 ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.

552 οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,

553 οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,

554 ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.

555 εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,

556 ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·

557 οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,

558 οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·

559 ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,

560 καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς

561 ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν

562 ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν

563 οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.

564 ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα

565 Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι

566 ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.

567 φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα

568 ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ

569 ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.

570 ὣς ἀγόρευʼ γέρων· τὰ δέ κεν θεὸς τελέσειεν

571 κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·

572 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

573 ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας

574 ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,

575 ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,

576 οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.

577 εἰπὲ δʼ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ

578 Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.

579 τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον

580 ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.

581 τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ

582 ἐσθλὸς ἐών, γαμβρὸς πενθερός, οἵ τε μάλιστα

583 κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;

584 τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,

585 ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων

586 γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.

Notes

Textual notes

From A. T. Murray · 1919

  1. 1

    Line 58 is omitted in most MSS.

  2. 2

    Line 142 was unknown to Alexandrian critics.

  3. 3

    The whole passage 266–369 (or 267–366) was on moral grounds rejected by some ancient critics.

  4. 4

    Line 303 is omitted in most MSS.; cf. ii. 298.

  5. 5

    διαπλῆξαι Aristarchus: διατμῆξαι MSS.

Ὁμήρου Ὀδύσσεια

Books

    24 books · 12,107 lines

    Translation

    Edition document