Ὅμηρος

Ὀδύσσειαη

About this edition

A. T. Murray · 1919

The text is drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ὀδύσσεια η

347 lines

1 ὧς μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,

2 κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.

3 δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,

4 στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς

5 ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης

6 ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.

7 αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ

8 γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,

9 τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·

10 Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν

11 Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·

12 τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.

13 οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.

14 καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη

15 πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,

16 μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας

17 κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.

18 ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,

19 ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,

20 παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.

21 στῆ δὲ πρόσθʼ αὐτοῦ, δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·

22 τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο

23 Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;

24 καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω

25 τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα

26 ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.

27 τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·

28 τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,

29 δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.

30 ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,

31 μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.

32 οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,

33 οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.

34 νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι

35 λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·

36 τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.

37 ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη

38 καρπαλίμως· δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.

39 τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν

40 ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη

41 εἴα ἐυπλόκαμος, δεινὴ θεός, ῥά οἱ ἀχλὺν

42 θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.

43 θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας

44 αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ

45 ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.

46 ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,

47 τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·

48 οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις

49 πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας

50 δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ

51 τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων

52 ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.

53 δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·

54 Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων

55 τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.

56 Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων

57 γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,

58 ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,

59 ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.

60 ἀλλʼ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·

61 τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα

62 Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·

63 Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.

64 τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων

65 νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα

66 Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,

67 καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,

68 ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.

69 ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν

70 ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο

71 καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες

72 δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.

73 οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·

74 ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.

75 εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,

76 ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι

77 οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.

78 ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη

79 πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,

80 ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,

81 δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς

82 Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ

83 ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.

84 ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης

85 δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.

86 χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,

87 ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·

88 χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·

89 σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,

90 ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.

91 χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,

92 οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι

93 δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,

94 ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.

95 ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,

96 ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι

97 λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.

98 ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο

99 πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.

100 χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν

101 ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,

102 φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.

103 πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες

104 αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,

105 αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν

106 ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·

107 καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.

108 ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν

109 νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες

110 ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη

111 ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.

112 ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων

113 τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.

114 ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,

115 ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι

116 συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.

117 τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει

118 χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ

119 Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.

120 ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,

121 αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.

122 ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,

123 τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ

124 τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,

125 ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν

126 ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.

127 ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον

128 παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·

129 ἐν δὲ δύω κρῆναι μέν τʼ ἀνὰ κῆπον ἅπαντα

130 σκίδναται, δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι

131 πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.

132 τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.

133 ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.

134 αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,

135 καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.

136 εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας

137 σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,

138 πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.

139 αὐτὰρ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς

140 πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,

141 ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.

142 ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,

143 καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.

144 οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·

145 θαύμαζον δʼ ὁρόωντες. δὲ λιτάνευεν Ὀδυσσεύς·

146 Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,

147 σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας

148 τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν

149 ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος

150 κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ τι δῆμος ἔδωκεν·

151 αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι

152 θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.

153 ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν

154 πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.

155 ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,

156 ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν

157 καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·

158 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

159 Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,

160 ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,

161 οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.

162 ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου

163 εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον

164 οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ

165 σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·

166 δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.

167 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,

168 χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην

169 ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,

170 υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,

171 ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.

172 χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα

173 καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,

174 νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

175 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,

176 εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.

177 αὐτὰρ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.

178 καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·

179 Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον

180 πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ

181 σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.

182 ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,

183 νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.

184 αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,

185 τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·

186 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες

187 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

188 νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·

189 ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες

190 ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν

191 ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς

192 μνησόμεθʼ, ὥς χʼ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης

193 πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται

194 χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,

195 μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,

196 πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα

197 πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι

198 γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.

199 εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,

200 ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.

201 αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς

202 ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,

203 δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.

204 εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,

205 οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,

206 ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.

207 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

208 Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε

209 ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,

210 οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.

211 οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν

212 ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.

213 καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,

214 ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.

215 ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·

216 οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο

217 ἔπλετο, τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ

218 καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,

219 ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, δὲ μάλʼ αἰεὶ

220 ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων

221 ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.

222 ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,

223 ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης

224 καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν

225 κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.

226 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον

227 πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.

228 αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,

229 οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,

230 αὐτὰρ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,

231 πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς

232 ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.

233 τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·

234 ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα

235 καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·

236 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·

237 ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·

238 τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;

239 οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;

240 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

241 ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι

242 κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·

243 τοῦτο δέ τοι ἐρέω μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.

244 Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·

245 ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ

246 ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ

247 μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.

248 ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων

249 οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ

250 Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.

251 ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,

252 αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης

253 ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ

254 νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ

255 ναίει ἐυπλόκαμος, δεινὴ θεός, με λαβοῦσα

256 ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε

257 θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·

258 ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.

259 ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ

260 δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·

261 ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,

262 καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι

263 Ζηνὸς ὑπʼ ἀγγελίης, καὶ νόος ἐτράπετʼ αὐτῆς.

264 πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,

265 σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,

266 οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.

267 ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,

268 ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα

269 γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ

270 δυσμόρῳ· γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ

271 πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,

272 ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,

273 ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα

274 εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.

275 τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε

276 νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ

277 ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.

278 ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,

279 πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·

280 ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον

281 ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,

282 λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.

283 ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ

284 ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο

285 ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα

286 ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.

287 ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ

288 εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.

289 δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.

290 ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς

291 παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·

292 τὴν ἱκέτευσʼ· δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,

293 ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα

294 ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.

295 μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον

296 καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.

297 ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.

298 τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

299 ξεῖνʼ, τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε

300 παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν

301 ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.

302 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

303 ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·

304 μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,

305 ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,

306 μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·

307 δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.

308 τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

309 ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ

310 μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.

311 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

312 τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων τʼ ἐγώ περ,

313 παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι

314 αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,

315 εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει

316 Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.

317 πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,

318 αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ

319 λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι

320 πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,

321 εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,

322 τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο

323 λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν

324 ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.

325 καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν

326 ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.

327 εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται

328 νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.

329 ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,

330 εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

331 Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα

332 Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν

333 ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.

334 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

335 κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν

336 δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ

337 πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας

338 χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.

339 αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·

340 αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,

341 ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·

342 ὄρσο κέων, ξεῖνε· πεποίηται δέ τοι εὐνή.

343 ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.

344 ὣς μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς

345 τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·

346 Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,

347 πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.

Notes

Textual notes

From A. T. Murray · 1919

  1. 1

    γαῖαν ἔχουσιν: ἔργα νέμονται.

  2. 2

    ᾗσί τ’: σἷσί(ν) τ’.

  3. 3

    μᾶλλον: πλείον’.

  4. 4

    ἔλσας: ἔλάσας; cf. v. 132.

  5. 5

    Lines 251–8 were rejected by Aristarchus.

  6. 6

    δείλετο Aristarchus: δύσετο.

  7. 7

    ἔπος... ὀνόμαζεν: πρὸς ὃν μεγαλήτορα θυμόν.

Ὁμήρου Ὀδύσσεια

Books

    24 books · 12,107 lines

    Translation

    Edition document