Ὀδύσσεια ζ
331 lines
1 ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
2 ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη
3 βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
4 οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
5 ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
6 οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
7 ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
8 εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
9 ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,
10 καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.
11 ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
12 Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.
13 τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,
14 νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.
15 βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
16 κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
17 Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
18 πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
19 σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.
20 ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
21 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
22 εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
23 ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
24 τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·
25 Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ;
26 εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
27 σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
28 ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.
29 ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
30 ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
31 ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·
32 καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα
33 ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·
34 ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
35 πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.
36 ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
37 ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι
38 ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
39 καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
40 ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.
41 ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
42 Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
43 ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ
44 δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη
45 πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·
46 τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
47 ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
48 αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε
49 Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,
50 βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,
51 πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·
52 ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
53 ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε
54 ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
55 ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
56 ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
57 πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
58 ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι
59 ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;
60 καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα
61 βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.
62 πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
63 οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·
64 οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες
65 ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.
66 ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
67 πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·
68 οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.
69 ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην
70 ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.
71 ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.
72 οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην
73 ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·
74 κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
75 καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,
76 μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν
77 παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν
78 ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.
79 δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
80 ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
81 ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
82 μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.
83 αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,
84 οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
85 αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,
86 ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ
87 καλὸν ὑπεκπρόρεεν1 μάλα περ ῥυπόωντα καθῆραι,
88 ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
89 καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
90 τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης
91 εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,
92 στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
93 αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,
94 ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα
95 λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε2 θάλασσα.
96 αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ
97 δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,
98 εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
99 αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,
100 σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
101 τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
102 οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα3 ἰοχέαιρα,
103 ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
104 τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
105 τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
106 ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
107 πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
108 ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
109 ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
110 ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
111 ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,
112 ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,
113 ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,
114 ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
115 σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·
116 ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·
117 αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,
118 ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
119 ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
120 ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
121 ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
122 ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
123 νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
124 καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
125 ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
126 ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
127 ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
128 ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
129 φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
130 βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
131 ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
132 δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν
133 ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ
134 μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
135 ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε
136 μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.
137 σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,
138 τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·
139 οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη
140 θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
141 στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
142 ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,
143 ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
144 λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
145 ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
146 λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
147 μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
148 αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.
149 γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι;
150 εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
151 Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,
152 εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·
153 εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,
154 τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
155 τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς
156 αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
157 λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
158 κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
159 ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.
160 οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν4 ὀφθαλμοῖσιν,
161 οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.
162 Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
163 φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·
164 ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
165 τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.
166 ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
167 δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
168 ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς
169 γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
170 χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
171 τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι
172 νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,
173 ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω
174 παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
175 ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
176 ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα
177 ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
178 ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
179 εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.
180 σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
181 ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
182 ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
183 ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
184 ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,
185 χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.
186 τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
187 ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·
188 Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
189 ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·
190 καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
191 νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
192 οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
193 ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
194 ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
195 Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
196 εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
197 τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
198 ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·
199 στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;
200 ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
201 οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
202 ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
203 δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
204 οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
205 ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
206 ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,
207 τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
208 ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
209 ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
210 λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
211 ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
212 κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν
213 Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·
214 πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,
215 δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
216 ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
217 δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·
218 ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς
219 ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ
220 χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
221 ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ
222 γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.
223 ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.
224 αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
225 ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,
226 ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
227 αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,
228 ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,
229 τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
230 μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
231 οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
232 ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
233 ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
234 τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
235 ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
236 ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
237 κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
238 δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·
239 κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
240 οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
241 Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
242 πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,
243 νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
244 αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
245 ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν.
246 ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.
247 ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
248 πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
249 ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
250 ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
251 αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·
252 εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,
253 ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,
254 ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
255 ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω
256 πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
257 πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
258 ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
259 ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,
260 τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν
261 καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.
262 αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
263 ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
264 λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι
265 εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
266 ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
267 ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.
268 ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
269 πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
270 οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
271 ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
272 ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
273 τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
274 μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·
275 καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·
276 τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
277 ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
278 ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
279 ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
280 ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
281 οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
282 βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
283 ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον
284 Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
285 ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
286 καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
287 ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
288 ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
289 ξεῖνε, σὺ δʼ ὦκʼ5 ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
290 πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
291 δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
292 αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·
293 ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,
294 τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
295 ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
296 ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
297 αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,
298 καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι
299 δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
300 ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
301 νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
302 δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
303 ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
304 ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι
305 μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
306 ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
307 κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.
308 ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
309 τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
310 τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
311 βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
312 χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
313 εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
314 ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
315 οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.6
316 ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ
317 ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
318 αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·
319 ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ
320 ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.
321 δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
322 ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.
323 αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
324 κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·
325 νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας
326 ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
327 δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.
328 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
329 αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα
330 πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν
331 ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.