Ὅμηρος

Ὀδύσσειαε

About this edition

A. T. Murray · 1919

The text is drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ὀδύσσεια ε

493 lines

1 Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο

2 ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·

3 οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι

4 Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.

5 τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος

6 μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·

7 Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,

8 μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω

9 σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,

10 ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·

11 ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο

12 λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.

13 ἀλλʼ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων

14 νύμφης ἐν μεγάροισι Καλυψοῦς, μιν ἀνάγκῃ

15 ἴσχει· δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·

16 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,

17 οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.

18 νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν

19 οἴκαδε νισόμενον· δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν

20 ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.

21 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

22 τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.

23 οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,

24 ὡς τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;

25 Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,

26 ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,

27 μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.

28 ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·

29 Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,

30 νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,

31 νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται

32 οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·

33 ἀλλʼ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων

34 ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,

35 Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,

36 οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,

37 πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,

38 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,

39 πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,

40 εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.

41 ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι

42 οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.

43 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.

44 αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,

45 ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν

46 ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.

47 εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,

48 ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.

49 τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.

50 Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·

51 σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,

52 ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο

53 ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·

54 τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.

55 ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,

56 ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε

57 ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη

58 ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.

59 πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ

60 κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει

61 δαιομένων· δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ

62 ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.

63 ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,

64 κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.

65 ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,

66 σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι

67 εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.

68 δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο

69 ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.

70 κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,

71 πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.

72 ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου

73 θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν

74 θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.

75 ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.

76 αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,

77 αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην

78 ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·

79 οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται

80 ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.

81 οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,

82 ἀλλʼ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,

83 δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.

84 πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.

85 Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,

86 ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·

87 τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας

88 αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.

89 αὔδα τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,

90 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.

91 ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.

92 ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν

93 ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.

94 αὐτὰρ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.

95 αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,

96 καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·

97 εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι

98 νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.

99 Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·

100 τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ

101 ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν

102 ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.

103 ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο

104 οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.

105 φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,

106 τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο

107 εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν

108 οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,

109 σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.

110 ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,

111 τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.

112 τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·

113 οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,

114 ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι

115 οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.

116 ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,

117 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·

118 σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,

119 οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι

120 ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.

121 ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,

122 τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,

123 ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ

124 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.

125 ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,

126 θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ

127 νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος

128 Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.

129 ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.

130 τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα

131 οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ

132 Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.

133 ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,

134 τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.

135 τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον

136 θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.

137 ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο

138 οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,

139 ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,

140 πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·

141 οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,

142 οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.

143 αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,

144 ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.

145 τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

146 οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,

147 μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.

148 ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·

149 δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη

150 ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.

151 τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε

152 δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν

153 νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.

154 ἀλλʼ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ

155 ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·

156 ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων

157 δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων

158 πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.

159 ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·

160 κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν

161 φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.

162 ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ

163 εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς

164 ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.

165 αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν

166 ἐνθήσω μενοεικέʼ, κέν τοι λιμὸν ἐρύκοι,

167 εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,

168 ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,

169 αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,

170 οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.

171 ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,

172 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

173 ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,

174 με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,

175 δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι

176 ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.

177 οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,

178 εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι

179 μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.

180 ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,

181 χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

182 δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,

183 οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.

184 ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε

185 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος

186 ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,

187 μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.

188 ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ

189 αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·

190 καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ

191 θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.

192 ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων

193 καρπαλίμως· δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.

194 ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,

195 καί ῥʼ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη

196 Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,

197 ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·

198 αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,

199 τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.

200 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

201 αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,

202 τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·

203 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

204 οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν

205 αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.

206 εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα

207 κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,

208 ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις

209 ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι

210 σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.

211 οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,

212 οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν

213 θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.

214 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

215 πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς

216 πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια

217 εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·

218 μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.

219 ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα

220 οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.

221 εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,

222 τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·

223 ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα

224 κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.

225 ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·

226 ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο

227 τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.

228 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

229 αὐτίχʼ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,

230 αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,

231 λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ

232 καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.

233 καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·

234 δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,

235 χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ

236 στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·

237 δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο

238 νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,

239 κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,

240 αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.

241 αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,

242 μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,

243 αὐτὰρ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.

244 εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,

245 ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.

246 τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·

247 τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,

248 γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.

249 ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ

250 φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,

251 τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.

252 ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,

253 ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.

254 ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·

255 πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.

256 φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι

257 κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.

258 τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,

259 ἱστία ποιήσασθαι· δʼ εὖ τεχνήσατο καὶ τά.

260 ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,

261 μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.

262 τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·

263 τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,

264 εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.

265 ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο

266 τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα

267 κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·

268 οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.

269 γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.

270 αὐτὰρ πηδαλίῳ ἰθύνετο τεχνηέντως

271 ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν

272 Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην

273 Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,

274 τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,

275 οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·

276 τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,

277 ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.

278 ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,

279 ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα

280 γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·

281 εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.

282 τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων

283 τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ

284 πόντον ἐπιπλώων. δʼ ἐχώσατο κηρόθι μᾶλλον,

285 κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·

286 πόποι, μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως

287 ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,

288 καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα

289 ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, μιν ἱκάνει.

290 ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.

291 ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον

292 χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας

293 παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε

294 γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.

295 σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς

296 καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.

297 καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,

298 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

299 μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;

300 δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,

301 μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,

302 ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.

303 οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν

304 Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι

305 παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.

306 τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο

307 Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.

308 ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν

309 ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα

310 Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.

311 τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·

312 νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.

313 ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης

314 δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.

315 τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ

316 ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν

317 δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,

318 τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.

319 τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη

320 αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·

321 εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.

322 ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην

323 πικρήν, οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.

324 ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,

325 ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς,

326 ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.

327 τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.

328 ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας

329 ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,

330 ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·

331 ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,

332 ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.

333 τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,

334 Λευκοθέη, πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,

335 νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.

336 ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,

337 αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,

338 ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·

339 κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων

340 ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;

341 οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.

342 ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·

343 εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι

344 κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου

345 γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.

346 τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι

347 ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.

348 αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,

349 ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον

350 πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.

351 ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,

352 αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα

353 αἰθυίῃ ἐικυῖα· μέλαν δέ κῦμα κάλυψεν.

354 αὐτὰρ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,

355 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

356 μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε

357 ἀθανάτων, τέ με σχεδίης ἀποβῆναι ἀνώγει.

358 ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν

359 γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.

360 ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·

361 ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,

362 τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·

363 αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,

364 νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.

365 ἧος ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,

366 ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,

367 δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.

368 ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ

369 καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·

370 ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς

371 ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,

372 εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.

373 αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,

374 αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,

375 νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,

376 κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·

377 οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,

378 εἰς κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.

379 ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.

380 ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,

381 ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.

382 αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.

383 τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,

384 παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·

385 ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,

386 ἧος Φαιήκεσσι φιληρέτμοισι μιγείη

387 διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.

388 ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ

389 πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.

390 ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,

391 καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη

392 ἔπλετο νηνεμίη· δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν

393 ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.

394 ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ

395 πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,

396 δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,

397 ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,

398 ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,

399 νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.

400 ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,

401 καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·

402 ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο

403 δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·

404 οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.

405 ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·

406 καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,

407 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

408 μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι

409 Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,

410 ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·

411 ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα

412 βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,

413 ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι

414 στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·

415 μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ

416 κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.

417 εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω

418 ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,

419 δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα

420 πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,

421 ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων

422 ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·

423 οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.

424 ἧος ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,

425 τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.

426 ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,

427 εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·

428 ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,

429 τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.

430 καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις

431 πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.

432 ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο

433 πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,

434 ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν

435 ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.

436 ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,

437 εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.

438 κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,

439 νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι

440 ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.

441 ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο

442 ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,

443 λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,

444 ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·

445 κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω,

446 φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.

447 αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν

448 ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν

449 σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.

450 ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.

451 ὣς φάθʼ, δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,

452 πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν

453 ἐς ποταμοῦ προχοάς. δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε

454 χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.

455 ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ

456 ἂν στόμα τε ῥῖνάς θʼ· δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος

457 κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.

458 ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,

459 καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.

460 καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,

461 ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ

462 δέξατο χερσὶ φίλῃσιν· δʼ ἐκ ποταμοῖο λιασθεὶς

463 σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.

464 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

465 μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;

466 εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,

467 μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση

468 ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·

469 αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.

470 εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην

471 θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη

472 ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,

473 δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.

474 ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·

475 βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν

476 ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,

477 ἐξ ὁμόθεν πεφυῶτας· μὲν φυλίης, δʼ ἐλαίης.

478 τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,

479 οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,

480 οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ

481 ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς

482 δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν

483 εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,

484 ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι

485 ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.

486 τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,

487 ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.

488 ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ

489 ἀγροῦ ἐπʼ ἐσχατιῆς, μὴ πάρα γείτονες ἄλλοι,

490 σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,

491 ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη

492 ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα

493 δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.

Notes

Textual notes

From A. T. Murray · 1919

  1. 1

    Line 84 (= 158) was rejected by Aristarchus.

  2. 2

    Line 91 is omitted in the best MSS.

  3. 3

    Lines 110 f. (= 133 f.) cannot be genuine in this place. Aristarchus rejected the whole passage 105 (107 ?)–111.

  4. 4

    ἔλσας: ἐλάσας Zenodotus; cf. vii. 250.

  5. 5

    Line 157 (= 83), omitted in many MSS., seems to have been unknown to Aristarchus.

  6. 6

    ὅτε ῥινὸν MSS.: ὅτ᾽ ἐρινὸν Aristarchus.

  7. 7

    ὡς: καὶ.

  8. 8

    πολυδέσμου εἶπέ τε μῦθον: καί μιν πρὸς μῦθον ἔειπε.

  9. 9

    ἐπέρησα: ἐτέλεσσα.

Ὁμήρου Ὀδύσσεια

Books

    24 books · 12,107 lines

    Translation

    Edition document