Ὅμηρος

Ὀδύσσειαδ

About this edition

A. T. Murray · 1919

The text is drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ὀδύσσεια δ

847 lines

1 οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,

2 πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.

3 τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν

4 υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ἐνὶ οἴκῳ.

5 τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·

6 ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε

7 δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.

8 τὴν ἄρʼ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι

9 Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.

10 υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,

11 ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης

12 ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,

13 ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,

14 Ἑρμιόνην, εἶδος ἔχε χρυσέης Ἀφροδίτης.

15 ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα

16 γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,

17 τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς

18 φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,

19 μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.

20 τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,

21 Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,

22 στῆσαν· δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,

23 ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,

24 βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,

25 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·

26 ξείνω δή τινε τώδε, διοτρεφὲς Μενέλαε,

27 ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.

28 ἀλλʼ εἴπʼ, σφωιν καταλύσομεν ὠκέας ἵππους,

29 ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.

30 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·

31 οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,

32 τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.

33 μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε

34 ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς

35 ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους

36 ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.

37 ὣς φάθʼ, δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους

38 ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.

39 οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,

40 καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,

41 πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,

42 ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,

43 αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες

44 θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·

45 ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης

46 δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.

47 αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,

48 ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.

49 τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,

50 ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,

51 ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.

52 χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα

53 καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,

54 νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

55 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,

56 εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.

57 δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας

58 παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.

59 τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·

60 σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα

61 δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον

62 ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,

63 ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων

64 σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.

65 ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν

66 ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.

67 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

68 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

69 δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,

70 ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·

71 φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,

72 χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα

73 χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.

74 Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,

75 ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.

76 τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,

77 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·

78 τέκνα φίλʼ, τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·

79 ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·

80 ἀνδρῶν δʼ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,

81 κτήμασιν. γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς

82 ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,

83 Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,

84 Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς

85 καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.

86 τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.

87 ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν

88 τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,

89 ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.

90 ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων

91 ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν

92 λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·

93 ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.

94 καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν

95 εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον

96 εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.

97 ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν

98 ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο

99 Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.

100 ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων

101 πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν

102 ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε

103 παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.

104 τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,

105 ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν

106 μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,

107 ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν

108 αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον

109 κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,

110 ζώει γʼ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν

111 Λαέρτης θʼ γέρων καὶ ἐχέφρων Πηνελόπεια

112 Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.

113 ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.

114 δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,

115 χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν

116 ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,

117 μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,

118 ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι

119 πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.

120 ἧος ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,

121 ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο

122 ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.

123 τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,

124 Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,

125 Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν

126 Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς

127 Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·

128 ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,

129 δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.

130 χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·

131 χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν

132 ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.

133 τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα

134 νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ

135 ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.

136 ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.

137 αὐτίκα δʼ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·

138 ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε

139 ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;

140 ψεύσομαι ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.

141 οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι

142 οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,

143 ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,

144 Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ

145 κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ

146 ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.

147 τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·

148 οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·

149 κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες

150 ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.

151 καὶ νῦν τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι

152 μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν

153 ἀμφʼ ἐμοί, αὐτὰρ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,

154 χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.

155 τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·

156 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,

157 κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·

158 ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ

159 ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν

160 ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.

161 αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ

162 τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,

163 ὄφρα οἱ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.

164 πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο

165 ἐν μεγάροις, μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,

166 ὡς νῦν Τηλεμάχῳ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι

167 εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.

168 τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·

169 πόποι, μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ

170 ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·

171 καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων

172 Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε

173 νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.

174 καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,

175 ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ

176 καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,

177 αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.

178 καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας

179 ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,

180 πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.

181 ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,

182 ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.

183 ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.

184 κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,

185 κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,

186 οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·

187 μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,

188 τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·

189 τοῦ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·

190 Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι

191 Νέστωρ φάσχʼ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο

192 οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.

193 καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε

194 τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς

195 ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν

196 κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.

197 τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,

198 κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.

199 καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος

200 Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε

201 ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι

202 Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.

203 τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·

204 φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ

205 εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·

206 τοίου γὰρ καὶ πατρός, καὶ πεπνυμένα βάζεις,

207 ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος τε Κρονίων

208 ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,

209 ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα

210 αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,

211 υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.

212 ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,

213 δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ

214 χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται

215 Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.

216 ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,

217 ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.

218 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

219 ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·

220 αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,

221 νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.

222 ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,

223 οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,

224 οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,

225 οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν φίλον υἱὸν

226 χαλκῷ δηιόῳεν, δʼ ὀφθαλμοῖσιν ὁρῷτο.

227 τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,

228 ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις

229 Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα

230 φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·

231 ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων

232 ἀνθρώπων· γὰρ Παιήονός εἰσι γενέθλης.

233 αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,

234 ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·

235 Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε

236 ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ

237 Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·

238 τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι

239 καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.

240 πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,

241 ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·

242 ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ

243 δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.

244 αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,

245 σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,

246 ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·

247 ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,

248 δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.

249 τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν

250 πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,

251 καί μιν ἀνηρώτων· δὲ κερδοσύνῃ ἀλέεινεν.

252 ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,

253 ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον

254 μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,

255 πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,

256 καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.

257 πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ

258 ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.

259 ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ

260 χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι

261 ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη

262 δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,

263 παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε

264 οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.

265 τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·

266 ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.

267 ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε

268 ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·

269 ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,

270 οἷον Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.

271 οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ

272 ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι

273 Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.

274 ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε

275 δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·

276 καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.

277 τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,

278 ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,

279 πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.

280 αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς

281 ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.

282 νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε

283 ἐξελθέμεναι, ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·

284 ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.

285 ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,

286 Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν

287 ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν

288 νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·

289 τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.

290 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

291 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,

292 ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,

293 οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.

294 ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη

295 ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.

296 ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν

297 δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ

298 πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,

299 χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.

300 αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,

301 δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.

302 οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,

303 Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·

304 Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,

305 πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.

306 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

307 ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος

308 εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,

309 ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

310 βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,

311 Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

312 τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως,

313 ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;

314 δήμιον ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.

315 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

316 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,

317 ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.

318 ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,

319 δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ

320 μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,

321 μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.

322 τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα

323 κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας

324 ὀφθαλμοῖσι τεοῖσιν ἄλλου μῦθον ἄκουσας

325 πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.

326 μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,

327 ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.

328 λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς

329 ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε

330 δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,

331 τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.

332 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·

333 πόποι, μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ

334 ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.

335 ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος

336 νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς

337 κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα

338 βοσκομένη, δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,

339 ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,

340 ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.

341 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

342 τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ

343 ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,

344 κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,

345 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·

346 πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.

347 ταῦτα δʼ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε

348 ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,

349 ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,

350 τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.

351 Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι

352 ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.

353 οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.

354 νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ

355 Αἰγύπτου προπάροιθε, Φάρον δέ κικλήσκουσι,

356 τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς

357 ἤνυσεν, λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·

358 ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας

359 ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.

360 ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι

361 πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν

362 πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.

363 καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,

364 εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,

365 Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,

366 Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.

367 μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·

368 αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον

369 γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.

370 δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·

371 νήπιός εἰς, ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,

372 ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;

373 ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ

374 εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.

375 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

376 ἐκ μέν τοι ἐρέω, τις σύ πέρ ἐσσι θεάων,

377 ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω

378 ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.

379 ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,

380 ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,

381 νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.

382 ὣς ἐφάμην, δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·

383 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.

384 πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς

385 ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης

386 πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·

387 τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.

388 τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,

389 ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου

390 νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.

391 καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,

392 ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται

393 οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.

394 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

395 αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,

396 μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·

397 ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.

398 ὣς ἐφάμην, δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·

399 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.

400 ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,

401 τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς

402 πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,

403 ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·

404 ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης

405 ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,

406 πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.

407 ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν

408 εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους

409 τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.

410 πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.

411 φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·

412 αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,

413 λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.

414 τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,

415 καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,

416 αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.

417 πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν

418 ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·

419 ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.

420 ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,

421 τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,

422 καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,

423 ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,

424 νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.

425 ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.

426 αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,

427 ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.

428 αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,

429 δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·

430 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.

431 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

432 καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο

433 ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους

434 τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.

435 τόφρα δʼ ἄρʼ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον

436 τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·

437 πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.

438 εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν

439 ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·

440 ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.

441 ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς

442 φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·

443 τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;

444 ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·

445 ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα

446 ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.

447 πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·

448 φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα

449 ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·

450 ἔνδιος δʼ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας

451 ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·

452 ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ

453 ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.

454 ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας

455 βάλλομεν· οὐδʼ γέρων δολίης ἐπελήθετο τέχνης,

456 ἀλλʼ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,

457 αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·

458 γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·

459 ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.

460 ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ γέρων ὀλοφώια εἰδώς,

461 καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·

462 τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,

463 ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;

464 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

465 οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;

466 ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ

467 εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.

468 ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,

469 ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,

470 νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.

471 ὣς ἐφάμην, δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·

472 ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι

473 ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα

474 σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.

475 οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι

476 οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,

477 πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,

478 αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας

479 ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·

480 καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.

481 ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,

482 οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον

483 Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.

484 ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·

485 ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.

486 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

487 πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,

488 οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,

489 ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς

490 ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.

491 ὣς ἐφάμην, δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·

492 Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ

493 ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι

494 δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.

495 πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·

496 ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων

497 ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.

498 εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.

499 Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.

500 Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν

501 πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·

502 καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,

503 εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·

504 φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.

505 τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·

506 αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν

507 ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·

508 καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,

509 τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·

510 τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.

511 ὣς μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.

512 σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν

513 ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.

514 ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ

515 ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα

516 πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,

517 ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης

518 τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.

519 ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,

520 ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,

521 τοι μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης

522 καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ

523 δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.

524 τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν

525 Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν

526 χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ γʼ εἰς ἐνιαυτόν,

527 μή λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.

528 βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.

529 αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·

530 κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους

531 εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.

532 αὐτὰρ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν

533 ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.

534 τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν

535 δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.

536 οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,

537 οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.

538 ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,

539 κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ

540 ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.

541 αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,

542 δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·

543 μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω

544 κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα

545 πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.

546 γάρ μιν ζωόν γε κιχήσεαι, κεν Ὀρέστης

547 κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.

548 ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ

549 αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,

550 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·

551 τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε,

552 ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ

553 ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.

554 ὣς ἐφάμην, δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·

555 υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·

556 τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,

557 νύμφης ἐν μεγάροισι Καλυψοῦς, μιν ἀνάγκῃ

558 ἴσχει· δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·

559 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,

560 οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.

561 σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς Μενέλαε,

562 Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,

563 ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης

564 ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,

565 τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·

566 οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,

567 ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας

568 Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·

569 οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.

570 ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.

571 αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν

572 ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.

573 αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,

574 δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,

575 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.

576 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

577 νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,

578 ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,

579 ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·

580 ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

581 ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο

582 στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.

583 αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,

584 χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.

585 ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον

586 ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.

587 ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,

588 ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·

589 καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,

590 τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα

591 δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν

592 ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.

593 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

594 Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.

595 καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην

596 ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·

597 αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων

598 τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι

599 ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.

600 δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·

601 ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ

602 ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις

603 εὐρέος, ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον

604 πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.

605 ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·

606 αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.

607 οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,

608 αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.

609 ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,

610 χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

611 αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις·

612 τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.

613 δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,

614 δώσω κάλλιστον καὶ τιμηέστατόν ἐστιν·

615 δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ

616 ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,

617 ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ Φαίδιμος ἥρως,

618 Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε

619 κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.

620 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

621 δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.

622 οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·

623 σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.

624 ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.

625 μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο

626 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες

627 ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.

628 Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,

629 ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.

630 τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν

631 Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·

632 Ἀντίνοʼ, ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,

633 ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;

634 νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς

635 Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι

636 δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ

637 ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.

638 ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο

639 ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ

640 ἀγρῶν μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.

641 τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·

642 νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ

643 κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἑοὶ αὐτοῦ

644 θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.

645 καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,

646 σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,

647 ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.

648 τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·

649 αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,

650 ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ

651 αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.

652 κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,

653 οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα

654 Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.

655 ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον

656 χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.

657 ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,

658 τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.

659 μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.

660 τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,

661 ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι

662 πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·

663 πόποι, μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη

664 Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.

665 ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως

666 νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.

667 ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ

668 Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.

669 ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,

670 ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω

671 ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,

672 ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.

673 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.

674 αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.

675 οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος

676 μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·

677 κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς

678 αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.

679 βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·

680 τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·

681 κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;

682 εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο

683 ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;

684 μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες

685 ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·

686 οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,

687 κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν

688 ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,

689 οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,

690 οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν

691 ἐν δήμῳ, τʼ ἐστὶ δίκη θείων βασιλήων·

692 ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.

693 κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.

694 ἀλλʼ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα

695 φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.

696 τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·

697 αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.

698 ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο

699 μνηστῆρες φράζονται, μὴ τελέσειε Κρονίων·

700 Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ

701 οἴκαδε νισόμενον· δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν

702 ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.

703 ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,

704 δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε

705 δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.

706 ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·

707 κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ

708 νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι

709 ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.

710 ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;

711 τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·

712 οὐκ οἶδʼ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ

713 θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται

714 πατρὸς ἑοῦ νόστον ὅν τινα πότμον ἐπέσπεν.

715 ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.

716 τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη

717 δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,

718 ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο

719 οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον

720 πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.

721 τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·

722 κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν

723 ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·

724 πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,

725 παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,

726 ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.

727 νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι

728 ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.

729 σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη

730 ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,

731 ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.

732 εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,

733 τῷ κε μάλʼ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,

734 κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.

735 ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,

736 δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,

737 καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα

738 Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,

739 εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας

740 ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν

741 ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.

742 τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·

743 νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ

744 ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.

745 ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,

746 σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον

747 μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι

748 σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,

749 ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.

750 ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,

751 εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν

752 εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·

753 γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.

754 μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω

755 πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο

756 ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι

757 δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.

758 ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο.

759 δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα

760 εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,

761 ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·

762 κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,

763 εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς

764 βοὸς ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,

765 τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,

766 μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.

767 ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.

768 μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·

769 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

770 μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια

771 ἀρτύει, οὐδέ τι οἶδεν οἱ φόνος υἷι τέτυκται.

772 ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.

773 τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·

774 δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε

775 πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.

776 ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν

777 μῦθον, δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.

778 ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,

779 βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.

780 νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,

781 ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,

782 ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,

783 πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·

784 τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.

785 ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·

786 ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.

787 δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια

788 κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,

789 ὁρμαίνουσʼ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,

790 γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.

791 ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ

792 δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,

793 τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·

794 εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.

795 ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·

796 εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,

797 Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,

798 τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.

799 πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,

800 ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν

801 παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.

802 ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,

803 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·

804 εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;

805 οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες

806 κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι

807 σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.

808 τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,

809 ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·

810 τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε

811 πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·

812 καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων

813 πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,

814 πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,

815 παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,

816 ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·

817 νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,

818 νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.

819 τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι περ ἐκείνου·

820 τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,

821 γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἐνὶ πόντῳ·

822 δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,

823 ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.

824 τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·

825 θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·

826 τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι

827 ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,

828 Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·

829 νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.

830 τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

831 εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,

832 εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,

833 που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,

834 ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.

835 τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·

836 οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,

837 ζώει γʼ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.

838 ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη

839 ἐς πνοιὰς ἀνέμων. δʼ ἐξ ὕπνου ἀνόρουσε

840 κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,

841 ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.

842 μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα

843 Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.

844 ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,

845 μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,

846 Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ

847 ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.

Notes

Textual notes

From A. T. Murray · 1919

  1. 1

    ἐξάρχοντος: ἐξάρχοντες.

  2. 2

    Lines 57 and 58 are omitted in many MSS.

  3. 3

    Lines 62–4, rejected by Zenodotus, Aristophanes, and Aristarchus, are bracketed by many editors.

  4. 4

    πικρὸν: πυκνὸν.

  5. 5

    Line 353, rejected by Zenodotus, is bracketed by many editors.

  6. 6

    μ᾽ ἐσάωσε: μ᾽ ἐλέησε.

  7. 7

    ξεῖνε: ταῦτα.

  8. 8

    ἔνθα κεν: κεῖθι δὴ.

  9. 9

    ἐρεείνεις Aristarchus: ἀγορεύεις.

  10. 10

    μύθοισιν: μιν ἔπεσσιν.

  11. 11

    Line 553 was rejected by all ancient critics.

  12. 12

    ἔπεμπον: ἔνεικαν.

  13. 13

    ἔχοντες Aristarchus: ἔχεσκον.

  14. 14

    Lines 661 and 662 were rejected by Aristarchus, as borrowed from Il. i. 103 f.

  15. 15

    ἥβης μέτρον ἱκέσθαι Aristarchus: ἡμῖν πῆμα γενέσθαι.

  16. 16

    Line 726 was rejected by Aristarchus; cf. i. 344 and, below, 816.

  17. 17

    ἀπαγγείλῃσι: ἐπαγγείλῃσι.

  18. 18

    Line 783 (= viii. 54) is omitted in many MSS.

  19. 19

    Line 816 was rejected by Aristarchus; cf. 726 and i. 344.

Ὁμήρου Ὀδύσσεια

Books

    24 books · 12,107 lines

    Translation

    Edition document