Ὀδύσσεια γ
497 lines
1 Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
2 οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι
3 καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
4 οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
5 ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
6 ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.
7 ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ
8 ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.
9 εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,
10 οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης
11 στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
12 ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.
13 τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
14 Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν·
15 τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι
16 πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
17 ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·
18 εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
19 λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·
20 ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.
21 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
22 Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;
23 οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·
24 αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
25 τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
26 Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
27 ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω
28 οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.
29 ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
30 καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
31 ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
32 ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι
33 δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.
34 οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,
35 χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
36 πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
37 ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
38 κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
39 πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·
40 δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
41 χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα
42 Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·
43 εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·
44 τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
45 αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,
46 δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
47 σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
48 εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.
49 ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·
50 τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.
51 ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·
52 χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
53 οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·
54 αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·
55 κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς
56 ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
57 Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,
58 αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
59 σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
60 δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,
61 οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.
62 ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.
63 δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·
64 ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
65 οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
66 μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.
67 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
68 τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
69 νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι
70 ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
71 ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
72 ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε
73 οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
74 ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
75 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
76 θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη
77 θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο
78 ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·1
79 ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
80 εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.
81 ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·
82 πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
83 πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,
84 δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι
85 σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
86 ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,
87 πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,
88 κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.
89 οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,
90 εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
91 εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.
92 τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
93 κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
94 ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
95 πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
96 μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
97 ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
98 λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,
99 ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
100 δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
101 τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
102 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
103 ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ
104 δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
105 ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον
106 πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
107 ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
108 μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
109 ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,
110 ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
111 ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
112 Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·
113 ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα
114 πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
115 οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
116 ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·
117 πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
118 εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
119 παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.
120 ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
121 ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
122 παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
123 κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.
124 ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
125 ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
126 ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
127 οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,
128 ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ
129 φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.
130 αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
131 βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,2
132 καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
133 Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
134 πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
135 μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
136 ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.
137 τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,
138 μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,
139 οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
140 μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
141 ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
142 νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,
143 οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα
144 λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,
145 ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
146 νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·
147 οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
148 ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
149 ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ
150 ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.
151 νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
152 ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
153 ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
154 κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
155 ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες
156 αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·
157 ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα
158 ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
159 ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,
160 οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,
161 σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
162 οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
163 ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,
164 αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·
165 αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,
166 φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.
167 φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.
168 ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,
169 ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
170 ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,
171 νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,
172 ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.
173 ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν
174 δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
175 τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
176 ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα
177 ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν
178 ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων
179 πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
180 τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας
181 Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
182 ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη
183 οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
184 ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα
185 κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.
186 ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
187 πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
188 εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,
189 οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
190 εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
191 πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,
192 οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.
193 Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,
194 ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
195 ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·
196 ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
197 ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
198 Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
199 καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,3
200 ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
201 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
202 ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
203 καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
204 οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι4·
205 αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
206 τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
207 οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
208 ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
209 πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
210 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
211 ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,
212 φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
213 ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·
214 εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
215 ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.
216 τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
217 ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;
218 εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,
219 ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
220 δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—
221 οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,
222 ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—
223 εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,
224 τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
225 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
226 ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·
227 λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε
228 ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.
229 τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
230 Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
231 ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
232 βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
233 οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
234 ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
235 ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
236 ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
237 καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
238 μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
239 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
240 Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·
241 κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
242 φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
243 νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
244 Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·
245 τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·
246 ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
247 ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·
248 πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;
249 ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον
250 Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;
251 ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ
252 πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;
253 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
254 τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
255 ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη5,
256 εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
257 Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·
258 τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
259 ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
260 κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος6, οὐδέ κέ τίς μιν
261 κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.
262 ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
263 ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο
264 πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.
265 ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
266 δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·
267 πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν
268 Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
269 ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
270 δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
271 κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,
272 τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
273 πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
274 πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,
275 ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.
276 ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,
277 Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·
278 ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,
279 ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
280 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
281 πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
282 Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων
283 νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
284 ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,
285 ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
286 ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
287 ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
288 ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
289 ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,
290 κύματά τε τροφέοντο7 πελώρια, ἶσα ὄρεσσιν.
291 ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
292 ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
293 ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
294 ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·
295 ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
296 ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.
297 αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον
298 ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
299 κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
300 Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
301 ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
302 ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·
303 τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.
304 κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.
305 ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,
306 τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
307 ἂψ ἀπʼ Ἀθηνάων8, κατὰ δʼ ἔκτανε πατροφονῆα,
308 Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
309 ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
310 μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·
311 αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
312 πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.
313 καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο,
314 κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
315 οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν
316 κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
317 ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
318 ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
319 ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
320 ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
321 ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ
322 αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
323 ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
324 εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
325 πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
326 ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
327 λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·
328 ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.
329 ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
330 τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·
331 ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·
332 ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
333 ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
334 σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.
335 ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·
336 δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
337 ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.
338 τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
339 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
340 νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·
341 γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.
342 αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
343 δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
344 ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
345 Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·
346 Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
347 ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
348 ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
349 ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,
350 οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
351 αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
352 οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
353 νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε
354 ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
355 ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.
356 τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
357 εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν
358 Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
359 ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ
360 σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν
361 εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
362 οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
363 οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
364 πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
365 ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
366 νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
367 εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
368 οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
369 πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
370 οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
371 ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
372 φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας9.
373 θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·
374 Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
375 ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
376 εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
377 οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,
378 ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη10 Τριτογένεια,
379 ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
380 ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
381 αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
382 σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
383 ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
384 τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
385 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
386 τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
387 υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
388 ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
389 ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
390 τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
391 οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
392 ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
393 τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ
394 εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
395 αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
396 οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
397 τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
398 Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
399 τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
400 πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
401 ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
402 αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
403 τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
404 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
405 ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
406 ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,
407 οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
408 λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν
409 Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·
410 ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
411 Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
412 σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο
413 ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε
414 Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
415 τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
416 πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
417 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
418 καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,
419 ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,
420 ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
421 ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα
422 ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
423 εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
424 πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·
425 εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
426 ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
427 οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω
428 δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,
429 ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
430 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς
431 ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
432 Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς
433 ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
434 ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,
435 οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη
436 ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ
437 χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν
438 ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
439 βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
440 χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
441 ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς
442 ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
443 ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
444 Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ
445 χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ
446 εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
447 αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
448 αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
449 ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας
450 αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν
451 θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
452 Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
453 οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
454 ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
455 τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,
456 αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον
457 πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
458 δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
459 καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
460 λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
461 αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
462 μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
463 ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
464 τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
465 Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
466 αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
467 ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
468 ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
469 πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
470 οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
471 δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο
472 οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
473 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
474 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
475 παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
476 ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
477 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
478 καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
479 ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
480 ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
481 ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·
482 πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
483 ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
484 μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
485 ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
486 οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
487 δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
488 ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
489 υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
490 ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
491 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
492 ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
493 ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·11
494 μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
495 ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα
496 ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
497 δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
Notes
Textual notes
From A. T. Murray · 1919
- 1
Line 78 (=i. 95) is omitted in the best MSS.
- 2
Line 131, though found in the MSS., is out of harmony with what follows. It may have been interpolated from xiii. 317, where it is in place.
- 3
Lines 199 f. (=i. 301 f.) were rejected by Aristophanes and Aristarchus.
- 4
πυθέσθαι: ἀοιδήν.
- 5
ὥς κεν ἐτύχθη: ὥς περ ἐτύχθη, followed by a colon.
- 6
ἄστεος: Ἄργεος.
- 7
τροφέοντα Aristarchus: τροφόεντα.
- 8
Ἀθενάων: Ἀθεναίης Aristarchus, Φωκήων Zenodotus.
- 9
ἰδόντας: ᾿Αχαιούς.
- 10
κυδίστη Zenodotus: ἀγελείη.
- 11
Line 493 is omitted in most MSS.