Ὅμηρος

Ὀδύσσειαβ

About this edition

A. T. Murray · 1919

The text is drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ὀδύσσεια β

434 lines

1 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

2 ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς

3 εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,

4 ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

5 βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.

6 αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε

7 κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.

8 οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.

9 αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,

10 βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,

11 οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.

12 θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.

13 τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·

14 ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.

15 τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,

16 ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.

17 καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι

18 Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,

19 Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ

20 ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.

21 τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ μὲν μνηστῆρσιν ὁμίλει,

22 Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.

23 ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.

24 τοῦ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·

25 κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·

26 οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος

27 ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.

28 νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει

29 ἠὲ νέων ἀνδρῶν οἳ προγενέστεροί εἰσιν;

30 ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,

31 ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;

32 ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;

33 ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ

34 Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.

35 ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,

36 οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,

37 στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ

38 κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.

39 πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·

40 γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός,

41 ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.

42 οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,

43 ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,

44 οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,

45 ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, μοι κακὰ ἔμπεσεν οἴκῳ

46 δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν

47 τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·

48 νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, δὴ τάχα οἶκον ἅπαντα

49 πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.

50 μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,

51 τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,

52 οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι

53 Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,

54 δοίη δʼ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·

55 οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,

56 βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας

57 εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον

58 μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,

59 οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.

60 ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· καὶ ἔπειτα

61 λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.

62 τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.

63 οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς

64 οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,

65 ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,

66 οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,

67 μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.

68 λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,

69 τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·

70 σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ

71 τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς

72 δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,

73 τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,

74 τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη

75 ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.

76 εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·

77 τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ

78 χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·

79 νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.

80 ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ

81 δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα.

82 ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη

83 Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·

84 Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·

85 Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες

86 ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.

87 σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,

88 ἀλλὰ φίλη μήτηρ, τοι πέρι κέρδεα οἶδεν.

89 ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον,

90 ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.

91 πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ

92 ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.

93 δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·

94 στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,

95 λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·

96 κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,

97 μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς κε φᾶρος

98 ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,

99 Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν

100 μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,

101 μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.

102 αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.

103 ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

104 ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,

105 νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.

106 ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·

107 ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,

108 καὶ τότε δή τις ἔειπε γυναικῶν, σάφα ᾔδη,

109 καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.

110 ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·

111 σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς

112 αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·

113 μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι

114 τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.

115 εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,

116 τὰ φρονέουσʼ ἀνὰ θυμόν, οἱ πέρι δῶκεν Ἀθήνη

117 ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς

118 κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,

119 τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,

120 Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·

121 τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ

122 ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.

123 τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,

124 ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν

125 ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ

126 ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.

127 ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,

128 πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν κʼ ἐθέλῃσι.

129 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

130 Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι

131 μʼ ἔτεχʼ, μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης,

132 ζώει γʼ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν

133 Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.

134 ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων

135 δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς

136 οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων

137 ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.

138 ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,

139 ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας

140 ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.

141 εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον

142 ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,

143 κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,

144 αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.

145 νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.

146 ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς

147 ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.

148 τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο

149 πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·

150 ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,

151 ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,

152 ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·

153 δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς

154 δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.

155 θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·

156 ὥρμηναν δʼ ἀνὰ θυμὸν περ τελέεσθαι ἔμελλον.

157 τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης

158 Μαστορίδης· γὰρ οἶος ὁμηλικίην ἐκέκαστο

159 ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·

160 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·

161 κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·

162 μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·

163 τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς

164 δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη

165 ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει

166 πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,

167 οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν

168 φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ

169 παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.

170 οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς·

171 καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,

172 ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον

173 Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.

174 φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους,

175 ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ

176 οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.

177 τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·

178 γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν

179 οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·

180 ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.

181 ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο

182 φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς

183 ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ

184 ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,

185 οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,

186 σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.

187 ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

188 αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς

189 παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,

190 αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,

191 πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·

192 σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ

193 τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.

194 Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·

195 μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·

196 οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα

197 πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.

198 οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν

199 μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,

200 οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,

201 οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,

202 μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.

203 χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα

204 ἔσσεται, ὄφρα κεν γε διατρίβῃσιν Ἀχαιοὺς

205 ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα

206 εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας

207 ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.

208 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

209 Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,

210 ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·

211 ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.

212 ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,

213 οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.

214 εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα

215 νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,

216 ἤν τίς μοι εἴπῃσι βροτῶν ὄσσαν ἀκούσω

217 ἐκ Διός, τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·

218 εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,

219 τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·

220 εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,

221 νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν

222 σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω

223 πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.

224 τοι γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη

225 Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,

226 καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,

227 πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·

228 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

229 κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·

230 μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω

231 σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,

232 ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·

233 ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο

234 λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.

235 ἀλλʼ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω

236 ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·

237 σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως

238 οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.

239 νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες

240 ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι

241 παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.

242 τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·

243 Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες

244 ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ

245 ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.

246 εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν

247 δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς

248 ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,

249 οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,

250 ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,

251 εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.

252 ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,

253 τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,

254 οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.

255 ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων

256 πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.

257 ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.

258 οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,

259 μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.

260 Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,

261 χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·

262 κλῦθί μευ, χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ

263 καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον

264 νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο

265 ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,

266 μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.

267 ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,

268 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,

269 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·

270 Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,

271 εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,

272 οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·

273 οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.

274 εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,

275 οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, μενοινᾷς.

276 παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,

277 οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.

278 ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,

279 οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,

280 ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.

281 τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε

282 ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·

283 οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,

284 ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.

285 σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·

286 τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,

287 ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.

288 ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,

289 ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,

290 οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,

291 δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους

292 αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες

293 πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·

294 τάων μέν τοι ἐγὼν ἐπιόψομαι τις ἀρίστη,

295 ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.

296 ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν

297 Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.

298 βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,

299 εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,

300 αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.

301 Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,

302 ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

303 Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο

304 ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,

305 ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.

306 ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,

307 νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι

308 ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.

309 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

310 Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν

311 δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.

312 οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ

313 κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;

314 νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων

315 πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,

316 πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,

317 ἠὲ Πύλονδʼ ἐλθών, αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.

318 εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,

319 ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων

320 γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.

321 ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο

322 ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.

323 οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.

324 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

325 μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.

326 τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος

327 γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·

328 ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,

329 ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,

330 ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.

331 ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·

332 τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς

333 τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;

334 οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·

335 κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε

336 τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.

337 ὣς φάν, δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς

338 εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο

339 ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·

340 ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο

341 ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,

342 ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς

343 οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.

344 κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,

345 δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ

346 ἔσχʼ, πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,

347 Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.

348 τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·

349 μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον

350 ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις

351 κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι

352 διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.

353 δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.

354 ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·

355 εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.

356 αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·

357 ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ

358 μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.

359 εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα

360 νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.

361 ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,

362 καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

363 τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα

364 ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν

365 μοῦνος ἐὼν ἀγαπητός; δʼ ὤλετο τηλόθι πάτρης

366 διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.

367 οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,

368 ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.

369 ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ

370 πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.

371 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

372 θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.

373 ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,

374 πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,

375 αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,

376 ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.

377 ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.

378 αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,

379 αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,

380 ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.

381 Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.

382 ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.

383 Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,

384 καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,

385 ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.

386 δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν

387 ᾔτεε νῆα θοήν· δέ οἱ πρόφρων ὑπέδεκτο.

388 δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,

389 καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ

390 ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.

391 στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι

392 ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.

393 ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.

394 βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·

395 ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,

396 πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.

397 οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν

398 ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.

399 αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη

400 ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,

401 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·

402 Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι

403 ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·

404 ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.

405 ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη

406 καρπαλίμως· δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.

407 αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,

408 εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.

409 τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·

410 δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη

411 ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,

412 οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.

413 ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.

414 οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ

415 κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.

416 ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,

417 νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς

418 ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,

419 ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.

420 τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,

421 ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.

422 Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν

423 ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.

424 ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης

425 στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,

426 ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.

427 ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα

428 στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·

429 δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.

430 δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν

431 στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,

432 λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,

433 ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.

434 παννυχίη μέν ῥʼ γε καὶ ἠῶ πεῖρε κέλευθον.

Notes

Textual notes

From A. T. Murray · 1919

  1. 1

    δύω κύνες: κύνες πόδας.

  2. 2

    δύο δαἰέν: δύο δἄλλοι

  3. 3

    Line 191 is omitted in most MSS. Some of those which retain it have οἷος ἀπ᾿ ἄλλων instead of εἵνεκα τῶνδε.

  4. 4

    Σπάρτην: Κρήτην Zenodotus; cf. i. 93.

  5. 5

    καταπαύετε Rhianus: κατερύκετε.

  6. 6

    πλεόνεσσι μάχοιτο: πλέονές οἱ ἕποιντο the scholia (Aristarchus?).

  7. 7

    μοι: μάλ’.

  8. 8

    ἀκέοντα: ἀέκοντα Rhianus.

  9. 9

    Line 322 was rejected by Aristophanes and Aristarchus.

Ὁμήρου Ὀδύσσεια

Books

    24 books · 12,107 lines

    Translation

    Edition document