Ὀδύσσεια κ
573 lines
1 Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν
2 Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,
3 πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος
4 χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.
5 τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,
6 ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·
7 ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.
8 οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ
9 δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,
10 κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ
11 ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν
12 εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.
13 καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.
14 μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,
15 Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·
16 καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.
17 ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον
18 πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.
19 δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,
20 ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·
21 κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
22 ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.
23 νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
24 ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·
25 αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,
26 ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν
27 ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.
28 ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
29 τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,
30 καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες1·
31 ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
32 αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ
33 δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·
34 οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
35 καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι
36 δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.
37 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
38 ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν
39 ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.
40 πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ
41 ληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες
42 οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·
43 καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητι
44 Αἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν,
45 ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.
46 ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·
47 ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν.
48 τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλα
49 κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε
50 ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,
51 ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,
52 ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.
53 ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶ
54 κείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ
55 αὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι.
56 ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,
57 αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
58 αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,
59 δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρον
60 βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανον
61 δαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.
62 ἐλθόντες δʼ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʼ οὐδοῦ
63 ἑζόμεθʼ· οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο·
64 πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;
65 ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιο
66 πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.
67 ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ·
68 ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος
69 σχέτλιος. ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.
70 ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,
71 οἱ δʼ ἄνεῳ ἐγένοντο· πατὴρ δʼ ἠμείβετο μύθῳ·
72 ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·
73 οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπειν
74 ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·
75 ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.
76 ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.
77 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
78 τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆς
79 ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.
80 ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
81 ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,
82 Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν
83 ἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει.
84 ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,
85 τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων·
86 ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.
87 ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη
88 ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,
89 ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν
90 ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,
91 ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.
92 αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο
93 πλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ,
94 οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη·
95 αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,
96 αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·
97 ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.
98 ἔνθα μὲν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα,
99 καπνὸν δʼ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.
100 δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
101 οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,
102 ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
103 οἱ δʼ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι
104 ἄστυδʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,
105 κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,
106 θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.
107 ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον
108 Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·
109 οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντο
110 ὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·
111 ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.
112 οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα
113 εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.
114 ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,
115 ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.
116 αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·
117 τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.
118 αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες
119 φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,
120 μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.
121 οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν
122 βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει
123 ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·
124 ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο2.
125 ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,
126 τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
127 τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.
128 αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
129 ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·
130 οἱ δʼ ἅλα3 πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.
131 ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας
132 νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.
133 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
134 ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
135 Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε
136 Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
137 αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·
138 ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο
139 μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.
140 ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ
141 ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.
142 ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας
143 κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
144 ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
145 καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ
146 καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,
147 εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.
148 ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,
149 καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,
150 Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
151 μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
152 ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.
153 ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,
154 πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
155 δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.
156 ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
157 καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,
158 ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν
159 ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης
160 πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
161 τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα
162 πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,
163 κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
164 τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς
165 εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ
166 εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,
167 πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν
168 πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,
169 βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν
170 ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμου
171 χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.
172 κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους
173 μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
174 ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί περ
175 εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·
176 ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,
177 μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.
178 ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,
179 ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο
180 θηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.
181 αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
182 χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.
183 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
184 ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
185 ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
186 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
187 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
188 καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
189 κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·4
190 ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς,
191 οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,
192 οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον
193 εἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.
194 εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν
195 νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·
196 αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃ
197 ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
198 ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ
199 μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο
200 Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.
201 κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·
202 ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
203 αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους
204 ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·
205 τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.
206 κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·
207 ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.
208 βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροι
209 κλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.
210 εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης
211 ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·
212 ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,
213 τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.
214 οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε
215 οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.
216 ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
217 σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,
218 ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες
219 σαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.
220 ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,
221 Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,
222 ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων
223 λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.
224 τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,
225 ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·
226 ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν
227 καλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν,
228 ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.
229 ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.
230 ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
231 καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·
232 Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.
233 εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,
234 ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν
235 οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ
236 φάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.
237 αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα
238 ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.
239 οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε
240 καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.
241 ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη
242 πάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης
243 ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.
244 Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν
245 ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.
246 οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,
247 κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε
248 δακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.
249 ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,
250 καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·
251 ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ·
252 εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ
253 ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.5
254 ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,
255 ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.
256 ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
257 καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·
258 αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.
259 οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν
260 ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.
261 ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον
262 ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·
263 τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.
264 αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων
265 καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·6
266 μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ.
267 οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον
268 ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον
269 φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.
270 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
271 Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ
272 ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·
273 αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.
274 ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
275 ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας
276 Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,
277 ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν
278 ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,
279 πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·
280 ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
281 πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος,
282 χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης
283 ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.
284 ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι
285 αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.
286 ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.
287 τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης
288 ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.
289 πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.
290 τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.
291 ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει
292 φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.
293 ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,
294 δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
295 Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.
296 ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·
297 ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,
298 ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·
299 ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,
300 μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,
301 μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.
302 ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης
303 ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.
304 ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·
305 μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν
306 ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται7.
307 Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
308 νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης
309 ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
310 ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·
311 ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.
312 ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
313 καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
314 εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
315 καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
316 τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,
317 ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.
318 αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,
319 ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
320 ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.
321 ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
322 Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
323 ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
324 καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
325 τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
326 θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·
327 οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,
328 ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.
329 σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
330 ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ
331 φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,
332 ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.
333 ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα
334 εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε
335 εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.
336 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
337 ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,
338 ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,
339 αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις
340 ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,
341 ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.
342 οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,
343 εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
344 μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
345 ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον.
346 αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
347 καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.
348 ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο
349 τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·
350 γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων
351 ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.
352 τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ
353 πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·
354 ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας
355 ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·
356 ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα
357 ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·
358 ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε
359 πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.
360 αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
361 ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,
362 θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,
363 ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.
364 αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
365 ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,
366 εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
367 καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
368 χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
369 καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
370 νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
371 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
372 εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.8
373 ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ,
374 ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός.
375 Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ
376 χεῖρας ἰάλλοντα, κρατερὸν9 δέ με πένθος ἔχοντα,
377 ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·
378 τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος ἀναύδῳ,
379 θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;
380 ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ
381 δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.
382 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
383 ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
384 πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
385 πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
386 ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,
387 λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.
388 ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει
389 ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ,
390 ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.
391 οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν
392 ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.
393 τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε
394 φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·
395 ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,
396 καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.
397 ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.
398 πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα
399 σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.
400 ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·
401 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
402 ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
403 νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,
404 κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·
405 αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.
406 ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ,
407 βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
408 εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους
409 οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.
410 ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,
411 ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,
412 πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ
413 ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·
414 μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,
415 δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς
416 ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν
417 τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.
418 καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·
419 σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,
420 ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·
421 ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.
422 ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·
423 νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,
424 κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·
425 αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,
426 ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης
427 πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.
428 ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
429 Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·
430 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·10
431 ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;
432 Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας
433 ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,
434 οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,
435 ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο
436 ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·
437 τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.
438 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,
439 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,
440 τῷ οἱ ἀποπλήξας11 κεφαλὴν οὖδάσδε πελάσσαι,
441 καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροι
442 μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
443 διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,
444 αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·
445 ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.
446 ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
447 οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,
448 ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.
449 τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
450 ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
451 ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·
452 δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.
453 οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,
454 κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.
455 ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·12
457 μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴ
458 ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,
459 ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.
460 ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,
461 εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,
462 οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν
463 τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,
464 αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν
465 θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.
466 ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
467 ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
468 ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
469 ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι
470 μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,13
471 καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·
472 δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,
473 εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι
474 οἶκον ἐς ὑψόροφον14 καὶ σὴν ἐς πατρίδα γαῖαν.
475 ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
476 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
477 ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
478 ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
479 οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.
480 αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς
481 γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·
482 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
483 ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,
484 οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,
485 ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ
486 ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.
487 ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
488 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
489 μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.
490 ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι
491 εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,
492 ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,
493 μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·
494 τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,
495 οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.
496 ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·
497 κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ15
498 ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
499 αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,
500 καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·
501 ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;
502 εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.
503 ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
504 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
505 μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,
506 ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας
507 ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.
508 ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,
509 ἔνθʼ ἀκτή τε λάχεια16 καὶ ἄλσεα Περσεφονείης,
510 μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,
511 νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,
512 αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.
513 ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν
514 Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,
515 πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·
516 ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,
517 βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
518 ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,
519 πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
520 τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.
521 πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,
522 ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
523 ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
524 Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
525 παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.
526 αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,
527 ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν
528 εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι
529 ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ
530 ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.
531 δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι
532 μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,
533 δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
534 ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
535 αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
536 ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα
537 αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
538 ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,
539 ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
540 νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
541 ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
542 ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·
543 αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
544 λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ
545 καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.
546 αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους
547 μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
548 μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,
549 ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.
550 ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
551 οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.
552 Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην
553 ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·
554 ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,
555 ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.
556 κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας
557 ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν
558 ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
559 ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν
560 ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.
561 ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·
562 φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
563 ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,
564 εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης
565 ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.
566 ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,
567 ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·
568 ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
569 ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
570 ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,
571 τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ
572 ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,
573 ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα
574 ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;
Notes
Textual notes
From A. T. Murray · 1919
- 1
ἐόντες: ἐόντας.
- 2
φέροντο Zenodotus, Aristarchus: πένοντο.
- 3
ἅλα Rhianus, Callistratus: ἅμα Aristarchus: ἄρα.
- 4
Line 189 was rejected in antiquity.
- 5
Line 253 is omitted in most MSS.
- 6
Line 265 is omitted in most MSS.
- 7
δύνανται: ἴσασιν; cf. iv. 379.
- 8
Lines 368–72 are omitted in most MSS.
- 9
κρατερόν: στυγερόν.
- 10
Line 430 is omitted in many MSS.
- 11
ἀποπλήξας Aristarchus (?); ἀποτμήξας.
- 12
After 455 the line Διογενὲς Λαερτιάδη, πολυμήχαν’ σεῦ, occurs in some MSS.
- 13
Line 470 is omitted in many MSS.
- 14
ἐς ὑψόροφον: ἐυκτίμενον.
- 15
οὐδέ νύ μοι κῆρ: οὐδέ τι θυμὸς.
- 16
τε λάχεια: τ’ ἐλάχεια: τ’ ἐλαχεῖα; cf. ix. 116.