Ὀδύσσεια λ
640 lines
1 αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
2 νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
3 ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,
4 ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ
5 βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
6 ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
7 ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
8 Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
9 ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
10 ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
11 τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·
12 δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
13 ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.
14 ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,
15 ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς
16 ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,
17 οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
18 οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,
19 ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
20 νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα
21 εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο
22 ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.
23 ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε
24 ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
25 βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
26 ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,
27 πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
28 τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.
29 πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,
30 ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
31 ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
32 Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
33 παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
34 τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,
35 ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα
36 ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο
37 ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.
38 νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες
39 παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,
40 πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,
41 ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·
42 οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος
43 θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.1
44 δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
45 μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,
46 δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
47 ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
48 αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
49 ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα
50 αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
51 πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·
52 οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·
53 σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς
54 ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
55 τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
56 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
57 Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;
58 ἔφθης πεζὸς ἰὼν2 ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.
59 ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
60 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,3
61 ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.
62 Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα
63 ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
64 ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν
65 ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.
66 νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,
67 πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
68 Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·
69 οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο
70 νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·
71 ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.
72 μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
73 νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,
74 ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,
75 σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
76 ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.
77 ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,
78 τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.
79 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
80 ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.
81 νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
82 ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,
83 εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·
84 ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,
85 Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,
86 τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
87 τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·
88 ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,
89 αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
90 ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο
91 χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·
92 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,4
93 τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο
94 ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
95 ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,
96 αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.
97 ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον
98 κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,
99 καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·
100 νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·
101 τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω
102 λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ
103 χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
104 ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
105 αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
106 ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα
107 Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
108 βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα
109 Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
110 τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
111 καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
112 εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
113 νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
114 ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,
115 νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,
116 ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι
117 μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
118 ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·
119 αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
120 κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,
121 ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,
122 εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
123 ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
124 οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους
125 οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
126 σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·
127 ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
128 φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
129 καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,
130 ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
131 ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
132 οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας
133 ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
134 πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
135 ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ
136 γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
137 ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.
138 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
139 Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
140 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
141 μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·
142 ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν
143 ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
144 εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;
145 ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
146 ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
147 ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων
148 αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·
149 ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.
150 ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω
151 Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·
152 αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ
153 ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,
154 καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
155 τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
156 ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.
157 μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,
158 Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι
159 πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.5
160 ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις
161 νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες
162 εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;
163 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
164 μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο
165 ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·
166 οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
167 γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,
168 ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ
169 Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.
170 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
171 τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
172 ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα
173 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;
174 εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,
175 ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη
176 ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.
177 εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
178 ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει
179 ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.
180 ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
181 καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
182 σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ
183 φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
184 σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος
185 Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
186 δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·
187 πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει
188 ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ
189 δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,
190 ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,
191 ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·
192 αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,
193 πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
194 φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
195 ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει
196 σὸν νόστον ποθέων6, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.
197 οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·
198 οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα
199 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,
200 οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα
201 τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·
202 ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,
203 σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.
204 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας
205 μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.
206 τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,
207 τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ
208 ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,
209 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
210 μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,
211 ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε
212 ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;
213 ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια
214 ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;
215 ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
216 ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,
217 οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,
218 ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·
219 οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,
220 ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
221 δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,
222 ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.
223 ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα
224 ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.
225 νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες
226 ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,
227 ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.
228 αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,
229 αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
230 ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
231 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
232 οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.
233 αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη
234 ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.
235 ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
236 ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
237 φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·
238 ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,
239 ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
240 καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.
241 τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
242 ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·
243 πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,
244 κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
245 λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.7
246 αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
247 ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
248 χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ
249 τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
250 ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
251 νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·
252 αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.
253 ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
254 ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
255 τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
256 ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ
257 ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.
258 τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,
259 Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.
260 τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,
261 ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,
262 καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,
263 οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,
264 πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο
265 ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.
266 τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,
267 ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα
268 γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·
269 καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,
270 τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.
271 μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,
272 ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο
273 γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας
274 γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
275 ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων
276 Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·
277 ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,
278 ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,
279 ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω
280 πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.
281 καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς
282 γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,
283 ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,
284 ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·
285 ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
286 Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.
287 τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,
288 τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς
289 τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
290 ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης
291 ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων
292 ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,
293 δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
294 ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
295 ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
296 καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,
297 θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.
298 καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,
299 ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,
300 Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
301 τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·
302 οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
303 ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε
304 τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
305 τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν
306 εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
307 καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,
308 Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,
309 οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
310 καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·
311 ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
312 εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
313 οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
314 φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
315 Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ
316 Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.
317 καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
318 ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
319 ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
320 ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
321 Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,
322 κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
323 ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
324 ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα
325 Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
326 Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην,
327 ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
328 πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
329 ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
330 πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
331 εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους
332 ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
333 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
334 κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
335 τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
336 Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
337 εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
338 ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·
339 τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
340 οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν
341 κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
342 τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
343 ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·8
344 ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης
345 μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
346 Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
347 τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
348 τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
349 ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
350 ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
351 ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
352 δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
353 πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.
354 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
355 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
356 εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,
357 πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
358 καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
359 πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·
360 καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
361 πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
362 τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
363 ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,
364 ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
365 βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,
366 ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
367 σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
368 μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
369 πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.
370 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
371 εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ
372 Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
373 νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη
374 εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
375 καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
376 τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
377 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
378 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
379 ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
380 εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε9
381 τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,
382 κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
383 οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
384 ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
385 αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ
386 ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
387 ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
388 ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ
389 οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
390 ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·
391 κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,
392 πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·
393 ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
394 οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
395 τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
396 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
397 Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
398 τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
399 ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
400 ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
401 ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
402 βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,
403 ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
404 ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
405 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
406 οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
407 ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,10
408 οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,
409 ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
410 ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,
411 δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
412 ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι
413 νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,
414 οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
415 ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.
416 ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,
417 μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·
418 ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,
419 ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
420 κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
421 οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
422 Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
423 ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
424 βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις
425 νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο
426 χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.
427 ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
428 ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·
429 οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
430 κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε
431 ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
432 οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα
433 οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
434 θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.
435 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
436 ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
437 ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
438 ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,
439 σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.
440 ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
441 τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·
442 μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,
443 ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
444 ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·
445 λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
446 κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
447 ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
448 ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
449 νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,
450 ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,
451 καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.
452 ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
453 ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.
454 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
455 κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν
456 νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.11
457 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
458 εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
459 ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,
460 ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·
461 οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
462 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
463 Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,
464 ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
465 νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
466 ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·
467 ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
468 καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
469 Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
470 τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
471 ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
472 καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
473 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
474 σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
475 πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ
476 ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;
477 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
478 ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,
479 ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
480 εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·
481 οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
482 γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,
483 οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
484 πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
485 Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
486 ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
487 ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
488 μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
489 βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
490 ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
491 ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
492 ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
493 ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
494 εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
495 ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
496 ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,
497 οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
498 οὐ γὰρ12 ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,
499 τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ
500 πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
501 εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
502 τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
503 οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
504 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
505 ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
506 αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
507 πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
508 αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
509 ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.
510 ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
511 αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·
512 Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
513 αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ13,
514 οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,
515 ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
516 πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
517 πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
518 ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
519 ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,
520 ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
521 Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
522 κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
523 αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,
524 Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,
525 ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,14
526 ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
527 δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·
528 κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν
529 οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
530 δάκρυ ὀμορξάμενον· ὁ δέ με μάλα πόλλʼ ἱκέτευεν
531 ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην
532 καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.
533 ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
534 μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν
535 ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ
536 οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ
537 γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.
538 ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
539 φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,
540 γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
541 αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
542 ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.
543 οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
544 νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,
545 τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
546 τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.
547 παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
548 ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·
549 τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,
550 Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο
551 τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
552 τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·
553 Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες
554 οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
555 οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,
556 τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ
557 ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
558 ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος
559 αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
560 ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.
561 ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς
562 ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.
563 ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας
564 ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.
565 ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·
566 ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
567 τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.
568 ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
569 χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,
570 ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,
571 ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
572 τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα
573 θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,
574 τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι
575 χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
576 καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
577 κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,
578 γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
579 δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·
580 Λητὼ γὰρ ἥλκησε, Διὸς κυδρὴν παράκοιτιν,
581 Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
582 καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ15 ἄλγεʼ ἔχοντα
583 ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·
584 στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·
585 ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,
586 τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ
587 γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
588 δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,
589 ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
590 συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·
591 τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,
592 τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.
593 καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
594 λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.
595 ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
596 λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι
597 ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·
598 αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
599 αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς
600 ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.
601 τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,
602 εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι
603 τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,
604 παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.16
605 ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
606 πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,
607 γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,
608 δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
609 σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
610 χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,
611 ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
612 ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.
613 μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,
614 ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
615 ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,
616 καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
617 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
618 ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
619 ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.
620 Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν
621 εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ
622 δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
623 καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον
624 φράζετο τοῦδέ γέ μοι κρατερώτερον1718 εἶναι ἄεθλον·
625 τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·
626 Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.
627 ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
628 αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι
629 ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
630 καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,
631 Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·19
632 ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν
633 ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
634 μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
635 ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.
636 αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
637 αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
638 οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
639 τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,
640 πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.
Notes
Textual notes
From A. T. Murray · 1919
- 1
Lines 38–43 were rejected by Zenodotus, Aristophanes, Aristarchus.
- 2
ἰὼν Aristarchus: ἐὼν.
- 3
Line 60 is omitted in most MSS.
- 4
Line 92 is omitted in most MSS.
- 5
Lines 157–9 were rejected by Aristarchus.
- 6
νόστον ποθέων: πότμον γοόων.
- 7
Line 245, unknown to Zenodotus, was rejected by Aristarchus.
- 8
Line 343 is omitted in many MSS.
- 9
ἐγώ γε: ἔπειτα.
- 10
Line 407 is omitted in most MSS.
- 11
Lines 454–6 were lacking in most ancient editions.
- 12
οὐ γὰρ: εἰ γὰρ Zenodotus.
- 13
μαρναίμεθα χαλκῷ: μαρναίμεθ’ Ἀχαιοί.
- 14
Line 525 was unknown to Aristarchus.
- 15
κρατέρ᾽: χαλέπ᾽; cf. 593.
- 16
Lines 602–4 were rejected by some ancient critics as having been inserted in the text by Onomacritus.
- 17
κρατέρ᾽: χαλέπ᾽; cf. 582.
- 18
κρατερώτερον: χαλεπώτερον; cf. 582, 593.
- 19
Line 631 was attributed to Pisistratus by Hereas of Megara (Plut. Thes. 20).