Ὅμηρος

Ὀδύσσειαμ

About this edition

A. T. Murray · 1919

The text is drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ὀδύσσεια μ

453 lines

1 αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο

2 νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο

3 νῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείης

4 οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,

5 νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,

6 ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·

7 ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.

8 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

9 δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης

10 οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.

11 φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή,

12 θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.

13 αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ,

14 τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες

15 πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.

16 ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκην

17 ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα

18 ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ

19 σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.

20 δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·

21 σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,

22 δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.

23 ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον

24 αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι

25 πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα

26 σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ

27 ἁλὸς ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.

28 ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

29 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

30 ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·

31 ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,

32 οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,

33 δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων

34 εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·

35 αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.

36 καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·

37 ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον,

38 ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.

39 Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας

40 ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.

41 ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ

42 Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα

43 οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,

44 ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ

45 ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς

46 ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.

47 ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων

48 κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ

49 τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,

50 δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε

51 ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,

52 ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.

53 εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,

54 οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.

55 αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,

56 ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,

57 ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς

58 θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.

59 ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς

60 κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·

61 Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.

62 τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι

63 τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,

64 ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·

65 ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.

66 τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, τις ἵκηται,

67 ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν

68 κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.

69 οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,

70 Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.

71 καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,

72 ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.

73 οἱ δὲ δύω σκόπελοι μὲν οὐρανὸν εὐρὺν ἱκάνει

74 ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε

75 κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη

76 κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.

77 οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,

78 οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·

79 πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.

80 μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,

81 πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, περ ἂν ὑμεῖς

82 νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.

83 οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ

84 τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.

85 ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.

86 τῆς τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς

87 γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν

88 γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.

89 τῆς τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,

90 ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ

91 σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες

92 πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.

93 μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,

94 ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,

95 αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,

96 δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι

97 κῆτος, μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.

98 τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται

99 παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ

100 φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.

101 τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.

102 πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.

103 τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·

104 τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.

105 τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ

106 δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·

107 οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.

108 ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα

109 νῆα παρὲξ ἐλάαν, ἐπεὶ πολὺ φέρτερόν ἐστιν

110 ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἅμα πάντας.

111 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

112 εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,

113 εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,

114 τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.

115 ὣς ἐφάμην, δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·

116 σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε

117 καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;

118 δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,

119 δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·

120 οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.

121 ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,

122 δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι

123 τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.

124 ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,

125 μητέρα τῆς Σκύλλης, μιν τέκε πῆμα βροτοῖσιν·

126 μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.

127 Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ

128 βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,

129 ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,

130 πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,

131 οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,

132 νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,

133 ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.

134 τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ

135 Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,

136 μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.

137 τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,

138 τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·

139 εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,

140 νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,

141 ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.

142 ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

143 μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·

144 αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους

145 αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·

146 οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.

147 ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

148 ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο

149 ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,

150 Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.

151 αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα

152 ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.

153 δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·

154 φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους

155 θέσφαθʼ μοι Κίρκη μυθήσατο, δῖα θεάων·

156 ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες κε θάνωμεν

157 κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.

158 Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων

159 φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.

160 οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ

161 δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,

162 ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.

163 εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,

164 ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.

165 τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·

166 τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς

167 νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.

168 αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη

169 ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.

170 ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο

171 καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ

172 ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.

173 αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ

174 τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·

175 αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς

176 Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·

177 ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.

178 οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε

179 ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·

180 αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

181 ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,

182 ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς

183 ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·

184 δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,

185 νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.

186 οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,

187 πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,

188 ἀλλʼ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.

189 ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ

190 Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,

191 ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.

192 ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ

193 ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους

194 ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.

195 αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε

196 πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.

197 αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα

198 φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,

199 αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,

200 ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.

201 ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα

202 καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.

203 τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,

204 βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ

205 νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.

206 αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους

207 μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·

208 φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·

209 οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ὅτε Κύκλωψ

210 εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·

211 ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,

212 ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.

213 νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.

214 ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν

215 τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς

216 δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·

217 σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ

218 βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.

219 τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε

220 νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι

221 κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.

222 ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.

223 Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,

224 μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι

225 εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.

226 καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς

227 λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·

228 αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε

229 μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον

230 πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι

231 Σκύλλην πετραίην, μοι φέρε πῆμʼ ἑτάροισιν.

232 οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε

233 πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.

234 ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·

235 ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις

236 δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.

237 τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ

238 πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη

239 ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·

240 ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,

241 πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη

242 δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε

243 ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.

244 ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·

245 τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους

246 ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.

247 σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους

248 ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν

249 ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες

250 ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.

251 ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ

252 ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων

253 ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,

254 ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,

255 ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·

256 αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας

257 χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·

258 οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι

259 πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.

260 αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν

261 Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον

262 ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,

263 πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.

264 δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ

265 μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων

266 οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ

267 μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,

268 Κίρκης τʼ Αἰαίης, μοι μάλα πόλλʼ ἐπέτελλε

269 νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.

270 δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·

271 κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,

272 ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο

273 Κίρκης τʼ Αἰαίης, μοι μάλα πόλλʼ ἐπέτελλε

274 νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·

275 ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.

276 ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.

277 ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.

278 αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·

279 σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα

280 κάμνεις· ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,

281 ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ

282 οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε

283 νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,

284 ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας

285 νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.

286 ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,

287 γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,

288 ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,

289 Νότου Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα

290 νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.

291 ἀλλʼ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ

292 δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,

293 ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.

294 ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.

295 καὶ τότε δὴ γίγνωσκον δὴ κακὰ μήδετο δαίμων,

296 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·

297 Εὐρύλοχʼ, μάλα δή με βιάζετε μοῦνον ἐόντα.

298 ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·

299 εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην πῶυ μέγʼ οἰῶν

300 εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν

301 βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι

302 ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.

303 ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.

304 αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,

305 στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα

306 ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι

307 νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.

308 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

309 μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,

310 οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·

311 κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.

312 ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,

313 ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς

314 λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε

315 γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.

316 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

317 νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.

318 ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·

319 καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·

320 φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε

321 ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·

322 δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,

323 Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.

324 ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

325 μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος

326 γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.

327 οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,

328 τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.

329 ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,

330 καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,

331 ἰχθῦς ὄρνιθάς τε, φίλας τι χεῖρας ἵκοιτο,

332 γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·

333 δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν

334 εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.

335 ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,

336 χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,

337 ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·

338 οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.

339 Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·

340 κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.

341 πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,

342 λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.

343 ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας

344 ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.

345 εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,

346 αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν

347 τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.

348 εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων

349 νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,

350 βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,

351 δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.

352 ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.

353 αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας

354 ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο

355 βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·

356 τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,

357 φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·

358 οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.

359 αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,

360 μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν

361 δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.

362 οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,

363 ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.

364 αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,

365 μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.

366 καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,

367 βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.

368 ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,

369 καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.

370 οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·

371 Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,

372 με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.

373 οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.

374 ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε

375 Λαμπετίη τανύπεπλος, οἱ βόας ἔκταμεν ἡμεῖς.

376 αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·

377 Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,

378 τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,

379 οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε

380 χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,

381 ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.

382 εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,

383 δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.

384 τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

385 Ἠέλιʼ, τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε

386 καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·

387 τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ

388 τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.

389 ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·

390 δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.

391 αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,

392 νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος

393 εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.

394 τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·

395 εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,

396 ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.

397 ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι

398 δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·

399 ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,

400 καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,

401 ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,

402 ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.

403 ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη

404 φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,

405 δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων

406 νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.

407 δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε

408 κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,

409 ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα

410 ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα

411 εἰς ἄντλον κατέχυνθʼ. δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ

412 πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε

413 πάντʼ ἄμυδις κεφαλῆς· δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς

414 κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.

415 Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·

416 δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,

417 ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.

418 οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν

419 κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.

420 αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους

421 λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,

422 ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ

423 ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·

424 τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,

425 ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.

426 ἔνθʼ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,

427 ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,

428 ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.

429 παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι

430 ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.

431 μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·

432 αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,

433 τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον

434 οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·

435 ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,

436 μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.

437 νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω

438 ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον

439 ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη

440 κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,

441 τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.

442 ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,

443 μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,

444 ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.

445 Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε

446 εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.

447 ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ

448 νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ

449 ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,

450 μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;

451 ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ

452 σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν

453 αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.

Notes

Textual notes

From A. T. Murray · 1919

  1. 1

    Line 6 is omitted in many MSS.

  2. 2

    ἀμειβόμενος: ἀτυζόμενος.

  3. 3

    Line 147 is omitted in most MSS.

  4. 4

    θέσαν: βάλον.

  5. 5

    ἀπῆμεν ὅσον: ἀπῆν ὅσσον.

  6. 6

    ἔπει: ἔπι: ἔχει Zenodotus.

  7. 7

    μῦθον: πᾶσιν

  8. 8

    περίστησάν τε Bekker: περιστήσαντο MSS.

  9. 9

    μέγ’ Bekker: μετ’ MSS.

  10. 10

    Lines 374–90 were rejected by Aristarchus.

  11. 11

    εἶχον: ἦσαν.

  12. 12

    Lines 445 f. were rejected in antiquity.

Ὁμήρου Ὀδύσσεια

Books

    24 books · 12,107 lines

    Translation

    Edition document