Ὀδύσσεια ν
440 lines
1 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
2 κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
3 τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
4 ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,
5 ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω
6 ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.
7 ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
8 ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
9 αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.
10 εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
11 κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
12 δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·
13 ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
14 ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
15 τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.
16 ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.
17 οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
18 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
19 νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.
20 καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,
21 αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων
22 βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.
23 οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.
24 τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο
25 Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
26 μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα
27 τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
28 Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς
29 πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
30 δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.
31 ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ
32 νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·
33 ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
34 δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·
35 ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
36 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
37 Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·
38 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
39 πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·
40 ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
41 πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
42 ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
43 νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
44 ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
45 κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν
46 παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.
47 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
48 πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
49 καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
50 Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
51 πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ
52 τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
53 ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
54 νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν
55 ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
56 αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,
57 Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
58 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
59 χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας
60 ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.
61 αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ
62 παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.
63 ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
64 τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
65 ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·
66 Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,
67 τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
68 τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·
69 ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.
70 αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
71 αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
72 δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·
73 κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
74 νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
75 πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
76 σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
77 κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
78 εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
79 καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
80 νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
81 ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
82 πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
83 ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
84 ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε
85 πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
86 ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ
87 κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
88 ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,
89 ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·
90 ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν
91 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
92 δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
93 εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
94 ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
95 τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
96 Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
97 ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ
98 ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
99 αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
100 ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι
101 νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.
102 αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
103 ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
104 ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
105 ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
106 λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
107 ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι
108 φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·
109 ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,
110 αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
111 αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ
112 ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.
113 ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα
114 ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,
115 σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·
116 οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
117 πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
118 αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
119 κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
120 ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
121 ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
122 καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν
123 ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
124 πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·
125 αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων
126 λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
127 πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·
128 Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι
129 τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
130 Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
131 καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα
132 οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων
133 πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
134 οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
135 κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα1 δῶρα,
136 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,
137 πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
138 εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
139 τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·
140 ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
141 οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη
142 πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
143 ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
144 οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
145 ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
146 τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
147 αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·
148 ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.
149 νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
150 ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
151 ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
152 ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
153 τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
154 ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
155 ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
156 λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης
157 νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
158 ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
159 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
160 βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
161 ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
162 ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,
163 ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
164 χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.
165 οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον
166 Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
167 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
168 ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ
169 οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.
170 ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
171 τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·
172 ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει
173 πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
174 ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
175 φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,
176 ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
177 ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
178 ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
179 ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·
180 πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται
181 ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους
182 δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,
183 μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.
184 ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.
185 ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι
186 δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
187 ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς
188 εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,
189 ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε
190 Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
191 ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
192 μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
193 πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
194 τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
195 ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
196 πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
197 στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·
198 ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
199 χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
200 ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
201 ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
202 ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
203 πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
204 πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
205 αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
206 ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
207 νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
208 καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
209 ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
210 ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
211 οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο
212 ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.
213 Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
214 ἀνθρώπους2 ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
215 ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,
216 μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
217 ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
218 ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
219 τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
220 ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
221 πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
222 ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
223 παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
224 δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
225 ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
226 τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
227 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
228 ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
229 χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
230 ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε
231 εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
232 καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
233 τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
234 ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
235 κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;
236 τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
237 νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
238 εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
239 οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
240 ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
241 ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
242 ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
243 οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
244 ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
245 γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·
246 αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη
247 παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
248 τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,
249 τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
250 ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
251 χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
252 Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
253 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
254 οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,
255 αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·
256 πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
257 τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς
258 χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα
259 φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
260 Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
261 ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
262 οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
263 Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,
264 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
265 οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
266 δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
267 τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
268 ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·
269 νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας
270 ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
271 αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
272 αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
273 ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·
274 τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
275 ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
276 ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
277 πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.
278 κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
279 σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν
280 δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
281 ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
282 ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
283 οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
284 κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
285 οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
286 ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
287 ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
288 χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ
289 καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
290 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
291 κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
292 ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
293 σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,
294 οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
295 μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
296 ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
297 κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
298 βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
299 μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
300 Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
301 ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
302 καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
303 νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
304 χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
305 ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
306 εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
307 κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
308 μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
309 πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
310 πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
311 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
312 ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
313 καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
314 τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,
315 ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
316 αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
317 βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
318 οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα
319 νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
320 ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
321 ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
322 πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
323 θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.3
324 νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
325 ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην
326 γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
327 ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—
328 εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
329 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
330 αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
331 τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
332 οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
333 ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
334 ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·
335 σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
336 πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
337 ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
338 φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.4
339 αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ
340 ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
341 ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
342 πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
343 χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
344 ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
345 Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
346 ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
347 ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
348 ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·5
349 τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
350 ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
351 τοῦτο δὲ Νήριτόν ἐστιν6 ὄρος καταειμένον ὕλῃ.
352 ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
353 γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
354 χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
355 αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
356 νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
357 ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
358 χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
359 αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
360 αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
361 τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
362 θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
363 ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
364 θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
365 αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
366 ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
367 μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
368 ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
369 εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
370 καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
371 Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
372 τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης
373 φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
374 τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
375 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
376 φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
377 οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
378 μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
379 ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
380 πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
381 ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
382 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
383 ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
384 φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
385 εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
386 ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
387 πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
388 οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
389 αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
390 καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
391 σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
392 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
393 καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
394 ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
395 αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
396 ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
397 ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
398 κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
399 ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
400 ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
401 κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,7
402 ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
403 σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
404 αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
405 ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
406 παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
407 δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
408 πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
409 ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
410 πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
411 ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
412 ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
413 Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
414 ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
415 ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.
416 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
417 τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
418 ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
419 πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
420 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
421 μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
422 αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
423 κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος
424 ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
425 ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
426 ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
427 ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
428 ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
429 ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
430 κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
431 ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
432 πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
433 κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·
434 ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
435 ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
436 ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,
437 ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
438 πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
439 τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
440 ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.