Ὅμηρος

Ὀδύσσειαξ

About this edition

A. T. Murray · 1919

The text is drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ὀδύσσεια ξ

533 lines

1 αὐτὰρ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν

2 χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, οἱ Ἀθήνη

3 πέφραδε δῖον ὑφορβόν, οἱ βιότοιο μάλιστα

4 κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.

5 τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ

6 ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,

7 καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης

8 αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,

9 νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,

10 ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·

11 σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,

12 πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·

13 ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει

14 πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ

15 πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,

16 θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,

17 πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες

18 ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης

19 αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·

20 οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.

21 πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον

22 τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.

23 αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,

24 τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι

25 ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,

26 οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε

27 σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,

28 ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.

29 ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.

30 οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς

31 ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.

32 ἔνθα κεν πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·

33 ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν

34 ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.

35 τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον

36 πυκνῇσιν λιθάδεσσιν· δὲ προσέειπεν ἄνακτα·

37 γέρον, ὀλίγου σε κύνες διεδηλήσαντο

38 ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.

39 καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·

40 ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων

41 ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω

42 ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς

43 πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,

44 εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.

45 ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,

46 σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,

47 εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.

48 ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,

49 εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,

50 ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,

51 αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς

52 ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

53 Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι

54 ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.

55 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

56 ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι,

57 ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες

58 ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε

59 γίγνεται ἡμετέρη· γὰρ δμώων δίκη ἐστὶν

60 αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες

61 οἱ νέοι. γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,

62 ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,

63 οἷά τε οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,

64 οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,

65 ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,

66 ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ἐπιμίμνω.

67 τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα·

68 ἀλλʼ ὄλεθʼὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι

69 πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·

70 καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς

71 Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.

72 ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,

73 βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.

74 ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,

75 εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.

76 ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ

77 θέρμʼ αὐτοῖς ὀβελοῖσιν· δʼ ἄλφιτα λευκὰ πάλυνεν·

78 ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,

79 αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·

80 ἔσθιε νῦν, ξεῖνε, τά τε δμώεσσι πάρεστι,

81 χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,

82 οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.

83 οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,

84 ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.

85 καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης

86 ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,

87 πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,

88 καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.

89 οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,

90 κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως

91 μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι

92 κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.

93 ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,

94 οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·

95 οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.

96 γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση

97 ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης

98 οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν

99 ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.

100 δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,

101 τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν

102 βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.

103 ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα

104 ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.

105 τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,

106 ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.

107 αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,

108 καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.

109 ὣς φάθʼ, δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον

110 ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.

111 αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,

112 καί οἱ πλησάμενος δῶκε σκύφον, περ ἔπινεν,

113 οἴνου ἐνίπλειον· δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,

114 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

115 φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,

116 ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;

117 φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.

118 εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.

119 Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,

120 εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.

121 τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·

122 γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν

123 ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,

124 ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται

125 ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.

126 ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,

127 ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·

128 δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,

129 καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,

130 θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.

131 αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.

132 εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.

133 τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ

134 ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·

135 τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ

136 κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.

137 ὣς μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω

138 πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον

139 ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,

140 οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι

141 οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.

142 οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ

143 ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·

144 ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.

145 τὸν μὲν ἐγών, ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν

146 αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·

147 ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.

148 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

149 φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα

150 κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·

151 ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,

152 ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω

153 αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ δώμαθʼ ἵκηται·

154 ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·

155 πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.

156 ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι

157 γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.

158 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,

159 ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·

160 μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.

161 τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.

162 τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,

163 οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου

164 ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.

165 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

166 γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,

167 οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος

168 πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων

169 μίμνησκʼ· γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν

170 ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.

171 ἀλλʼ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς

172 ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια

173 Λαέρτης θʼ γέρων καὶ Τηλέμαχος θεοειδής.

174 νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,

175 Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,

176 καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα

177 πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,

178 τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας

179 ἠέ τις ἀνθρώπων· δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν

180 ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ

181 οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται

182 νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.

183 ἀλλʼ τοι κεῖνον μὲν ἐάσομεν, κεν ἁλώῃ

184 κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.

185 ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες

186 καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·

187 τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;

188 ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται

189 ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;

190 οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.

191 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς

192 τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.

193 εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ

194 ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,

195 δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·

196 ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα

197 οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,

198 ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.

199 ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,

200 ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι

201 υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο

202 γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ

203 παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα

204 Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι

205 ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ

206 ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.

207 ἀλλʼ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι

208 εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο

209 παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,

210 αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.

211 ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων

212 εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα

213 οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν

214 ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα

215 γιγνώσκειν· γάρ με δύη ἔχει ἤλιθα πολλή.

216 μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη

217 καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε

218 ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,

219 οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,

220 ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον

221 ἀνδρῶν δυσμενέων τέ μοι εἴξειε πόδεσσιν.

222 τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν

223 οὐδʼ οἰκωφελίη, τε τρέφει ἀγλαὰ τέκνα,

224 ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν

225 καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,

226 λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.

227 αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·

228 ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.

229 πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν

230 εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν

231 ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.

232 τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω

233 λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα

234 δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.

235 ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς

236 ἐφράσαθʼ, πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,

237 δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα

238 νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος

239 ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.

240 ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,

241 τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν

242 οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.

243 αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·

244 μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν

245 κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα

246 Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,

247 νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.

248 ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.

249 ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι

250 δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον

251 θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.

252 ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης

253 ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ

254 ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι

255 νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι

256 ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.

257 πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,

258 στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.

259 ἔνθʼ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους

260 αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,

261 ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·

262 οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,

263 αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς

264 πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,

265 αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.

266 οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν

267 ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων

268 χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος

269 φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη

270 μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.

271 ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,

272 τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.

273 αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα

274 ποίησʼὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν

275 αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο

276 αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα

277 καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·

278 αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων

279 καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,

280 ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.

281 μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,

282 ἱέμενοι κτεῖναιδὴ γὰρ κεχολώατο λίην

283 ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν

284 ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.

285 ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα

286 χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.

287 ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,

288 δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,

289 τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·

290 ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα

291 Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.

292 ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.

293 ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο

294 ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,

295 ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο

296 ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,

297 κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.

298 τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.

299 δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,

300 μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.

301 ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη

302 φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,

303 δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων

304 νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.

305 Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·

306 δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,

307 ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.

308 οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν

309 κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.

310 αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,

311 ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο

312 ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.

313 τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.

314 ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ

315 γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.

316 ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων

317 ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν

318 αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,

319 χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·

320 ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.

321 ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε

322 ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,

323 καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,

324 χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.

325 καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·

326 τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.

327 τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο

328 ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,

329 ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον

330 ἤδη δὴν ἀπεών, ἀμφαδὸν ἦε κρυφηδόν.

331 ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,

332 νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,

333 οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.

334 ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς

335 ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.

336 ἔνθʼ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ

337 ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ

338 ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.

339 ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,

340 αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.

341 ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,

342 ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,

343 ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·

344 ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.

345 ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ

346 ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες

347 ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.

348 αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ

349 ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,

350 ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ

351 στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι

352 νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.

353 ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,

354 κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες

355 φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι

356 μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον

357 νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ

358 ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες

359 ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.

360 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

361 δειλὲ ξείνων, μοι μάλα θυμὸν ὄρινας

362 ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.

363 ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις

364 εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα

365 μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς

366 νόστον ἐμοῖο ἄνακτος, τʼ ἤχθετο πᾶσι θεοῖσι

367 πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν

368 ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.

369 τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,

370 ἠδέ κε καὶ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω

371 νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.

372 αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε

373 ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια

374 ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.

375 ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,

376 ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,

377 ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·

378 ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,

379 ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,

380 ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,

381 ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.

382 φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι

383 νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·

384 καὶ φάτʼ ἐλεύσεσθαι ἐς θέρος ἐς ὀπώρην,

385 πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.

386 καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,

387 μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·

388 οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,

389 ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.

390 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς

391 μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,

392 οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.

393 ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε

394 μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.

395 εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,

396 ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι

397 Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·

398 εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,

399 δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,

400 ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.

401 τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·

402 ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε

403 εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,

404 ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,

405 αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·

406 πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.

407 νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι

408 εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.

409 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

410 ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.

411 τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,

412 κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων

413 αὐτὰρ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·

414 ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω

415 τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν

416 δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·

417 ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.

418 ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,

419 οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.

420 τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης

421 λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·

422 ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν

423 ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν

424 νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.

425 κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·

426 τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·

427 αἶψα δέ μιν διέχευαν· δʼ ὠμοθετεῖτο συβώτης,

428 πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,

429 καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,

430 μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,

431 ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,

432 βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης

433 ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.

434 καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·

435 τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,

436 θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·

437 νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν

438 ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·

439 καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·

440 αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο

441 ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.

442 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

443 ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,

444 οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,

445 ὅττι κεν θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.

446 ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,

447 σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ

448 ἐν χείρεσσιν ἔθηκεν· δʼ ἕζετο παρὰ μοίρῃ.

449 σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης

450 αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,

451 νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·

452 πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.

453 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

454 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

455 σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον

456 σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.

457 νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς

458 πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.

459 τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,

460 εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, τινʼ ἑταίρων

461 ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·

462 κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,

463 εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει

464 ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι

465 καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,

466 καί τι ἔπος προέηκεν περ τʼ ἄρρητον ἄμεινον.

467 ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.

468 εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,

469 ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.

470 ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,

471 τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.

472 ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,

473 ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,

474 ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες

475 κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,

476 πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,

477 ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.

478 ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,

479 εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·

480 αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον

481 ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,

482 ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.

483 ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,

484 καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα

485 ἀγκῶνι νύξας· δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·

486 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

487 οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα

488 δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων

489 οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.

490 ὣς ἐφάμην, δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ,

491 οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·

492 φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·

493 σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.

494 καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·

495 κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.

496 λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη

497 εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,

498 εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.

499 ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,

500 καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,

501 βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου

502 κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.

503 ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·

504 δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,

505 ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·

506 νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.

507 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

508 γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,

509 οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·

510 τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,

511 ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,

512 νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.

513 οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες

514 ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.

515 αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,

516 αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,

517 πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.

518 ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς

519 εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.

520 ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ

521 πυκνὴν καὶ μεγάλην, οἱ παρεκέσκετʼ ἀμοιβάς,

522 ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.

523 ὣς μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ αὐτὸν

524 ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ

525 ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,

526 ἀλλʼ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,

527 ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.

528 πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,

529 ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,

530 ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,

531 εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.

532 βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες

533 πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.

Notes

Textual notes

From A. T. Murray · 1919

  1. 1

    θαμέας: μεγάλους.

  2. 2

    Line 154 is omitted in most MSS.

  3. 3

    The whole passage 158–64 (158–62 = xix. 303–7) is treated in widely different ways by different critics. Aristarchus appears to have rejected 159 and 162–4, and in an important MS. (U₅ Allen, M Ludwich) lines 160–4 are marked with the asterisk. Lines 161–2 are out of harmony with the context here and seem clearly to have been brought in from the parallel passage in Book XIX; see Monro.

  4. 4

    Lines 174–84 appear to have been rejected by Aristarchus. Eumaeus could know nothing of the ambush.

  5. 5

    ἐλέησεν: ἐσάωσεν·

  6. 6

    Lines 369–70 (= i. 239–40; cf. xxiv. 32–3) are omitted in many MSS.

  7. 7

    Line 495 (= Iliad ii. 56) was rejected by Aristarchus.

  8. 8

    Lines 503–6 were rejected by Aristarchus.

  9. 9

    Lines 515–7 are omitted in many MSS.

Ὁμήρου Ὀδύσσεια

Books

    24 books · 12,107 lines

    Translation

    Edition document