Ὅμηρος

Ὀδύσσειαο

About this edition

A. T. Murray · 1919

The text is drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ὀδύσσεια ο

557 lines

1 δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη

2 ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν

3 νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.

4 εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν

5 εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,

6 τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·

7 Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ

8 νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.

9 ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·

10 Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,

11 κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν

12 οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι

13 κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.

14 ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον

15 πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.

16 ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται

17 Εὐρυμάχῳ γήμασθαι· γὰρ περιβάλλει ἅπαντας

18 μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·

19 μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.

20 οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·

21 κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,

22 παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο

23 οὐκέτι μέμνηται τεθνηότος οὐδὲ μεταλλᾷ.

24 ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα

25 δμῳάων τίς τοι ἀρίστη φαίνεται εἶναι,

26 εἰς κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.

27 ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.

28 μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν

29 ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.

30 ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.

31 ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει

32 ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.

33 ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,

34 νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν

35 ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.

36 αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,

37 νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,

38 αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,

39 ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.

40 ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω

41 ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,

42 οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.

43 μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,

44 αὐτὰρ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν

45 λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·

46 ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους

47 ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.

48 τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·

49 Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο

50 νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.

51 ἀλλὰ μένʼ εἰς κε δῶρα φέρων ἐπιδίφρια θήῃ

52 ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,

53 καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.

54 τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα

55 ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.

56 ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

57 ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,

58 ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.

59 τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,

60 σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα

61 δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις

62 ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα

63 Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·

64 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,

65 ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·

66 ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.

67 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·

68 Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω

69 ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ

70 ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,

71 ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.

72 ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι

73 ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.

74 χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.

75 ἀλλὰ μένʼ εἰς κε δῶρα φέρων ἐπιδίφρια θείω

76 καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ

77 δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.

78 ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,

79 δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.

80 εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,

81 ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,

82 ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας

83 αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,

84 ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,

85 ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.

86 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

87 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,

88 βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν

89 οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·

90 μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,

91 τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.

92 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,

93 αὐτίκʼ ἄρʼ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε

94 δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.

95 ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,

96 ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·

97 τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος

98 ὀπτῆσαί τε κρεῶν· δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.

99 αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,

100 οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.

101 ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,

102 Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,

103 υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν

104 ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,

105 ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.

106 τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,

107 ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,

108 ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.

109 βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο

110 Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·

111 Τηλέμαχʼ, τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,

112 ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.

113 δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,

114 δώσω κάλλιστον καὶ τιμηέστατόν ἐστι.

115 δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ

116 ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,

117 ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ Φαίδιμος ἥρως,

118 Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε

119 κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.

120 ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον

121 ἥρως Ἀτρεΐδης· δʼ ἄρα κρητῆρα φαεινὸν

122 θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,

123 ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος

124 πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

125 δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,

126 μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,

127 σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ

128 κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο

129 οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.

130 ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, δʼ ἐδέξατο χαίρων.

131 καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως

132 δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·

133 τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.

134 ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.

135 χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα

136 καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,

137 νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

138 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·

139 εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·

140 πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·

141 οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.

142 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

143 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

144 δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς

145 ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,

146 ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.

147 τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,

148 οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,

149 ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.

150 στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·

151 χαίρετον, κούρω, καὶ Νέστορι ποιμένι λαῶν

152 εἰπεῖν· γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,

153 ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.

154 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

155 καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,

156 πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς

157 νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,

158 εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης

159 ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.

160 ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,

161 αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,

162 ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο

163 ἀνέρες ἠδὲ γυναῖκες· δέ σφισιν ἐγγύθεν ἐλθὼν

164 δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες

165 γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.

166 τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·

167 φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,

168 νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.

169 ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,

170 ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.

171 τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·

172 κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ

173 ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.

174 ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ

175 ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,

176 ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς

177 οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη

178 οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.

179 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

180 οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·

181 τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.

182 καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα

183 ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.

184 οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.

185 δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·

186 ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,

187 υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.

188 ἔνθα δὲ νύκτʼ ἄεσαν δὲ τοῖς πὰρ ξείνια θῆκεν.

189 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

190 ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,

191 ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·

192 μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.

193 αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·

194 καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·

195 Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας

196 μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι

197 ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·

198 ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.

199 μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,

200 μή μʼ γέρων ἀέκοντα κατάσχῃ ἐνὶ οἴκῳ

201 ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.

202 ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,

203 ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.

204 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·

205 στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,

206 νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,

207 ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·

208 καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·

209 σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,

210 πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.

211 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·

212 οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,

213 ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ φημι

214 ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.

215 ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους

216 ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.

217 Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·

218 ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,

219 αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.

220 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,

221 αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.

222 τοι μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ

223 νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ

224 τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,

225 μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,

226 ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,

227 ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·

228 δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων

229 Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,

230 ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν

231 εἶχε βίῃ. δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο

232 δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων

233 εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,

234 τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.

235 ἀλλʼ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους

236 ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς

237 ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα

238 ἠγάγετο πρὸς δώμαθʼ. δʼ ἄλλων ἵκετο δῆμον,

239 Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν

240 ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν

241 ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,

242 γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.

243 Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,

244 αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,

245 ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων

246 παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,

247 ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.

248 τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.

249 Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·

250 ἀλλʼ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς

251 κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·

252 αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων

253 θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·

254 ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,

255 ἔνθʼ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.

256 τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν,

257 ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν

258 σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,

259 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

260 φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,

261 λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα

262 σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,

263 εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·

264 τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;

265 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

266 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.

267 ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,

268 εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.

269 τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν

270 ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.

271 τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·

272 οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς

273 ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε

274 Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.

275 τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν

276 φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.

277 ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,

278 μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.

279 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

280 οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,

281 ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.

282 ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,

283 καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·

284 ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.

285 ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ

286 εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.

287 Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν

288 ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.

289 ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης

290 στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,

291 ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.

292 τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,

293 λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα

294 νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.

295 βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.

296 δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·

297 δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ

298 ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.

299 ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,

300 ὁρμαίνων κεν θάνατον φύγοι κεν ἁλώῃ.

301 τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς

302 δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.

303 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

304 τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,

305 μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι

306 αὐτοῦ ἐνὶ σταθμῷ, ὀτρύνειε πόλινδε·

307 κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·

308 ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι

309 πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.

310 ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον

311 ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ

312 πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.

313 καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο

314 ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,

315 καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,

316 εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.

317 αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.

318 ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·

319 Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων

320 ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,

321 δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,

322 πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,

323 δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,

324 οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.

325 τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·

326 μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα

327 ἔπλετο; σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.

328 εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,

329 τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.

330 οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,

331 ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,

332 αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,

333 οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι

334 σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.

335 ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,

336 οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.

337 αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,

338 κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,

339 πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.

340 τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·

341 αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο

342 ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.

343 πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·

344 ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν

345 ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.

346 νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,

347 εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο

348 πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,

349 που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,

350 ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.

351 τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·

352 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.

353 Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ

354 θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·

355 ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο

356 κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, μάλιστα

357 ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.

358 δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,

359 λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε

360 ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.

361 ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,

362 τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,

363 οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,

364 θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·

365 τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.

366 αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,

367 τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,

368 αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη

369 καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα

370 ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.

371 νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ

372 ἔργον ἀέξουσιν μάκαρες θεοὶ ἐπιμίμνω·

373 τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.

374 ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι

375 οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,

376 ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν

377 ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι

378 καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι

379 ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.

380 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

381 πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,

382 πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.

383 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

384 ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,

385 ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,

386 σέ γε μουνωθέντα παρʼ οἴεσιν παρὰ βουσὶν

387 ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν

388 τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, δʼ ἄξιον ὦνον ἔδωκε.

389 τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·

390 ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,

391 σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον

392 ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,

393 ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,

394 πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.

395 τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,

396 εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι

397 δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.

398 νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε

399 κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,

400 μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,

401 ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.

402 τοῦτο δέ τοι ἐρέω μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.

403 νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,

404 Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,

405 οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,

406 εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.

407 πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη

408 νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·

409 ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,

410 ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν

411 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.

412 ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·

413 τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,

414 Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.

415 ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,

416 τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.

417 ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,

418 καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·

419 τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.

420 πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ

421 εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει

422 θηλυτέρῃσι γυναιξί, καὶ κʼ εὐεργὸς ἔῃσιν.

423 εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·

424 δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·

425 ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,

426 κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·

427 ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες

428 ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες

429 τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· δʼ ἄξιον ὦνον ἔδωκε.

430 τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·

431 ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,

432 ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ

433 αὐτούς τʼ; γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.

434 τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·

435 εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,

436 ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.

437 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.

438 αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,

439 τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·

440 σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν

441 ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἐν ἀγυιῇ,

442 που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι

443 ἐλθὼν ἐξείπῃ, δʼ ὀϊσάμενος καταδήσῃ

444 δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.

445 ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.

446 ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,

447 ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·

448 οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·

449 καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.

450 παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,

451 κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·

452 τόν κεν ἄγοιμʼ ἐπὶ νηός, δʼ ὑμῖν μυρίον ὦνον

453 ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.

454 μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,

455 οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες

456 ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.

457 ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,

458 καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.

459 ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς

460 χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.

461 τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ

462 χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,

463 ὦνον ὑπισχόμεναι· δὲ τῇ κατένευσε σιωπῇ.

464 τοι καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,

465 δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.

466 εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας

467 ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.

468 οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,

469 δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ

470 ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.

471 δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·

472 ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,

473 ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.

474 οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,

475 νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.

476 ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·

477 ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,

478 τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα,

479 ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ.

480 καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι

481 ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·

482 τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,

483 ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.

484 οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.

485 τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·

486 Εὔμαιʼ, μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας

487 ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.

488 ἀλλʼ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε

489 Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας

490 ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε

491 ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε

492 πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.

493 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

494 καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·

495 αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου

496 Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν

497 καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·

498 ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·

499 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,

500 δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.

501 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

502 τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·

503 ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,

504 αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·

505 ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.

506 ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,

507 δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.

508 τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·

509 πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι

510 ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;

511 ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;

512 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

513 ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην

514 ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ

515 χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ

516 ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ

517 φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.

518 ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,

519 Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,

520 τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·

521 καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα

522 μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.

523 ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,

524 εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.

525 ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,

526 κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι

527 τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε

528 μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.

529 τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας

530 ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

531 Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις

532 ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.

533 ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο

534 ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.

535 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

536 αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·

537 τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα

538 ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.

539 καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·

540 Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα

541 πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·

542 καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν

543 ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς κεν ἔλθω.

544 τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·

545 Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,

546 τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.

547 ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους

548 αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.

549 οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.

550 Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,

551 εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,

552 νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.

553 οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε

554 Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·

555 τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,

556 ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης

557 ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,

Notes

Textual notes

From A. T. Murray · 1919

  1. 1

    Line 19 was rejected by Aristarchus.

  2. 2

    Line 45 (cf. Iliad x. 158) was rejected by Aristarchus.

  3. 3

    Line 63 is omitted in many MSS.

  4. 4

    Line 74 was omitted in many ancient editions.

  5. 5

    Lines 78–85 were rejected by Aristarchus.

  6. 6

    Lines 113–19 (= iv. 613–19) are omitted in some MSS.

  7. 7

    Line 139 is omitted in most MSS.

  8. 8

    Line 251 was rejected by Aristarchus.

  9. 9

    Line 295 is twice cited by Strabo, but is not found in any MS. of the Odyssey.

  10. 10

    δανά: πολλά.

  11. 11

    Line 345 is omitted in many MSS.

  12. 12

    ἀεὶ δμώεσσιν: ἐνὶ στήθεσσιν.

Ὁμήρου Ὀδύσσεια

Books

    24 books · 12,107 lines

    Translation

    Edition document