Ὀδύσσεια π
480 lines
1 τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
2 ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,
3 ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·
4 Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
5 οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
6 σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.
7 αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
8 Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος
9 ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
10 ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.
11 οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
12 ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,
13 ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,
14 κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,
15 κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
16 χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
17 ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ
18 ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
19 μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,
20 ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
21 πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·
22 καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
23 ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
24 ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
25 ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ
26 τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
27 οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,
28 ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,
29 ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.
30 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
31 ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω,
32 ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,
33 ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη
34 ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ
35 χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.
36 τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
37 καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
38 σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ
39 φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
40 ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·
41 αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
42 τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·
43 Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·
44 ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
45 σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.
46 ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης.
47 χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·
48 ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
49 τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
50 ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
51 σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,
52 ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·
53 αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
54 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
55 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
56 δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·
57 ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ ναῦται
58 ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
59 οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
60 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
61 τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
62 ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
63 φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι
64 πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
65 νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς
66 ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·
67 ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.
68 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
69 Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
70 πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
71 αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
72 ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·
73 μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
74 ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
75 εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
76 ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
77 μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
78 ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
79 ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
80 δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
81 πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
82 εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·
83 εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
84 ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
85 κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι
86 ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
87 μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.
88 πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
89 ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
90 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
91 ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
92 ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
93 οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
94 ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
95 εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
96 ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
97 ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
98 μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
99 αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,
100 ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·
102 αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
103 εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
104 ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.1
105 εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,
106 βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
107 τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
108 ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
109 ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
110 καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας
111 μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
112 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
113 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
114 οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
115 οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ
116 μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
117 ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·
118 μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,
119 μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς
120 μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.
121 τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.
122 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
123 Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
124 ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
125 τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
126 ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
127 ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
128 οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
129 ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
130 ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ
131 εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.
132 αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,
133 οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν
134 πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.
135 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
136 γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
137 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
138 ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
139 δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων
140 ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ
141 πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·
142 αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,
143 οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,
144 οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε
145 ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.
146 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
147 ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·
148 εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,
149 πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
150 ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς
151 πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν
152 ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα2
153 κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.
154 ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ πέδιλα,
155 δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην
156 λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,
157 ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτιο γυναικὶ
158 καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.
159 στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·
160 οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,
161 οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,
162 ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο
163 κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.
164 ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,
165 ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
166 στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·
167 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.
168 ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
169 ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε
170 ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ
171 δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.
172 ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
173 φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
174 θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.
175 ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,
176 κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
177 ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς
178 ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,
179 ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,
180 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
181 ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,
182 ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.
183 ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·
184 ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
185 ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων
186 τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
187 οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;
188 ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
189 πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
190 ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
191 δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.
192 Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,
193 ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
194 οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
195 θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
196 οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
197 ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
198 ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
199 ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·
200 νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
201 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
202 Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
203 οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·
204 οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
205 ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς3,
206 ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
207 αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
208 ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
209 ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε
210 ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.
211 ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
212 ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
213 ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ
214 ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
215 ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
216 κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
217 φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
218 ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
219 ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
220 καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
221 εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
222 ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
223 ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
224 οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ4 ἱκέσθαι.
225 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
226 τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
227 Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
228 ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·
229 καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
230 κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
231 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.
232 καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·
233 νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
234 ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
235 ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
236 ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
237 καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
238 φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι
239 μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.
240 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
241 ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
242 χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·
243 ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη
244 ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
245 μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,
246 ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.
247 ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
248 κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
249 ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,
250 ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
251 ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
252 καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
253 καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
254 τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
255 μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
256 ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,
257 φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
258 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
259 τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
260 καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
261 ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.
262 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
263 ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,
264 ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις
265 ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
266 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
267 οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
268 φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
269 ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
270 ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν
271 οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
272 αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
273 πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
274 εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
275 τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
276 ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
277 ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.
278 ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
279 μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
280 πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
281 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·5
282 ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,
283 νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας
284 ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
285 ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
286 πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
287 παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
288 ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
289 οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
290 ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
291 πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
292 μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
293 ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
294 καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
295 νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
296 καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
297 ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα
298 Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
299 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
300 εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
301 μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
302 μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
303 μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,
304 ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·
305 καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
306 ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
307 ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.
308 τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
309 ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,
310 γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·
311 ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
312 ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.
313 δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
314 ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι
315 χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.
316 ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
317 αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
318 ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
319 ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,
320 εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
321 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
322 ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
323 ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
324 οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
325 νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
326 τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
327 αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
328 αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
329 ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
330 οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει
331 ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ
332 ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
333 τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
334 τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.
335 ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,
336 κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·
337 ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
338 Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς
339 πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
340 αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
341 βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.
342 μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,
343 ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
344 αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
345 τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
346 ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται
347 Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
348 ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,
349 ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
350 κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
351 οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,
352 στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
353 ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
354 ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·
355 μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
356 ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
357 νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.
358 ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
359 αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
360 τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
361 αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
362 εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
363 τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
364 ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
365 ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας
366 αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
367 οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ
368 νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
369 Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
370 αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
371 ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
372 Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω
373 τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
374 αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
375 λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.
376 ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
377 εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
378 ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς
379 οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·
380 οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·
381 μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
382 γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·
383 ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος
384 ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,
385 δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε
386 κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.
387 εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε
388 αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
389 μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν
390 ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος
391 μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
392 γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
393 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
394 τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
395 Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
396 ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
397 ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
398 ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
399 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
400 ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
401 Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
402 κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
403 εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
404 αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·
405 εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
406 ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
407 αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
408 ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
409 ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,
410 μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
411 πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·
412 κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
413 βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
414 ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
415 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
416 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
417 Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
418 Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
419 ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον
420 βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.
421 μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
422 ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
423 μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
424 ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
425 δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,
426 οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
427 ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·
428 τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
429 ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·
430 ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
431 τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
432 παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·
433 ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
434 τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
435 κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
436 θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
437 οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,
438 ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
439 ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
440 ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
441 αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
442 ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
443 πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
444 ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
445 τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
446 ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
447 ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.
448 ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.
449 ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
450 κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
451 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
452 ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
453 ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
454 σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
455 ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα
456 ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
457 λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
458 γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
459 ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
460 τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·
461 ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;
462 ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
463 ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
464 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
465 οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
466 ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
467 ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.
468 ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,
469 κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
470 ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
471 ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,
472 ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
473 ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,
474 βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·
475 καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.
476 ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο
477 ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.
478 οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
479 δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
480 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
481 κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.