Ὅμηρος

Ὀδύσσειαρ

About this edition

A. T. Murray · 1919

The text is drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ὀδύσσεια ρ

606 lines

1 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

2 δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα

3 Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,

4 εἵλετο δʼ ἄλκιμον ἔγχος, οἱ παλάμηφιν ἀρήρει,

5 ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·

6 ἄττʼ, τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ

7 ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω

8 κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,

9 πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.

10 τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι

11 δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι

12 πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας

13 ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·

14 ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ

15 ἔσσεται· γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.

16 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

17 φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·

18 πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς

19 δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.

20 οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,

21 ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.

22 ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,

23 αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.

24 αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ

25 στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.

26 ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,

27 κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.

28 αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,

29 ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,

30 αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.

31 τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,

32 κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,

33 δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι

34 δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,

35 καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.

36 δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,

37 Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,

38 ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,

39 κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,

40 καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

41 ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε

42 ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε

43 λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.

44 ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.

45 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

46 μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ

47 ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·

48 ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,

49 εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν

50 εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας

51 ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.

52 αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω

53 ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.

54 τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,

55 Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα

56 ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς κεν ἔλθω.

57 ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.

58 δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,

59 εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας

60 ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.

61 Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει

62 ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.

63 θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·

64 τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.

65 ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο

66 ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.

67 αὐτὰρ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,

68 ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης,

69 οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,

70 ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα.

71 τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν

72 ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν

73 Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη.

74 τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·

75 Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,

76 ὥς τοι δῶρʼ ἀποπέμψω, τοι Μενέλαος ἔδωκε.

77 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

78 Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.

79 εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι

80 λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,

81 αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, τινα τῶνδε·

82 εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,

83 δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.

84 ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.

85 αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,

86 χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,

87 ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.

88 τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,

89 ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,

90 ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.

91 χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα

92 καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,

93 νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

94 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,

95 εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.

96 μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο

97 κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.

98 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,

99 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

100 τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·

101 Τηλέμαχʼ, τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα

102 λέξομαι εἰς εὐνήν, μοι στονόεσσα τέτυκται,

103 αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς

104 ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,

105 πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,

106 νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.

107 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

108 τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.

109 ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·

110 δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν

111 ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν

112 ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος

113 ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.

114 αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,

115 ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·

116 ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,

117 ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.

118 ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ

119 Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.

120 εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος

121 ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·

122 αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·

123 καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·

124 πόποι, μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ

125 ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.

126 ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος

127 νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς

128 κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα

129 βοσκομένη, δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,

130 ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,

131 ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.

132 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

133 τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ

134 ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,

135 κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,

136 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·

137 πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.

138 ταῦτα δʼ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε

139 ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,

140 ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,

141 τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.

142 φῆ μιν γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,

143 νύμφης ἐν μεγάροισι Καλυψοῦς, μιν ἀνάγκῃ

144 ἴσχει· δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.

145 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,

146 οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης

147 ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.

148 ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον

149 ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.

150 ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.

151 τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·

152 γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,

153 τοι γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·

154 ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·

155 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα

156 ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,

157 ὡς τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,

158 ἥμενος ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,

159 ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·

160 τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς

161 ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.

162 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

163 αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·

164 τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα

165 ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.

166 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

167 μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο

168 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,

169 ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.

170 ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα

171 πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,

172 καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα

173 ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·

174 κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις,

175 ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·

176 οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.

177 ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.

178 αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,

179 χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,

180 οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,

181 ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,

182 δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε

183 ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.

184 τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·

185 ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις

186 σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός σʼ ἂν ἐγώ γε

187 αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·

188 ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω

189 νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί

190 ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα

191 ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.

192 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

193 γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.

194 ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.

195 δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,

196 σκηρίπτεσθʼ, ἐπεὶ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.

197 ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,

198 πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·

199 Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.

200 τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες

201 ῥύατʼ ὄπισθε μένοντες· δʼ ἐς πόλιν ἦγεν ἄνακτα

202 πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,

203 σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.

204 ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν

205 ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο

206 τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,

207 τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·

208 ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,

209 πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ

210 ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο

211 νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·

212 ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς

213 αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,

214 δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.

215 τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,

216 ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·

217 νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,

218 ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.

219 πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,

220 πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;

221 ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,

222 αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·

223 τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι

224 σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,

225 καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.

226 ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει

227 ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον

228 βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.

229 ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

230 αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,

231 πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων

232 πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.

233 ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν

234 ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,

235 ἀλλʼ ἔμενʼ ἀσφαλέως· δὲ μερμήριξεν Ὀδυσσεὺς

236 ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,

237 πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.

238 ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης

239 νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·

240 νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς

241 ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,

242 ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,

243 ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ δαίμων·

244 τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,

245 τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ

246 ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.

247 τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·

248 πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,

249 τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης

250 ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.

251 αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων

252 σήμερον ἐν μεγάροις, ὑπὸ μνηστῆρσι δαμείη,

253 ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.

254 ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,

255 αὐτὰρ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.

256 αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,

257 ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.

258 τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,

259 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα

260 ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς

261 στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ

262 φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν

263 Φήμιος· αὐτὰρ χειρὸς ἑλὼν προσέειπε συβώτην·

264 Εὔμαιʼ, μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,

265 ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.

266 ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ

267 τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ

268 δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.

269 γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται

270 ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ

271 ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.

272 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

273 ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.

274 ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.

275 ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,

276 δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·

277 εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·

278 μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας

279 βάλῃ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.

280 τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·

281 γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.

282 ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.

283 οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·

284 τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα

285 κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·

286 γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,

287 οὐλομένην, πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,

288 τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται

289 πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.

290 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

291 ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,

292 Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς

293 θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν

294 ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες

295 αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·

296 δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,

297 ἐν πολλῇ κόπρῳ, οἱ προπάροιθε θυράων

298 ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν

299 δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·

300 ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.

301 δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,

302 οὐρῇ μέν ῥʼ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,

303 ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος

304 ἐλθέμεν· αὐτὰρ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,

305 ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·

306 Εὔμαιʼ, μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ.

307 καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,

308 εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,

309 αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν

310 γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.

311 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

312 καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.

313 εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,

314 οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,

315 αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.

316 οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης

317 κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·

318 νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης

319 ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.

320 δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,

321 οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·

322 ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς

323 ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.

324 ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,

325 βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.

326 Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,

327 αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.

328 τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς

329 ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα

330 νεῦσʼ ἐπὶ οἷ καλέσας· δὲ παπτήνας ἕλε δίφρον

331 κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ

332 δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·

333 τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν

334 ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ

335 μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.

336 ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,

337 πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,

338 σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.

339 ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,

340 κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων

341 ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.

342 Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,

343 ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο

344 καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·

345 δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε

346 αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·

347 αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.

348 ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,

349 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·

350 Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει

351 αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·

352 αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.

353 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

354 Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,

355 καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.

356 ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν

357 αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,

358 ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·

359 εὖθʼ δεδειπνήκειν, δʼ ἐπαύετο θεῖος ἀοιδός.

360 μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,

361 ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα

362 ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,

363 γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·

364 ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.

365 βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,

366 πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.

367 οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,

368 ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.

369 τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·

370 κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,

371 τοῦδε περὶ ξείνου· γάρ μιν πρόσθεν ὄπωπα.

372 τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,

373 αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.

374 ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·

375 ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε

376 ἤγαγες; οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,

377 πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;

378 ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος

379 ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;

380 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

381 Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·

382 τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν

383 ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,

384 μάντιν ἰητῆρα κακῶν τέκτονα δούρων,

385 καὶ θέσπιν ἀοιδόν, κεν τέρπῃσιν ἀείδων;

386 οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·

387 πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα αὐτόν.

388 ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων

389 δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε

390 οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια

391 ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.

392 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

393 σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·

394 Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ

395 μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.

396 ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·

397 Ἀντίνοʼ, μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,

398 ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι

399 μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.

400 δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·

401 μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον

402 δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.

403 ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·

404 αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι δόμεν ἄλλῳ.

405 τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·

406 Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.

407 εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,

408 καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.

409 ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης

410 κείμενον, ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·

411 οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην

412 σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς

413 αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·

414 στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·

415 δός, φίλος· οὐ μέν μοι δοκέεις κάκιστος Ἀχαιῶν

416 ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.

417 τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι

418 σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.

419 καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον

420 ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,

421 τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·

422 ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ

423 οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.

424 ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίωνἤθελε γάρ που

425 ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν

426 Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.

427 στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.

428 ἔνθʼ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους

429 αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,

430 ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.

431 οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,

432 αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς

433 πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,

434 αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.

435 οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν

436 ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων

437 χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος

438 φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη

439 στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.

440 ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,

441 τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.

442 αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,

443 Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·

444 ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.

445 τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·

446 τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;

447 στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,

448 μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·

449 ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.

450 ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι

451 μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς

452 ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.

453 τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·

454 πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·

455 οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,

456 ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης

457 σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.

458 ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,

459 καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·

460 νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω

461 ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.

462 ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,

463 πρυμνότατον κατὰ νῶτον· δʼ ἐστάθη ἠΰτε πέτρη

464 ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,

465 ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

466 ἂψ δʼ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην

467 θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·

468 κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,

469 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

470 οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,

471 ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι

472 βλήεται, περὶ βουσὶν ἀργεννῇς ὀΐεσσιν·

473 αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,

474 οὐλομένης, πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.

475 ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,

476 Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.

477 τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·

478 ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἄπιθʼ ἄλλῃ,

479 μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,

480 ποδὸς καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.

481 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·

482 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

483 Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,

484 οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.

485 καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,

486 παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,

487 ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.

488 ὣς ἄρʼ ἔφαν μνηστῆρες, δʼ οὐκ ἐμπάζετο μύθων.

489 Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε

490 βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,

491 ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

492 τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια

493 βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·

494 αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.

495 τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·

496 εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·

497 οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.

498 τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

499 μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·

500 Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.

501 ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα

502 ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·

503 ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,

504 οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.

505 μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,

506 ἡμένη ἐν θαλάμῳ· δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·

507 δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·

508 ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι

509 ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι

510 εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται

511 ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.

512 τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα

513 εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·

514 οἷʼ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.

515 τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα

516 ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·

517 ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.

518 ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ

519 ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,

520 τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·

521 ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.

522 φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,

523 Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.

524 ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,

525 προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,

526 ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,

527 ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.

528 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

529 ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.

530 οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.

531 αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.

532 αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ,

533 σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,

534 οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,

535 βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,

536 εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,

537 μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,

538 οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.

539 εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,

540 αἶψά κε σὺν παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.

541 ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα

542 σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,

543 αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·

544 ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.

545 οὐχ ὁράᾳς μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;

546 τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο

547 πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.

548 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·

549 αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,

550 ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.

551 ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·

552 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·

553 ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,

554 μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί θυμὸς

555 ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.

556 εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,

557 ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα

558 χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον

559 γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.

560 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

561 Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι

562 κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·

563 οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.

564 ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,

565 τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.

566 καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα

567 οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,

568 οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.

569 τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι

570 μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·

571 καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,

572 ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι

573 λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.

574 ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.

575 τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·

576 οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;

577 τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως

578 αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.

579 τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

580 μυθεῖται κατὰ μοῖραν, πέρ κʼ οἴοιτο καὶ ἄλλος,

581 ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.

582 ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.

583 καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, βασίλεια,

584 οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.

585 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

586 οὐκ ἄφρων ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·

587 οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων

588 ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.

589 μὲν ἄρʼ ὣς ἀγόρευεν, δʼ ᾤχετο δῖος ὑφορβὸς

590 μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.

591 αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,

592 ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·

593 φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,

594 σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.

595 αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ

596 μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,

597 τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.

598 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

599 ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·

600 ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·

601 αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.

602 ὣς φάθʼ, δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου,

603 πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος

604 βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,

605 πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ

606 τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.

Notes

Textual notes

From A. T. Murray · 1919

  1. 1

    Line 49 is omitted in some MSS., and in others is placed after line 51.

  2. 2

    δύω κύνες: κύνες πόδας; cf. ii. 11.

  3. 3

    πολλὰ . . . μόγησαν: πολλοὶ . . . δάμησαν.

  4. 4

    Lines 150–65 were rejected in antiquity.

  5. 5

    Line 181 was rejected by Aristophanes and Aristarchus.

  6. 6

    δίοιτο: ἴδοιτο.

  7. 7

    Line 359 was rejected by Aristarchus.

  8. 8

    Σίγα: Ἄττα.

  9. 9

    Line 402 is omitted in some MSS.

  10. 10

    ἵκηαι: ἴδηαι.

  11. 11

    Lines 450–2 were rejected by Aristarchus.

  12. 12

    Lines 475–80 were rejected by Aristarchus.

  13. 13

    Lines 501–4 were rejected by Aristarchus.

  14. 14

    Line 547 is omitted in some MSS.

  15. 15

    Line 565 is omitted in many MSS.

Ὁμήρου Ὀδύσσεια

Books

    24 books · 12,107 lines

    Translation

    Edition document