Ὀδύσσεια σ
428 lines
1 ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ
2 πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ
3 ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς
4 οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
5 Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ
6 ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
7 οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·
8 ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
9 καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·
10 εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
11 οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
12 ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.
13 ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.
14 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
15 δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,
16 οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.
17 οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
18 ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
19 ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
20 χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
21 μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
22 αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη
23 αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω
24 δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
25 τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·
26 ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
27 γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
28 κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
29 γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
30 ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
31 μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
32 ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
33 οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
34 τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
35 ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
36 ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
37 οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
38 ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
39 χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.
40 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
41 ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
42 τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
43 κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
44 γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
45 κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·
46 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
47 τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·
48 αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον
49 πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
50 ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
51 τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
52 ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
53 ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ
54 ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
55 ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
56 μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
57 πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.
58 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
59 αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,1
60 τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
61 ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
62 τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν
63 δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
64 ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,
65 Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
66 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
67 ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
68 καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
69 στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
70 ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
71 μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
72 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
73 ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
74 οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
75 ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
76 ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
77 δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
78 Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
79 νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,
80 εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
81 ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
82 ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
83 αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,
84 πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,
85 εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
86 ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
87 μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.
88 ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
89 ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.
90 δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
91 ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
92 ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.
93 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
94 ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.
95 δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον
96 Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω
97 ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,
98 κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας
99 λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ
100 χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
101 ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,
102 αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς
103 εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
104 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
105 ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,
106 μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
107 λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
108 ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
109 πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
110 ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω
111 ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·2
112 Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
113 ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
114 ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
115 ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε3
116 εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
117 ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
118 Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
119 ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ
120 ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
121 καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
122 χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
123 ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
124 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
125 Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
126 τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
127 Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
128 τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
129 τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
130 οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
131 πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
132 οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
133 ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
134 ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
135 καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·
136 τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
137 οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
138 καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
139 πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
140 πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
141 τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
142 ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
143 οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
144 κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
145 ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
146 δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
147 οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
148 ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
149 οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
150 μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
151 ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
152 ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
153 αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
154 νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
155 ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
156 Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
157 ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
158 τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
159 κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
160 μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
161 θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
162 μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
163 ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
164 Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
165 μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
166 παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
167 μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
168 οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
169 τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
170 ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
171 ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
172 χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
173 μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
174 ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
175 ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
176 ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
177 τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
178 Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
179 χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
180 ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
181 ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
182 ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
183 ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
184 οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
185 ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
186 ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
187 ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
188 κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
189 εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
190 αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων
191 ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
192 κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
193 ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
194 χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
195 καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
196 λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
197 ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
198 ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
199 φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
200 καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
201 ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.
202 αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
203 αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν
204 αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
205 παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
206 ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
207 οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
208 ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
209 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
210 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
211 ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
212 τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
213 πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
214 ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
215 Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
216 παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·
217 νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
218 καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
219 ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
220 οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
221 οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
222 ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
223 πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
224 ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
225 σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.
226 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
227 μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
228 αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
229 ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.4
230 ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
231 ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
232 οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.
233 οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
234 μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
235 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
236 οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
237 νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
238 οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
239 ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν
240 ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
241 οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
242 οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
243 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
244 Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·
245 κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
246 εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,
247 πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
248 ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν
249 εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.
250 τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
251 Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
252 ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
253 Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
254 εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
255 μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
256 νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
257 ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
258 δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·
259 ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς
260 ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·
261 καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
262 ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν
263 ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα
264 ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
265 τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω
266 αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
267 μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
268 ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·
269 αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
270 γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.
271 κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
272 νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
273 οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
274 ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
275 μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·
276 οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
277 μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
278 αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
279 κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
280 ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
281 ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
282 οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
283 μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
284 τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
285 κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
286 δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
287 δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
288 ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
289 πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
290 ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·
291 δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
292 Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
293 ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
294 χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
295 ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.
296 χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
297 ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
298 τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
299 ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
300 ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
301 ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
302 ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,
303 τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
304 οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
305 τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
306 τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
307 αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
308 ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
309 αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
310 καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον
311 δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
312 αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
313 δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
314 ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
315 τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν
316 ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
317 αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
318 ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
319 οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
320 ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
321 τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
322 τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
323 παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·
324 ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
325 ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
326 ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
327 ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
328 οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
329 ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,
330 θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ5
331 ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
332 τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
333 ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
334 μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
335 ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
336 δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
337 τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
338 ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
339 κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
340 ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
341 βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης
342 ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
343 αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
344 ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
345 ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.
346 μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
347 λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
348 δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
349 τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,
350 κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.
351 κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
352 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
353 οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
354 ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
355 κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
356 ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
357 ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
358 ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—
359 αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
360 ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
361 εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
362 ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις
363 ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
364 βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.
365 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
366 Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
367 ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,
368 ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
369 καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
370 νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
371 εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
372 αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,
373 ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
374 τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·
375 τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
376 εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
377 σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
378 καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
379 τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
380 οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.
381 ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·
382 καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
383 οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
384 εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
385 αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,
386 φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
387 ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
388 καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
389 ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις
390 θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
391 ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
392 τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
393 ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;6
394 ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς
395 Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
396 Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
397 δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
398 αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
399 μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
400 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
401 αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι
402 πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε7.
403 νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
404 ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
405 τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο
406 δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
407 βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
408 ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,
409 ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
410 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
411 Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
412 τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
413 Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·8
414 ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
415 ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
416 μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
417 δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
418 ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
419 ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·
420 τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
421 Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.
422 ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
423 τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
424 κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·
425 νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι
426 σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
427 αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
428 βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.
Notes
Textual notes
From A. T. Murray · 1919
- 1
Line 59 is omitted in some MSS.
- 2
After line 111 some MSS. insert the line ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων (= ii. 324), “And thus would one of the proud youths speak.”
- 3
Lines 115–6 were rejected by Aristarchus.
- 4
Line 229 was rejected by Aristophanes and Aristarchus.
- 5
Lines 330–2 were rejected by Aristarchus.
- 6
Line 393 is omitted in many MSS.
- 7
μετέθηκε Aristarchus: μεθέηκε.
- 8
Line 413 (= xvi. 395) is omitted in most MSS.