Ὀδύσσεια τ
604 lines
1 αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
2 μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·
3 αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
4 Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω
5 πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
6 παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
7 ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
8 οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
9 ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
10 πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων
11 μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
12 ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
13 καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
14 ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
15 ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
16 μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
17 ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
18 καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
19 πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.
20 νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.
21 τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
22 αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο
23 οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
24 ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
25 δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
26 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
27 ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
28 χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
29 ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
30 κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
31 τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
32 ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
33 ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,
34 χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
35 δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
36 ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
37 ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
38 εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
39 φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
40 ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
41 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
42 σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
43 αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
44 ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,
45 ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
46 ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
47 ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
48 κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,
49 ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
50 ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
51 αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
52 μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
53 ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
54 Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
55 τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,
56 δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
57 ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
58 προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
59 ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
60 ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
61 αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
62 καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·
63 πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν
64 νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
65 ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·
66 ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα
67 δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;
68 ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
69 ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
70 τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
71 δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;
72 ἦ ὅτι δὴ ῥυπόω1, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
73 πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
74 τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
75 καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
76 ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
77 τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
78 ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
79 οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
80 ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·
81 τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
82 ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·
83 μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
84 ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
85 εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
86 ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,
87 Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
88 λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
89 ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,
90 ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
91 πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις
92 ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·
93 πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
94 ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
95 ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
96 ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·
97 Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,
98 ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ
99 ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.
100 ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα
101 δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·
102 ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
103 τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
104 ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
105 τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
106 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
107 ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
108 νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
109 ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
110 ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
111 εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
112 πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
113 τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
114 ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
115 τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
116 μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
117 μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
118 μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
119 οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
120 ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
121 μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,
122 φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
123 τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
124 ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
125 ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
126 Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
127 εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
128 μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
129 νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
130 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
131 Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
132 οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
133 οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
134 τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων
135 οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
136 ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
137 οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
138 φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
139 στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,
140 λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·
141 κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
142 μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
143 ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—
144 Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
145 μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·
146 μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
147 αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
148 ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
149 ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
150 νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.
151 ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·
152 ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
153 μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,2
154 καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
155 εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
156 ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
157 νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην
158 μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες
159 γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
160 γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα
161 οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
162 ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.
163 οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
164 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
165 ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
166 οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
167 ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις
168 πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
169 ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
170 πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·
171 ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
172 Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
173 καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι
174 πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
175 ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
176 ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
177 Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
178 τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
179 ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
180 πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος3
181 Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
182 ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
183 ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,
184 ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.
185 ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
186 καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
187 ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
188 στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
189 ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.
190 αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·
191 ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.
192 τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
193 οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
194 τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
195 ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
196 καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
197 δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
198 καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
199 ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
200 εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
201 εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
202 τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
203 ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
204 τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
205 ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
206 ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
207 τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
208 ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
209 κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
210 θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
211 ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
212 ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
213 ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
214 ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
215 νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,
216 εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
217 ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
218 εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
219 αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
220 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
221 ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
222 εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
223 ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
224 αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
225 χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,
226 διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
227 αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·
228 ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
229 ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,
230 ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,
231 αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
232 τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,
233 οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·
234 τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·
235 ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
236 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
237 οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
238 ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
239 ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
240 ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
241 καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
242 καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
243 αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
244 καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
245 εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
246 γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
247 Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
248 ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
249 ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,
250 σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
251 ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
252 καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·
253 νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,
254 ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·
255 αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,
256 πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν
257 κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
258 οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
259 τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
260 ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
261 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
262 ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
263 μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν
264 τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
265 καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα
266 κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
267 ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.
268 ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·
269 νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω
270 ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
271 ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
272 ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
273 αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους
274 ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,
275 Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ4
276 Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
277 οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·
278 τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,
279 Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
280 οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
281 καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ
282 οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς
283 ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,
284 χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·
285 ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων
286 οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
287 ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·
288 ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
289 νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
290 οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
291 ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς5
292 ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
293 καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·
294 καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,
295 ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
296 τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
297 ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
298 ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
299 ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
300 ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
301 ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
302 δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
303 ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
304 ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
305 ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
306 τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
307 τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.
308 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
309 αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
310 τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
311 ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
312 ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·
313 οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς
314 τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ
315 οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,
316 ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
317 ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,
318 δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
319 ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
320 ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,
321 ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
322 ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων
323 τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον
324 ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
325 πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν
326 ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα6 μῆτιν,
327 εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν
328 δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
329 ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
330 τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω
331 ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·
332 ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
333 τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
334 πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
335 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
336 ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
337 ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
338 ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
339 νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
340 κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·
341 πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
342 ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.
343 οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
344 γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
345 τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
346 εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,7
347 ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·
348 τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.
349 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
350 ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
351 ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,
352 ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·
353 ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα
354 ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,
355 δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,
356 ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
357 ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,
358 νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς
359 ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·
360 αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
361 ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
362 δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
363 ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς
364 ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
365 οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
366 πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,
367 ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο
368 γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·
369 νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
370 οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
371 ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,
372 ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
373 τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων
374 οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε
375 κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
376 τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης
377 καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
378 κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·
379 πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,
380 ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
381 ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.
382 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
383 ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
384 ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν
385 ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.
386 ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα
387 τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ
388 ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς
389 ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·
390 αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα
391 οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
392 νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω
393 οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
394 Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,
395 μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο
396 κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
397 Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
398 ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.
399 Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον
400 παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·
401 τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
402 παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
403 Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι
404 παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.
405 τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·
406 γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·
407 πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,
408 ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν8·
409 τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,
410 ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα
411 ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,
412 τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
413 τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
414 τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
415 χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
416 μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
417 κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
418 Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
419 δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
420 αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
421 τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
422 μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
423 ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
424 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
425 δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
426 ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
427 δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
428 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
429 βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
430 υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
431 ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ
432 Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.
433 Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
434 ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
435 οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν
436 ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
437 υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
438 ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
439 ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·
440 τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
441 οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
442 οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ
443 ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
444 τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,
445 ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο
446 φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
447 στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
448 ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
449 οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
450 γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
451 λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
452 τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
453 ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·
454 κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
455 τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,
456 ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
457 δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν
458 ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.
459 τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
460 εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες
461 καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ9 ἔπεμπον
462 εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
463 χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
464 οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν
465 ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,
466 Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
467 τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
468 γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
469 ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
470 ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.
471 τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
472 δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
473 ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·
474 ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε
475 πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.
476 ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
477 πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
478 ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·
479 τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς
480 χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
481 τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.
482 μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ
483 τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας
484 ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
485 ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
486 σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
487 ὧδε γὰρ ἐξερέω, καὶ μὴν10 τετελεσμένον ἔσται·
488 εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
489 οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας
490 δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.
491 τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
492 τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
493 οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,
494 ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
495 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
496 εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
497 δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
498 αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
499 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
500 μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.
501 εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·
502 ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
503 ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
504 οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.
505 αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,
506 αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
507 θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
508 τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
509 ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
510 καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,
511 ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
512 αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
513 ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,
514 ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·
515 αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
516 κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ
517 ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
518 ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,
519 καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
520 δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
521 ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
522 παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
523 κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
524 ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
525 ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,
526 κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,
527 εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
528 ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
529 μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
530 παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,
531 γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
532 νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
533 καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
534 κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
535 ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
536 χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
537 ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·
538 ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
539 πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο
540 ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.
541 αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
542 ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,
543 οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
544 ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,
545 φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·
546 θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·
547 οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
548 χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
549 ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
550 ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
551 ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
552 παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
553 πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
554 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
555 ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
556 ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
557 πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος
558 πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
559 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
560 ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
561 γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
562 δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
563 αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
564 τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
565 οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·
566 οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
567 οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
568 ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
569 ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
570 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
571 ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος
572 οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
573 τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
574 ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·
575 στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
576 νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·
577 ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
578 καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
579 τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
580 κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·
581 τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
582 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
583 ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
584 μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·
585 πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
586 πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
587 νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
588 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
589 εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
590 τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
591 ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
592 ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
593 ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
594 ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
595 λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
596 αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
597 ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
598 ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,
599 ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
600 ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,
601 οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
602 ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
603 κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
604 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
Notes
Textual notes
From A. T. Murray · 1919
- 1
δὴ ῥυτῷ: οὐ λιμῷ.
- 2
Line 153 (= xxiv. 143; cf. x. 470) is omitted in many MSS.
- 3
Lines 180–3 (cf. i. 245–6 and xvi. 122–3) were rejected by Aristarchus.
- 4
Lines 275–7 are omitted in some MSS.
- 5
Lines 291–2 (= xiv. 334–5) are omitted in some MSS.
- 6
ἐπίφρονα: ἐχέφρονα.
- 7
Lines 346–8 were rejected by Aristarchus.
- 8
πουλυβότειραν: βωτιάνειραν.
- 9
φίλην ἐς πατρίδ’: φίλως χαίροντες.
- 10
καὶ μὴν: τὸ δὲ καί.