Ὀδύσσεια υ
394 lines
1 αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·
2 κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε
3 κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·
4 Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
5 ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
6 κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες
7 ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,
8 ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.
9 τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
10 πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
11 ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
12 ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
13 ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
14 ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
15 ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,
16 ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·
17 στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
18 τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης.
19 ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
20 ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις
21 ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.
22 ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·
23 τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα
24 νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
25 ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,
26 ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα
27 αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,
28 ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων
29 ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει
30 μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
31 οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·
32 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·
33 τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν;
34 οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ
35 καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.
36 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
37 ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·
38 ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
39 ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,
40 μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.
41 πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·
42 εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,
43 πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.
44 τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
45 σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,
46 ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·
47 αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω
48 ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·
49 εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
50 νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,
51 καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
52 ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν
53 πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.
54 ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,
55 αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.
56 εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,
57 λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·
58 κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
59 αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
60 Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·
61 Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη
62 ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο
63 αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα
64 οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,
65 ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
66 ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
67 τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο
68 ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη
69 τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·
70 Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
71 εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,
72 ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
73 εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
74 κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—
75 ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,
76 μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—
77 τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
78 καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·
79 ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,
80 ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα
81 ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
82 μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
83 ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
84 ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,
85 νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,
86 ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—
87 αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.
88 τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,
89 τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ
90 χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.
91 ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
92 τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·
93 μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν
94 ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.
95 χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,
96 ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην
97 θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·
98 Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
99 ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,
100 φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
101 ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.
102 ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,
103 αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
104 ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.
105 φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
106 πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,
107 τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
108 ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
109 αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
110 ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·
111 ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·
112 Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,
113 ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,
114 οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.
115 κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
116 μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
117 ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,
118 οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν
119 ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.
120 ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
121 Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.
122 αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος
123 ἀγρόμεναι1 ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.
124 Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,
125 εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·
126 ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
127 εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·
128 στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·
129 μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ
130 εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;
131 τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·
132 ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
133 χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.
134 τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
135 οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.
136 οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,
137 σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.
138 ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
139 ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
140 αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,
141 οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
142 ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
143 ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.
144 ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
145 ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες2 ἀργοὶ ἕποντο.
146 βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
147 ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
148 Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·
149 ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,
150 ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας
151 βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας
152 πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας
153 καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ
154 ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.
155 οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,
156 ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.
157 ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.
158 αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,
159 αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.
160 ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα
161 εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες
162 ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης
163 τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.
164 καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,
165 αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·
166 ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,
167 ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;
168 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·
169 αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,
170 ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
171 οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.
172 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
173 ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.
174 αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,
175 δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.
176 καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
177 αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·
178 ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα
179 ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
180 πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω
181 πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
182 αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.
183 ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,
184 ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
185 τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
186 βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
187 πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
188 ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.
189 καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
190 αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·
191 τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
192 ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι
193 ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
194 δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
195 ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
196 ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.
197 ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
198 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
199 χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω
200 ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
201 Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
202 οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,
203 μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
204 ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε
205 μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω
206 τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,
207 εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
208 εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,
209 ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν
210 εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.
211 νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως
212 ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·
213 τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
214 ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,
215 οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη
216 κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
217 αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
218 πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος
219 ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,
220 ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα
221 βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.
222 καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
223 ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·
224 ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν
225 ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.
226 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
227 βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,
228 γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,
229 τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
230 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
231 ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
232 ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·
233 σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,
234 κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.
235 τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
236 αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·
237 γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
238 ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι
239 νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
240 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
241 μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
242 ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,
243 αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.
244 τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·
245 ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,
246 Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.
247 ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
248 ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο
249 χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
250 οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
251 ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·
252 σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον
253 κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.
254 σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
255 καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.
256 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
257 Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,
258 ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,
259 δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·
260 πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
261 ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·
262 ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·
263 κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω
264 πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν
265 οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.
266 ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς
267 καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.
268 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
269 Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
270 τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
271 καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,
272 Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.
273 οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη
274 παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.
275 ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.
276 κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
277 ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ
278 ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
279 οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
280 μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·
281 πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
282 ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει
283 Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
284 μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
285 λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
286 δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
287 ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
288 Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·
289 ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι3
290 μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
291 ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·
292 κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·
293 μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
294 ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
295 ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.
296 ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
297 ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
298 δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
299 ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
300 κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς
301 ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
302 σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
303 Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·
304 Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·
305 οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
306 ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
307 καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
308 ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
309 φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
310 ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.
311 ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
312 μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
313 καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
314 ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·
315 εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
316 καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
317 τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
318 ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
319 ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
320 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
321 ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·
322 ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
323 ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
324 μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
325 δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
326 Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
327 ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.
328 ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
329 νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
330 τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε
331 μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,
332 εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·
333 νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.
334 ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
335 γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
336 ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
337 ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.
338 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
339 οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
340 ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,
341 οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
342 γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.
343 αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
344 μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.
345 ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
346 ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
347 οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
348 αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων
349 δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.
350 τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
351 ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
352 εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
353 οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
354 αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·
355 εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
356 ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ
357 οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.
358 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
359 τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
360 ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
361 ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε
362 εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.
363 τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
364 Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·
365 εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
366 καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
367 τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
368 ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο
369 μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος
370 ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.
371 ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
372 ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
373 μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
374 Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·
375 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
376 Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·
377 οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
378 σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
379 ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.
380 ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
381 ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·
382 τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες
383 ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.
384 ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,
385 ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,
386 ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.
387 ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον
388 κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,
389 ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.
390 δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο
391 ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·
392 δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
393 οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ
394 θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.