Ὅμηρος

Ὀδύσσειαφ

About this edition

A. T. Murray · 1919

The text is drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ὀδύσσεια φ

434 lines

1 τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,

2 κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,

3 τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον

4 ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.

5 κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,

6 εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ

7 καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.

8 βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν

9 ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,

10 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.

11 ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη

12 ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,

13 δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας

14 Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.

15 τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν

16 οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. τοι Ὀδυσσεὺς

17 ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·

18 μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν

19 νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.

20 τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς

21 παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.

22 Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο

23 δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·

24 αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,

25 ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,

26 φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,

27 ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ἐνὶ οἴκῳ,

28 σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,

29 τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,

30 ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.

31 τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,

32 τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ παιδὶ

33 κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.

34 τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,

35 ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ

36 γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν

37 Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,

38 ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς

39 ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν

40 ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο

41 κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.

42 δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν

43 οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων

44 ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,

45 ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,

46 αὐτίκʼ ἄρʼ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,

47 ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας

48 ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος

49 βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα

50 πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.

51 δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ

52 ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.

53 ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον

54 αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.

55 ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,

56 κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.

57 δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,

58 βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς

59 τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην

60 ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.

61 τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος

62 κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.

63 δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,

64 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,

65 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.

66 ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.

67 αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·

68 κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα

69 ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ

70 ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην

71 μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,

72 ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.

73 ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.

74 θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·

75 ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι

76 καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,

77 τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα

78 κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,

79 τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.

80 ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,

81 τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.

82 δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·

83 κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.

84 Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

85 νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,

86 δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ

87 θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; τε καὶ ἄλλως

88 κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.

89 ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε

90 κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,

91 μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω

92 ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.

93 οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν

94 οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,

95 καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.

96 ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει

97 νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.

98 τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν

99 ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα

100 ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.

101 τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·

102 πόποι, μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·

103 μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,

104 ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·

105 αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.

106 ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,

107 οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,

108 οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·

109 οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·

110 καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;

111 ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου

112 δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.

113 καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·

114 εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,

115 οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ

116 λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην

117 οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.

118 καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν

119 ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.

120 πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας

121 πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,

122 ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,

123 ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.

124 στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.

125 τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,

126 τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,

127 νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.

128 καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,

129 ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.

130 τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·

131 πόποι, καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς,

132 ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα

133 ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.

134 ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,

135 τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.

136 ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,

137 κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,

138 αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,

139 ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.

140 τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·

141 ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,

142 ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.

143 ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.

144 Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,

145 σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν

146 ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ

147 ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·

148 ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.

149 στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,

150 οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων

151 ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·

152 φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.

153 πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει

154 θυμοῦ καὶ ψυχῆς, ἐπεὶ πολὺ φέρτερόν ἐστι

155 τεθνάμεν ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ

156 ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.

157 νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ

158 γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.

159 αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,

160 ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων

161 μνάσθω ἐέδνοισιν διζήμενος· δέ κʼ ἔπειτα

162 γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.

163 ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,

164 κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,

165 αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,

166 ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.

167 Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

168 Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,

169 δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων

170 εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει

171 θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.

172 οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ

173 οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·

174 ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.

175 ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·

176 ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,

177 πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,

178 ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,

179 ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,

180 τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.

181 ὣς φάθʼ, δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,

182 πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,

183 ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·

184 τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο

185 ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.

186 Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,

187 ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.

188 τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω

189 βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·

190 ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.

191 ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,

192 φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·

193 βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,

194 αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.

195 ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι

196 ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;

197 κε μνηστήρεσσιν ἀμύνοιτʼ Ὀδυσῆϊ;

198 εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.

199 τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·

200 Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,

201 ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ δαίμων·

202 γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.

203 ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι

204 νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.

205 αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,

206 ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·

207 ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας

208 ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.

209 γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω

210 οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα

211 εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.

212 σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.

213 εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,

214 ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω

215 οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα

216 Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.

217 εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,

218 ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,

219 οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι

220 Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.

221 ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.

222 τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,

223 κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,

224 καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους

225 ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.

226 καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,

227 εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·

228 παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται

229 ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.

230 ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,

231 πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·

232 ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,

233 οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·

234 ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον

235 ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ

236 κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,

237 ἢν δέ τις στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ

238 ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε

239 προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.

240 σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς

241 κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.

242 ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·

243 ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·

244 ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.

245 Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,

246 θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς

247 ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·

248 ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

249 πόποι, μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων·

250 οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·

251 εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ

252 ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·

253 ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν

254 ἀντιθέου Ὀδυσῆος, τʼ οὐ δυνάμεσθα τανύσσαι

255 τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.

256 τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·

257 Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.

258 νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο

259 ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι

260 κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας

261 ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,

262 ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.

263 ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,

264 ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·

265 ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,

266 αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,

267 ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ

268 τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.

269 ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.

270 τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,

271 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,

272 νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.

273 οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,

274 τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·

275 κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·

276 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·

277 Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα

278 λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,

279 νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·

280 ἠῶθεν δὲ θεὸς δώσει κράτος κʼ ἐθέλῃσιν.

281 ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν

282 χειρῶν καὶ σθένεος πειρήσομαι, μοι ἔτʼ ἐστὶν

283 ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,

284 ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.

285 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,

286 δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.

287 Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

288 δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·

289 οὐκ ἀγαπᾷς ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν

290 δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις

291 μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος

292 ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.

293 οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους

294 βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.

295 οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,

296 ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,

297 ἐς Λαπίθας ἐλθόνθʼ· δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,

298 μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·

299 ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε

300 ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ

301 ῥῖνάς τʼ ἀμήσαντες· δὲ φρεσὶν ᾗσιν ἀασθεὶς

302 ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.

303 ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,

304 οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.

305 ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον

306 ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις

307 ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ

308 εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,

309 πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος

310 πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.

311 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

312 Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον

313 ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·

314 ἔλπεαι, αἴ χʼ ξεῖνος Ὀδυσσῆος μέγα τόξον

315 ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,

316 οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;

317 οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·

318 μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων

319 ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.

320 τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·

321 κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,

322 οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·

323 ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,

324 μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν

325 πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν

326 μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·

327 ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν

328 ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.

329 ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.

330 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

331 Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον

332 ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν

333 ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;

334 οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,

335 πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.

336 ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.

337 ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

338 εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,

339 ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,

340 δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,

341 καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,

342 πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.

343 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

344 μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο

345 κρείσσων, κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,

346 οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,

347 οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·

348 τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι

349 καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.

350 ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,

351 ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε

352 ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει

353 πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.

354 μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·

355 παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.

356 ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ

357 κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον

358 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.

359 αὐτὰρ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·

360 μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·

361 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

362 πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,

363 πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται

364 οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων

365 ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.

366 ὣς φάσαν, αὐτὰρ, θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,

367 δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.

368 Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·

369 ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις

370 μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,

371 βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.

372 αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,

373 μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·

374 τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι

375 ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.

376 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν

377 μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο

378 Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης

379 ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.

380 ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·

381 Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,

382 κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.

383 ἢν δέ τις στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ

384 ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε

385 προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.

386 ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,

387 κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.

388 σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,

389 κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.

390 κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης

391 βύβλινον, ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·

392 ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,

393 εἰσορόων Ὀδυσῆα. δʼ ἤδη τόξον ἐνώμα

394 πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,

395 μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.

396 ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

397 τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·

398 ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται

399 γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ

400 νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.

401 ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·

402 αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν

403 ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.

404 ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,

405 αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,

406 ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς

407 ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,

408 ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,

409 ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.

410 δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·

411 δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.

412 μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς

413 ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·

414 γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.

415 ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·

416 εἵλετο δʼ ὠκὺν ὀϊστόν, οἱ παρέκειτο τραπέζῃ

417 γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης

418 κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.

419 τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,

420 αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν

421 ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων

422 πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε

423 ἰὸς χαλκοβαρής· δὲ Τηλέμαχον προσέειπε·

424 Τηλέμαχʼ, οὔ σʼ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει

425 ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον

426 δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,

427 οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.

428 νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι

429 ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι

430 μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.

431 καὶ ἐπʼ ὀφρύσι νεῦσεν· δʼ ἀμφέθετο ξίφος ὀξὺ

432 Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,

433 ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ

434 πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.

Notes

Textual notes

From A. T. Murray · 1919

  1. 1

    κέσκετ’: θέσκετ’.

  2. 2

    Line 66 (= xviii. 211) is omitted in some MSS.

  3. 3

    Line 109 (cf. xiv. 97–8) is omitted in many MSS.

  4. 4

    Line 276 (= xvii. 469; xviii. 352), lacking in the MSS., is found in the oldest editions.

  5. 5

    Line 308 is omitted in some MSS.

  6. 6

    θηητήρ: θηρητήρ.

Ὁμήρου Ὀδύσσεια

Books

    24 books · 12,107 lines

    Translation

    Edition document