Ὀδύσσεια χ
501 lines
1 αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
2 ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην
3 ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
4 αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
5 οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·
6 νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,
7 εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.
8 ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
9 ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
10 χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
11 ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
12 μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι
13 μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
14 οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
15 τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
16 ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.
17 ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
18 βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
19 αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν
20 ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·
21 σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν
22 μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,
23 ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
24 πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·
25 οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι1.
26 νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·
27 ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων
28 ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
29 καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος
30 κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.
31 ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα2
32 ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
33 ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.
34 τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
35 ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι
36 δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
37 δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,3
38 αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
39 οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
40 οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·
41 νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
42 ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·
43 πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.4
44 Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
45 εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
46 ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,
47 πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.
48 ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
49 Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
50 οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
51 ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
52 ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
53 αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
54 νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
55 σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
56 ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
57 τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
58 χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
59 ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
60 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
61 Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε,
62 ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε,
63 οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο
64 πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
65 νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι
66 ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·
67 ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
68 ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
69 τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·
70 ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,
71 ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,
72 οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας
73 ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης.
74 φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας
75 ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν
76 ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,
77 ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο·
78 τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
79 ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
80 χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ
81 σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
82 ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,
83 ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς
84 φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
85 κάππεσεν ἰδνωθείς5, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε
86 καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ
87 θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
88 λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.
89 Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
90 ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,
91 εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ
92 Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
93 ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
94 δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
95 Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
96 αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν
97 ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
98 φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα6 τύψας.
99 βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
100 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
101 ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
102 καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
103 αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
104 καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.
105 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
106 οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,
107 μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.
108 ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
109 βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
110 ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ
111 καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·
112 βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
113 αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·
114 ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
115 ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
116 αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
117 τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ
118 βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
119 αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
120 τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο
121 ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,
122 αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
123 κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
124 ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
125 εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.
126 ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,
127 ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο
128 ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.
129 τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν
130 ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.
131 τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
132 ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη
133 καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;
134 τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
135 τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
136 οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς
137 αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·
138 καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.
139 ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι
140 ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ
141 τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.
142 ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
143 εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
144 ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα7
145 καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·
146 βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
147 καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
148 ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
149 μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
150 αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
151 Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
152 νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
153 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
154 ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος
155 αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν
156 κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
157 ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο
158 καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,
159 ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.
160 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
161 βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,
162 οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,
163 αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
164 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
165 κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,
166 ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,
167 ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,
168 ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ
169 πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.
170 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
171 ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς
172 σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.
173 σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν
174 ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,
175 σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
176 κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,
177 ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·
178 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
179 βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.
180 ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,
181 τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
182 εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
183 τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
184 τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
185 Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·
186 δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
187 τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
188 κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
189 σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
190 εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
191 υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·8
192 σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
193 κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
194 τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
195 νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
196 εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
197 οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
198 λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
199 αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
200 ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
201 τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,
202 βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.
203 ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ
204 τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
205 τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,
206 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
207 τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·
208 Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο,
209 ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.
210 ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
211 μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·
212 πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·
213 Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς
214 μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.
215 ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·
216 ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν,
217 ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς
218 ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.
219 αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,
220 κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,
221 τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας
222 ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας
223 οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.
224 ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
225 νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·
226 οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή
227 οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,
228 εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
229 πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
230 σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
231 πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,
232 ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
233 ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
234 ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν
235 Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.
236 ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
237 ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
238 ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.
239 αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
240 ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.
241 μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
242 Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
243 Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·
244 οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,
245 ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·
246 τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
247 τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
248 ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·
249 καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
250 οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
251 τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
252 ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς
253 δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
254 τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
255 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
256 ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
257 τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο9
258 βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
259 ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
260 αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
261 τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
262 ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
263 μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
264 ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
265 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
266 ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
267 Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
268 Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
269 οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
270 μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
271 τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
272 αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
273 ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
274 τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
275 βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
276 ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
277 Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ
278 λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
279 Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
280 ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.
281 τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
282 μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα10.
283 ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,
284 Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·
285 Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
286 βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·
287 ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν
288 εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν
289 μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
290 τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας
291 ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.
292 ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς
293 οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
294 Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα
295 δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·
296 ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
297 δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν
298 ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.
299 οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·
300 τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν
301 ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.
302 οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,
303 ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι·
304 ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,
305 οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ
306 γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·
307 ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
308 τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
309 κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.
310 Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,
311 καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
312 γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
313 οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν
314 εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους
315 παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.
316 ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·
317 τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
318 αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς
319 κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·
320 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
321 εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,
322 πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
323 τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
324 σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·
325 τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
326 ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
327 κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
328 κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.
329 φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
330 Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
331 Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
332 ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
333 ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
334 ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
335 ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ
336 Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
337 ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
338 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
339 γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
340 ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
341 μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
342 αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
343 καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
344 γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
345 αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
346 πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
347 αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
348 παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν
349 ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
350 καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,
351 ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
352 πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
353 ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
354 ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
355 αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·
356 ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
357 καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
358 οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
359 εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
360 ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
361 ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
362 πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
363 ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
364 αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην
365 Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,
366 καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
367 ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ
368 μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
369 ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
370 κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
371 τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
372 θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
373 ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
374 ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.
375 ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
376 ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
377 ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
378 ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,
379 ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
380 πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.
381 πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν
382 ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
383 τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
384 πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες
385 κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
386 δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
387 κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·
388 τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·
389 ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
390 δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·
391 Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,
392 ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.
393 ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
394 κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·
395 δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν
396 δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·
397 ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
398 ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
399 ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
400 βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.
401 εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
402 αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,
403 ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·
404 πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν
405 αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·
406 ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
407 ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
408 ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·
409 ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,
410 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
411 ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·
412 οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.
413 τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·
414 οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
415 οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
416 τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
417 ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,
418 αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.
419 τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
420 τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
421 πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
422 δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,
423 εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
424 τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
425 οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
426 Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
427 σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
428 ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
429 εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
430 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
431 μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν
432 ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
433 ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
434 ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
435 αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
436 εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·
437 ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·
438 αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
439 ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
440 αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
441 δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
442 μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
443 θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων
444 ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,
445 τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.
446 ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
447 αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.
448 πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,
449 κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,
450 ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς
451 αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.
452 αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
453 ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
454 αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
455 λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
456 ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.
457 αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
458 δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
459 μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
460 εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.
461 τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·
462 μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
463 τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν
464 μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.
465 ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
466 κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,
467 ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.
468 ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
469 ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,
470 αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,
471 ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
472 δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
473 ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
474 ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·
475 τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
476 τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,
477 χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
478 οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
479 εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·
480 αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·
481 οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,
482 ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν
483 ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·
484 πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
485 τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
486 ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.
487 ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,
488 μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
489 ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.
490 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
491 πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.
492 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς11 Εὐρύκλεια,
493 ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς
494 εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
495 γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος
496 ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·
497 αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
498 αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,
499 καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους
500 χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
501 κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.
Notes
Textual notes
From A. T. Murray · 1919
- 1
ἕξεσθαι: ἕξεσθε.
- 2
Lines 31–3 were rejected by Aristarchus.
- 3
Line 37 follows 38 in many MSS.
- 4
Line 43 is omitted in many MSS.
- 5
ἰδνωθείς: δινωθείς.
- 6
προπρηνέα: προπρηνεῖ.
- 7
Lines 144–5 were rejected by Aristarchus.
- 8
Line 191 is omitted in many MSS.
- 9
Lines 257–9 (= 274–6) were rejected by some of the ancients.
- 10
ὀξέα δοῦρα: ὣς ἐκέλευεν; cf. 255.
- 11
φίλη τροφός: περίφρων.