Ὀδύσσεια ψ
371 lines
1 γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,
2 δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·
3 γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.
4 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
5 ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι
6 ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.
7 ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.
8 μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον
9 κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.
10 τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
11 μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
12 ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,
13 καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·
14 οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
15 τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
16 ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις
17 ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;
18 οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
19 ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
20 ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
21 εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,
22 ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,
23 τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
24 αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
25 τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
26 οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι
27 ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
28 ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
29 Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
30 ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
31 ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
32 ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
33 γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·
34 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
35 εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,
36 εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,
37 ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε
38 μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.
39 τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
40 οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα
41 κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων
42 ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,
43 πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
44 Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
45 εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν
46 ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,
47 κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.
48 νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν
50 ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,
51 πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.
52 ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον
53 ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.
54 νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·
55 ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ
56 καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον
57 μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.
58 τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
59 μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.
60 οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη
61 πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·
62 ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,
63 ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,
64 ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.
65 οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
66 οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
67 τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς
68 ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.
69 τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·
70 τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
71 ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα
72 οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.
73 ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,
74 οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
75 τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ
76 εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
77 οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.
78 ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
79 αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.
80 τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
81 μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων
82 δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.
83 ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι
84 ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.
85 ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ
86 ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,
87 ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
88 ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
89 ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,
90 τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν
91 ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
92 ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
93 ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·
94 ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
95 ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.
96 Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
97 μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
98 τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν
99 ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;
100 οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
101 ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
102 ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·
103 σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.
104 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
105 τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,
106 οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι
107 οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ
108 ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ
109 γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν
110 σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.
111 ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
112 αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
113 Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον
114 πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.
115 νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
116 τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
117 ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
118 καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,
119 ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
120 φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
121 ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι
122 κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
123 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
124 αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην
125 μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι
126 ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
127 ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι1
128 ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.
129 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
130 τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
131 πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
132 δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·
133 αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
134 ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
135 ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
136 ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·
137 μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
138 ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω
139 ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα
140 φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
141 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
142 πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
143 ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς
144 φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
145 μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
146 τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
147 ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
148 ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·
149 ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·
150 σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο
151 εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.
152 ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
153 αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
154 Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
155 ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·
156 αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη
157 μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος
158 οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
159 ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
160 ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
161 τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·
162 ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
163 ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
164 ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
165 ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·
166 δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων
167 κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·
168 οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
169 ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
170 ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
171 ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς
172 λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.
173 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
174 δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω
175 οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα
176 ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
177 ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
178 ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·
179 ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,
180 κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.
181 ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς
182 ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
183 ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
184 τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
185 καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
186 ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
187 ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν2,
188 ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
189 ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
190 θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
191 ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
192 τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,
193 πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
194 κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
195 καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
196 κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
197 εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
198 ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
199 ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,
200 δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·
201 ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν3.
202 οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
203 ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
204 ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.
205 ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
206 σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·
207 δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
208 δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
209 μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
210 ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,
211 οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
212 ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
213 αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
214 οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
215 αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
216 ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
217 ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
218 οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,4
219 ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
220 εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
221 ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
222 τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
223 τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
224 λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
225 νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας
226 εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,
227 ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
228 Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
229 ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
230 πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.
231 ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·
232 κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
233 ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
234 ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ
235 ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
236 παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
237 νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
238 ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·
239 ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
240 δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
241 καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,
242 εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
243 νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε
244 ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους
245 ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,
246 Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.
247 καὶ τότʼ ἄρʼ ἣν ἄλυχον προσέφη πολύμητις Ὀδυσσεύς
248 ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων
249 ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
250 πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
251 ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
252 ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
253 νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
254 ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
255 ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
256 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
257 εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ
258 σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
259 οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
260 ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
261 εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,
262 πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.
263 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
264 δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις
265 εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.
266 οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς
267 χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν
268 ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,
269 εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
270 ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
271 οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,
272 οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
273 σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·
274 ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
275 φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
276 καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,
277 ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
278 ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
279 οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας
280 ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
281 πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
282 ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ
283 γήραʼ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
284 ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
285 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
286 εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
287 ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
288 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
289 τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
290 ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.
291 αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
292 γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
293 τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
294 ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·
295 ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
296 ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·5
297 αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
298 παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
299 αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
300 τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
301 τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,
302 ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
303 ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
304 οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
305 ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
306 αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν
307 ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,
308 πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος
309 πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
310 ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα6
311 ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·
312 ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
313 ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·
314 ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο
315 καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι
316 ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
317 πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα7 στενάχοντα·
318 ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
319 οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
320 πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·8
321 καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
322 ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
323 ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
324 νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
325 μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·
326 ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
327 ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
328 Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·
329 ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·
330 ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
331 Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
332 πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
333 ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
334 ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
335 ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
336 θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
337 ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
338 ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
339 οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
340 καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
341 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
342 τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
343 λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
344 ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
345 ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
346 εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
347 αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
348 ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς
349 εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
350 ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων
351 ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον
352 κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
353 ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·
354 νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,
355 κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
356 μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
357 πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ
358 δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
359 ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
360 ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
361 σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
362 αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι
363 ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
364 εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
365 ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.
366 ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,
367 ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
368 πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
369 οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
370 ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.
371 ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη
372 νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.
Notes
Textual notes
From A. T. Murray · 1919
- 1
Lines 127–8 are omitted in many MSS.
- 2
οὐδὲ μάλ’ ἡβῶν: οὐδὲ γυναικῶν.
- 3
φοίνικι φαεινόν: ἶφι κταμένοιο.
- 4
Lines 218–24 were rejected by Aristarchus, and can hardly be defended in this context.
- 5
This line, we are told in the scholia, was regarded by Aristophanes and Aristarchus as the end of the Odyssey.
- 6
Lines 310–43 were rejected by Aristarchus.
- 7
βαρέα: μεγάλα.
- 8
Line 320 is omitted in most MSS.