Ὅμηρος

Ὀδύσσειαω

About this edition

A. T. Murray · 1919

The text is drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ὀδύσσεια ω

548 lines

1 Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο

2 ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν

3 καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει

4 ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·

5 τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.

6 ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο

7 τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν

8 ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,

9 ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν

10 Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.

11 πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,

12 ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων

13 ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,

14 ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.

15 εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος

16 καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο

17 Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε

18 τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο

19 ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ

20 ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο

21 ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ

22 οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.

23 τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·

24 Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ

25 ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,

26 οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες

27 δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.

28 τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν

29 μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.

30 ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,

31 δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·

32 τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,

33 ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·

34 νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.

35 τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·

36 ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,

37 ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι

38 κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,

39 μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης

40 κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.

41 ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν

42 παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.

43 αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,

44 κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν

45 ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ

46 δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.

47 μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν

48 ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει

49 θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·

50 καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,

51 εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,

52 Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·

53 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·

54 ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·

55 μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν

56 ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.

57 ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·

58 ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος

59 οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.

60 Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ

61 θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας

62 Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.

63 ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ

64 κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·

65 ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ

66 μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.

67 καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ

68 καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ

69 τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,

70 πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει

71 αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,

72 ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,

73 οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ

74 χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον

75 φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.

76 ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,

77 μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,

78 χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων

79 τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.

80 ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον

81 χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων

82 ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,

83 ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη

84 τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.

85 μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα

86 θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.

87 ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας

88 ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος

89 ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·

90 ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,

91 οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,

92 ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.

93 ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ

94 πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,

95 αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;

96 ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον

97 Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.

98 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

99 ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,

100 ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,

101 τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.

102 ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο

103 παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·

104 ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.

105 τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·

106 Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε

107 πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως

108 κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.

109 ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,

110 ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;

111 που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου

112 βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,

113 ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;

114 εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.

115 οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,

116 ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ

117 Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;

118 μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,

119 σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.

120 τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·

121 Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,

122 μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·

123 σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,

124 ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.

125 μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·

126 δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,

127 ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,

128 ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·

129 στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,

130 λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·

131 κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,

132 μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς κε φᾶρος

133 ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,

134 Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν

135 μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,

136 μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,

137 αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.

138 ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

139 ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,

140 νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.

141 ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·

142 ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,

143 μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,

144 καὶ τότε δή τις ἔειπε γυναικῶν, σάφα ᾔδη,

145 καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.

146 ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.

147 εὖθʼ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,

148 πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,

149 καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων

150 ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.

151 ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,

152 ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·

153 τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε

154 ἵκοντο προτὶ ἄστυ περικλυτόν, τοι Ὀδυσσεὺς

155 ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.

156 τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,

157 πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι

158 σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·

159 οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα

160 ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,

161 ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.

162 αὐτὰρ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι

163 βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·

164 ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,

165 σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας

166 ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,

167 αὐτὰρ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε

168 τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,

169 ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.

170 οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο

171 νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.

172 ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,

173 ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι

174 τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·

175 Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.

176 αὐτὰρ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,

177 ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,

178 στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς

179 δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.

180 αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,

181 ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.

182 γνωτὸν δʼ ἦν ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·

183 αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ

184 κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς

185 κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.

186 ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν

187 σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·

188 οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,

189 οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων

190 κατθέμενοι γοάοιεν· γὰρ γέρας ἐστὶ θανόντων.

191 τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·

192 ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,

193 ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.

194 ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,

195 κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,

196 ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται

197 ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν

198 ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,

199 οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,

200 κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ

201 ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει

202 θηλυτέρῃσι γυναιξί, καὶ κʼ εὐεργὸς ἔῃσιν.

203 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

204 ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·

205 οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο

206 καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς

207 Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.

208 ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,

209 ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον

210 δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.

211 ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ῥα γέροντα

212 ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.

213 ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·

214 ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,

215 δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·

216 αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,

217 αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,

218 ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.

219 ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.

220 οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς

221 ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.

222 οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,

223 οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε

224 αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος

225 ᾤχοντʼ, αὐτὰρ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.

226 τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,

227 λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα

228 ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας

229 κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,

230 χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν

231 αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.

232 τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς

233 γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,

234 στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.

235 μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

236 κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα

237 εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,

238 πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.

239 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,

240 πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.

241 τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.

242 τοι μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·

243 τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·

244 γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν

245 ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,

246 οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,

247 οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.

248 ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ

249 αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας

250 λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.

251 οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,

252 οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι

253 εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.

254 τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,

255 εὑδέμεναι μαλακῶς· γὰρ δίκη ἐστὶ γερόντων.

256 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

257 τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;

258 καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,

259 εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν

260 οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,

261 οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα

262 εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον

263 ἀμφὶ ξείνῳ ἐμῷ, που ζώει τε καὶ ἔστιν

264 ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.

265 ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·

266 ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ

267 ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος

268 ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·

269 εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε

270 Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.

271 τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,

272 ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,

273 καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.

274 χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,

275 δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,

276 δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,

277 τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,

278 χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,

279 τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.

280 τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·

281 ξεῖνʼ, τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,

282 ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·

283 δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·

284 εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,

285 τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε

286 καὶ ξενίῃ ἀγαθῇ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.

287 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

288 πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον

289 σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,

290 δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης

291 ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἐπὶ χέρσου

292 θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ μήτηρ

293 κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·

294 οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,

295 κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,

296 ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.

297 καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·

298 τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;

299 ποῦ δὲ νηῦς ἕστηκε θοή, σʼ ἤγαγε δεῦρο

300 ἀντιθέους θʼ ἑτάρους; ἔμπορος εἰλήλουθας

301 νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;

302 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

303 τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.

304 εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,

305 υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·

306 αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων

307 πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·

308 νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.

309 αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,

310 ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,

311 δύσμορος· τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,

312 δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,

313 χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει

314 μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.

315 ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·

316 ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν

317 χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.

318 τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη

319 δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.

320 κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·

321 κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,

322 ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.

323 ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.

324 ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·

325 μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,

326 λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.

327 τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·

328 εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,

329 σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.

330 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

331 οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,

332 τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι

333 οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ

334 ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην

335 δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.

336 εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν

337 εἴπω, μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα

338 παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν

339 ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.

340 ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,

341 συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας

342 δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος

343 ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν

344 ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.

345 ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,

346 σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.

347 ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ

348 εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.

349 αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,

350 ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·

351 Ζεῦ πάτερ, ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,

352 εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.

353 νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες

354 ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ

355 πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.

356 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

357 θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.

358 ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·

359 ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην

360 προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.

361 ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.

362 οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,

363 εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην

364 ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.

365 τόφρα δὲ Λαέρτην μεγαλήτορα ἐνὶ οἴκῳ

366 ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,

367 ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη

368 ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,

369 μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.

370 ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,

371 ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·

372 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

373 πάτερ, μάλα τίς σε θεῶν αἰειγενετάων

374 εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.

375 τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·

376 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

377 οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,

378 ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,

379 τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,

380 τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν

381 ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα

382 πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.

383 ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.

384 οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,

385 ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·

386 ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ

387 ἦλθʼ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,

388 ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν

389 μήτηρ γρηῦς Σικελή, σφεας τρέφε καί ῥα γέροντα

390 ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.

391 οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,

392 ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς

393 μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·

394 γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·

395 δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες

396 μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.

397 ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας

398 ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,

399 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

400 φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν

401 οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,

402 οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.

403 καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,

404 ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια

405 νοστήσαντά σε δεῦρʼ, ἄγγελον ὀτρύνωμεν.

406 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς

407 γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;

408 ὣς φάθʼ, δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.

409 ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα

410 δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,

411 ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.

412 ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·

413 Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,

414 μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.

415 οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος

416 μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,

417 ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,

418 τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον

419 πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·

420 αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.

421 αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,

422 τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·

423 παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,

424 Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·

425 τοῦ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·

426 φίλοι, μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς·

427 τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς

428 ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς·

429 τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους,

430 ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἐς Πύλον ὦκα ἱκέσθαι

431 καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,

432 ἴομεν· καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·

433 λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,

434 εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας

435 τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο

436 ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.

437 ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.

438 ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς.

439 ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς

440 ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,

441 ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.

442 τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·

443 κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς

444 ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·

445 αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ

446 ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.

447 ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος

448 φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων

449 θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.

450 ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.

451 τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης

452 Μαστορίδης· γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·

453 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·

454 κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·

455 ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·

456 οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,

457 ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,

458 οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,

459 κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν

460 ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.

461 καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·

462 μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.

463 ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ

464 ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·

465 οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει

466 πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.

467 αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,

468 ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.

469 τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·

470 φῆ δʼ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν

471 ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.

472 αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·

473 πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,

474 εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;

475 προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν

476 τεύξεις, φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;

477 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

478 τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;

479 οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,

480 ὡς τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;

481 ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.

482 ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,

483 ὅρκια πιστὰ ταμόντες μὲν βασιλευέτω αἰεί,

484 ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο

485 ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων

486 ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.

487 ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,

488 βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.

489 οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,

490 τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·

491 ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.

492 ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·

493 στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·

494 αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·

495 οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.

496 ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,

497 τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·

498 ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,

499 καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.

500 αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,

501 ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἦρχε δʼ Ὀδυσσεύς.

502 τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη

503 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.

504 τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·

505 αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·

506 Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών,

507 ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,

508 μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ

509 ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.

510 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

511 ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ

512 οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.

513 ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·

514 τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; μάλα χαίρω·

515 υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.

516 τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·

517 Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,

518 εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,

519 αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.

520 ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη

521 εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,

522 αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,

523 καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.

524 δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,

525 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.

526 ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,

527 τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.

528 καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,

529 εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,

530 ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.

531 ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,

532 ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.

533 ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·

534 τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,

535 πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·

536 πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.

537 σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,

538 οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.

539 καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,

540 κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.

541 δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·

542 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

543 ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,

544 μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.

545 ὣς φάτʼ Ἀθηναίη, δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ.

546 ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν

547 Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,

548 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.

Notes

Textual notes

From A. T. Murray · 1919

  1. 1

    πρῶϊ: πρῶτα.

  2. 2

    Lines 60–2 were suspected in antiquity.

  3. 3

    Line 113 is ommitted in many MSS.

  4. 4

    Line 121 is ommitted in many MSS.

  5. 5

    Line 143 (cf. x. 470) is omitted is most MSS.

  6. 6

    ὃς: ἴν’.

  7. 7

    φόνοιο: φονῆας.

Ὁμήρου Ὀδύσσεια

Books

    24 books · 12,107 lines

    Translation

    Edition document