Ὅμηρος

ἸλιάςΙ

About this edition

D. B. Monro and T. W. Allen · 1920

This is the third-edition Oxford text of Homeri Opera, volumes I–II (1908–1920), drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ἰλιάς Ι

709 lines

1 ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς

2 θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,

3 πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.

4 ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα

5 Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον

6 ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν

7 κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·

8 ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.

9 Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ

10 φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων

11 κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,

12 μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.

13 ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων

14 ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος

15 τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·

16 ὣς βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα·

17 φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

18 Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ

19 σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν

20 Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,

21 νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει

22 δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.

23 οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,

24 ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα

25 ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.

26 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·

27 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·

28 οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.

29 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.

30 δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·

31 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·

32 Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,

33 θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.

34 ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι

35 φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα

36 ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.

37 σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·

38 σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,

39 ἀλκὴν δʼ οὔ τοι δῶκεν, τε κράτος ἐστὶ μέγιστον.

40 δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν

41 ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;

42 εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι

43 ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης

44 ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.

45 ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ

46 εἰς κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ

47 φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·

48 νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς κε τέκμωρ

49 Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.

50 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν

51 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.

52 τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·

53 Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,

54 καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.

55 οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,

56 οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.

57 μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης

58 ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις

59 Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.

60 ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,

61 ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι

62 μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων.

63 ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος

64 ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.

65 ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ

66 δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι

67 λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.

68 κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα

69 Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.

70 δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.

71 πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν

72 ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·

73 πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.

74 πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην

75 βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς

76 ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν

77 καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;

78 νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.

79 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.

80 ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο

81 ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,

82 ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος

83 ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,

84 ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.

85 ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ

86 κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·

87 κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·

88 ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.

89 Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν

90 ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.

91 οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

92 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

93 τοῖς γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν

94 Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·

95 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·

96 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

97 ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν

98 λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε

99 σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.

100 τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,

101 κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ

102 εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.

103 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.

104 οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει

105 οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν

106 ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην

107 χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας

108 οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε

109 πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ

110 εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,

111 ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν

112 φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν

113 δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.

114 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

115 γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·

116 ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν

117 λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,

118 ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.

119 ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,

120 ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.

121 ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω

122 ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,

123 αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους

124 πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.

125 οὔ κεν ἀλήϊος εἴη ἀνὴρ τόσσα γένοιτο,

126 οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,

127 ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.

128 δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας

129 Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς

130 ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.

131 τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων

132 κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι

133 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,

134 θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.

135 ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε

136 ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,

137 νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω

138 εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,

139 Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,

140 αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.

141 εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης

142 γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,

143 ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.

144 τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ

145 Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,

146 τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω

147 πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω

148 πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·

149 ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα

150 Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν

151 Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον

152 καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.

153 πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·

154 ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,

155 οἵ κέ δωτίνῃσι θεὸν ὣς τιμήσουσι

156 καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.

157 ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.

158 δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,

159 τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·

160 καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι

161 ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.

162 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

163 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

164 δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·

165 ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα

166 ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.

167 εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.

168 Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,

169 αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·

170 κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.

171 φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,

172 ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.

173 ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.

174 αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,

175 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,

176 νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.

177 αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,

178 ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.

179 τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ

180 δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,

181 πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.

182 τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης

183 πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ

184 ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.

185 Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,

186 τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ

187 καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,

188 τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·

189 τῇ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.

190 Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,

191 δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,

192 τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,

193 στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς

194 αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.

195 ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.

196 τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

197 χαίρετον· φίλοι ἄνδρες ἱκάνετον τι μάλα χρεώ,

198 οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.

199 ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,

200 εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.

201 αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·

202 μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,

203 ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·

204 οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.

205 ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.

206 αὐτὰρ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,

207 ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός,

208 ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.

209 τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.

210 καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,

211 πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.

212 αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,

213 ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,

214 πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.

215 αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,

216 Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ

217 καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.

218 αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο

219 τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει

220 Πάτροκλον ὃν ἑταῖρον· δʼ ἐν πυρὶ βάλλε θυηλάς.

221 οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

222 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

223 νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,

224 πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα·

225 χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς

226 ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο

227 ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ

228 δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,

229 ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες

230 δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἀπολέσθαι

231 νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.

232 ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο

233 Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι

234 κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ

235 σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.

236 Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων

237 ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων

238 μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει

239 ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ λύσσα δέδυκεν.

240 ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·

241 στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα

242 αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς

243 δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.

244 ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς

245 ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη

246 φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.

247 ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν

248 τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.

249 αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος

250 ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν

251 φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.

252 πέπον μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς

253 ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·

254 τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη

255 δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν

256 ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·

257 ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον

258 τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.

259 ὣς ἐπέτελλʼ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν

260 παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων

261 ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.

262 εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω

263 ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων·

264 ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,

265 αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους

266 πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.

267 οὔ κεν ἀλήϊος εἴη ἀνὴρ τόσσα γένοιτο

268 οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,

269 ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.

270 δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας

271 Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς

272 ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.

273 τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα

274 κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται

275 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι

276 θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.

277 ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε

278 ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,

279 νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι

280 εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,

281 Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,

282 αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.

283 εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης

284 γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,

285 ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.

286 τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ

287 Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,

288 τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι

289 πρὸς οἶκον Πηλῆος· δʼ αὖτʼ ἐπὶ μείλια δώσει

290 πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·

291 ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα

292 Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν

293 Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον

294 καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.

295 πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·

296 ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,

297 οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι

298 καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.

299 ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.

300 εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον

301 αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς

302 τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς

303 τίσουσʼ· γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·

304 νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι

305 λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον

306 οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.

307 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

308 διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ

309 χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,

310 περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,

311 ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.

312 ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν

313 ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.

314 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·

315 οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω

316 οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν

317 μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.

318 ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·

319 ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·

320 κάτθανʼ ὁμῶς τʼ ἀεργὸς ἀνὴρ τε πολλὰ ἐοργώς.

321 οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ

322 αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.

323 ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι

324 μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ,

325 ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,

326 ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων

327 ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.

328 δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,

329 πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·

330 τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ

331 ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον

332 Ἀτρεΐδῃ· δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι

333 δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.

334 ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·

335 τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν

336 εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων

337 τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν

338 Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας

339 Ἀτρεΐδης; οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;

340 μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων

341 Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων

342 τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν

343 ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.

344 νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε

345 μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.

346 ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι

347 φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.

348 μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,

349 καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ

350 εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·

351 ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο

352 ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον

353 οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,

354 ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·

355 ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.

356 νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ

357 αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι

358 νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,

359 ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,

360 ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας

361 νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·

362 εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος

363 ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.

364 ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·

365 ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν

366 ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον

367 ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,

368 αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων

369 Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω

370 ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ

371 εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν

372 αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε

373 τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·

374 οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·

375 ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις

376 ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος

377 ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.

378 ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.

379 οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη

380 ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,

381 οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας

382 Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,

383 αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας

384 ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·

385 οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,

386 οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων

387 πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.

388 κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,

389 οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,

390 ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·

391 οὐδέ μιν ὧς γαμέω· δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,

392 ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.

393 ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,

394 Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.

395 πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε

396 κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,

397 τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.

398 ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ

399 γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν

400 κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·

401 οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν

402 Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον

403 τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,

404 οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει

405 Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.

406 ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,

407 κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,

408 ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ

409 οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.

410 μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα

411 διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.

412 εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,

413 ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·

414 εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,

415 ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν

416 ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.

417 καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην

418 οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ

419 Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς

420 χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.

421 ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν

422 ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·

423 ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,

424 κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν

425 νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη

426 ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·

427 Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,

428 ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται

429 αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.

430 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ

431 μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·

432 ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ

433 δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·

434 εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ

435 βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι

436 πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,

437 πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην

438 οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς

439 ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε

440 νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο

441 οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.

442 τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,

443 μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.

444 ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι

445 λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς

446 γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,

447 οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα

448 φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,

449 ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,

450 τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν

451 μητέρʼ ἐμήν· δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων

452 παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.

453 τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς

454 πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,

455 μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν

456 ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς

457 Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.

462 ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς

463 πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.

464 μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες

465 αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,

466 πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς

467 ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ

468 εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,

469 πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.

470 εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·

471 οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη

472 πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,

473 ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.

474 ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,

475 καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας

476 ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς

477 ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.

478 φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,

479 Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων

480 ἐς Πηλῆα ἄναχθʼ· δέ με πρόφρων ὑπέδεκτο,

481 καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ

482 μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,

483 καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·

484 ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.

485 καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,

486 ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ

487 οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,

488 πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας

489 ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.

490 πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα

491 οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.

492 ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,

493 τὰ φρονέων μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον

494 ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ

495 ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.

496 ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ

497 νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,

498 τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.

499 καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι

500 λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι

501 λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.

502 καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο

503 χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,

504 αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.

505 δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας

506 πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν

507 βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω.

508 ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,

509 τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο·

510 ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,

511 λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι

512 τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.

513 ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι

514 τιμήν, τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.

515 εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι

516 Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,

517 οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην

518 Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·

519 νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,

520 ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους

521 κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ

522 φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς

523 μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.

524 οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν

525 ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι·

526 δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.

527 μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε

528 ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.

529 Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι

530 ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,

531 Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,

532 Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.

533 καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε

534 χωσαμένη οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς

535 Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας,

536 οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.

537 λάθετʼ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.

538 δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα

539 ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,

540 ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·

541 πολλὰ δʼ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ

542 αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.

543 τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος

544 πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας

545 καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·

546 τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.

547 δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν

548 ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,

549 Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.

550 ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,

551 τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο

552 τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·

553 ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων

554 οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,

555 ἤτοι μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ

556 κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ

557 κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης

558 Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν

559 τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον

560 Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,

561 τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ

562 Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς

563 μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα

564 κλαῖεν μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·

565 τῇ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων

566 ἐξ ἀρέων μητρὸς κεχολωμένος, ῥα θεοῖσι

567 πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,

568 πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία

569 κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν

570 πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,

571 παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς

572 ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.

573 τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει

574 πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες

575 Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,

576 ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·

577 ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,

578 ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι

579 πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,

580 ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.

581 πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς

582 οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο

583 σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·

584 πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ

585 ἐλλίσσονθʼ· δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,

586 οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·

587 ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,

588 πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων

589 βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.

590 καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις

591 λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα

592 κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·

593 ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,

594 τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.

595 τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,

596 βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.

597 ὣς μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ

598 εἴξας θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν

599 πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.

600 ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων

601 ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη

602 νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων

603 ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.

604 εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς

605 οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.

606 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

607 Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης

608 χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,

609 μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς κʼ ἀϋτμὴ

610 ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.

611 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·

612 μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων

613 Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ

614 τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.

615 καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·

616 ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.

617 οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων

618 εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι

619 φρασσόμεθʼ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ κε μένωμεν.

620 καὶ Πατρόκλῳ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ

621 Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα

622 ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας

623 ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·

624 διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ

625 ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ

626 τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα

627 χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα

628 οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς

629 ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν

630 σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων

631 τῆς μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων

632 νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος

633 ποινὴν οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·

634 καί ῥʼ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,

635 τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ

636 ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε

637 θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης

638 οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,

639 ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,

640 αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν

641 πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων

642 κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.

643 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

644 Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν

645 πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·

646 ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων

647 μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν

648 Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.

649 ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·

650 οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος

651 πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον

652 Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι

653 κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.

654 ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ

655 Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.

656 ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον

657 σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.

658 Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε

659 Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.

660 αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε

661 κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.

662 ἔνθʼ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.

663 αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·

664 τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,

665 Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.

666 Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ

667 Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς

668 Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.

669 οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.

670 τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν

671 δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο·

672 πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

673 εἴπʼ ἄγε μʼ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν

674 ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,

675 ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;

676 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

677 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

678 κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον

679 πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα.

680 αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν

681 ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·

682 αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι

683 νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας.

684 καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι

685 οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ

686 Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς

687 χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.

688 ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο,

689 Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.

690 Φοῖνιξ δʼ αὖθʼ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,

691 ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται

692 αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.

693 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ

694 μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.

695 δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·

696 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·

697 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

698 μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα

699 μυρία δῶρα διδούς· δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·

700 νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.

701 ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν κεν ἴῃσιν

702 κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν

703 θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.

704 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·

705 νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ

706 σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·

707 αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,

708 καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους

709 ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.

710 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες

711 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.

712 καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,

713 ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.

Ὁμήρου Ἰλιάς

Books

    24 books · 15,687 lines

    Translation

    Edition document