Ἰλιάς Θ
565 lines
1 Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,
2 Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
3 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
4 αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·
5 κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
6 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
7 μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
8 πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες
9 αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
10 ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
11 ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι
12 πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·
13 ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα
14 τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
15 ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,
16 τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
17 γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
18 εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·
19 σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
20 πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·
21 ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ
22 Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.
23 ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
24 αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·
25 σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο
26 δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.
27 τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.
28 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
29 μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
30 ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
31 ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
32 εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·
33 ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
34 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
35 ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·
36 βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
37 ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
38 τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·
39 θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
40 πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.
41 ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
42 ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
43 χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
44 χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
45 μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
46 μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
47 Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν
48 Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.
49 ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε
50 λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.
51 αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων
52 εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
53 οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
54 ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.
55 Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
56 παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
57 χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.
58 πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,
59 πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
60 οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο
61 σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
62 χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
63 ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
64 ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
65 ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
66 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
67 τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
68 ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
69 καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·
70 ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο
71 Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
72 ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.
73 αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
74 ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·
75 αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ
76 ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες
77 θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
78 ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,
79 οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·
80 Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν
81 οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
82 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
83 ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων
84 κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
85 ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,
86 σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
87 ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
88 φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι
89 ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
90 Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν
91 εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·
92 σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·
93 διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
94 πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
95 μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·
96 ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
97 ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
98 ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
99 Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,
100 στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,
101 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
102 ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
103 σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,
104 ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
105 ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
106 οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
107 κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
108 οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
109 τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ
110 Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
111 εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
112 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
113 Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην
114 ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
115 τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·
116 Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,
117 μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.
118 τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·
119 καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα
120 υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα
121 ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
122 ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
123 ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
124 Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
125 τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
126 κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν
127 ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
128 Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων
129 ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
130 ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
131 καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
132 εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
133 βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,
134 κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·
135 δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,
136 τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·
137 Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
138 δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
139 Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.
140 ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;
141 νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
142 σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,
143 δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
144 οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.
145 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·
146 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
147 ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
148 Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·
149 Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.
150 ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.
151 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
152 ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.
153 εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,
154 ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες
155 καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,
156 τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.
157 ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους
158 αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
159 ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
160 τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·
161 Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
162 ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·
163 νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.
164 ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο
165 πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας
166 ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.
167 ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
168 ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
169 τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,
170 τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς
171 σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
172 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
173 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
174 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
175 γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων
176 νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·
177 νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο
178 ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·
179 ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
180 ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,
181 μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
182 ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς
183 Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.
184 ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
185 Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε
186 νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
187 Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
188 ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν
189 οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,
190 ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.
191 ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν
192 ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει
193 πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,
194 αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο
195 δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.
196 εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς
197 αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.
198 ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,
199 σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,
200 καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·
201 ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ
202 ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
203 οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι
204 πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.
205 εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,
206 Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,
207 αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.
208 τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·
209 Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.
210 οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι
211 ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.
212 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
213 τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε
214 πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων
215 εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
216 Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
217 καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
218 εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη
219 αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.
220 βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
221 πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,
222 στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
223 ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
224 ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
225 ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
226 εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·
227 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
228 αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·
229 πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
230 ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,
231 ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων
232 πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,
233 Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος
234 στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν
235 Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.
236 Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων
237 τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;
238 οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
239 νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,
240 ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα
241 ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
242 ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·
243 αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,
244 μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
245 ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,
246 νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.
247 αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,
248 νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·
249 πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,
250 ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.
251 οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,
252 μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
253 ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων
254 εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
255 τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,
256 ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
257 Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·
258 τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
259 ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
260 ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
261 τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,
262 τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
263 τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
264 Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
265 τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
266 Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,
267 στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
268 ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως
269 παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ
270 βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,
271 αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
272 εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
273 ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
274 Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην
275 Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
276 καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,
277 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
278 τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
279 τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·
280 στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·
281 Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν
282 βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι
283 πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
284 καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·
285 τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.
286 σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·
287 αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη
288 Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
289 πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
290 ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν
291 ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
292 τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·
293 Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
294 ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
295 παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς
296 ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
297 ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,
298 πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·
299 τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
300 ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
301 Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·
302 καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα
303 υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
304 τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
305 καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
306 μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ
307 καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,
308 ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.
309 Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
310 Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.
311 ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·
312 ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα
313 ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·
314 ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
315 ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
316 Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
317 τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
318 Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
319 ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
320 αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
321 σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,
322 βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
323 ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
324 θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ
325 αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει
326 αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,
327 τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
328 ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
329 στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
330 Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
331 ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
332 τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
333 Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
334 νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
335 ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·
336 οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
337 Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
338 ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
339 ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
340 ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
341 ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
342 αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.
343 αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
344 φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
345 οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
346 ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
347 χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
348 Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
349 Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
350 τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,
351 αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
352 ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
353 ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;
354 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
355 ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς
356 Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.
357 τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
358 καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε
359 χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
360 ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι
361 σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·
362 οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
363 τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.
364 ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς
365 τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.
366 εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
367 εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
368 ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
369 οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
370 νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,
371 ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
372 λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
373 ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
374 ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
375 ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο
376 τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
377 ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
378 γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
379 ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς
380 δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
381 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
382 ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
383 Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
384 αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
385 πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
386 ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
387 ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
388 τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
389 ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
390 βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
391 ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
392 Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
393 αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
394 τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
395 ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
396 τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
397 Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,
398 Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
399 βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην
400 ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.
401 ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
402 γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
403 αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω·
404 οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
405 ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
406 ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.
407 Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·
408 αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.
409 ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
410 βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
411 πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
412 ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·
413 πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
414 οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.
415 ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,
416 γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
417 αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·
418 οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
419 ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
420 ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.
421 Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·
422 αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·
423 ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε
424 τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.
425 ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
426 αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
427 ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε
428 νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·
429 τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
430 ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ
431 Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.
432 ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·
433 τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,
434 καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,
435 ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·
436 αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον
437 μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.
438 Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
439 Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.
440 τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,
441 ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·
442 αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
443 ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.
444 αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη
445 ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·
446 αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
447 τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;
448 οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ
449 ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.
450 πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,
451 οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.
452 σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα
453 πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.
454 ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·
455 οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ
456 ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.
457 ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
458 πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
459 ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
460 σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
461 Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
462 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
463 εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·
464 ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
465 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
466 ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις·
467 βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
468 ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
469 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
470 ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα
471 ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη
472 ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·
473 οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ
474 πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,
475 ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται
476 στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·
477 ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω
478 χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι
479 γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε
480 ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο
481 τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·
482 οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
483 σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.
484 ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.
485 ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο
486 ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
487 Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς
488 ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
489 Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ
490 νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,
491 ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
492 ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον
493 τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ
494 ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
495 αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,
496 τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·
497 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
498 νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς
499 ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
500 ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα
501 Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.
502 ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
503 δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους
504 λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·
505 ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα
506 καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε
507 σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
508 ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης
509 καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,
510 μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ
511 φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
512 μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
513 ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ
514 βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι
515 νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος
516 Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
517 κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων
518 παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας
519 λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·
520 θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη
521 πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω
522 μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.
523 ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·
524 μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,
525 τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.
526 ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν
527 ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
528 οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
529 ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,
530 πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
531 νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
532 εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης
533 πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν
534 χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
535 αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος
536 μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω
537 κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
538 ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς
539 εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,
540 τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
541 ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.
542 ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.
543 οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
544 δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·
545 ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα
546 καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,
547 σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
548 ἔρδον δʼ ἀθανάτοισι τεληέσσας ἑκατόμβας
549 κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
550 ἡδεῖαν· τῆς δʼ οὔ τι θεοὶ μάκαρες δατέοντο,
551 οὐδʼ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή,
552 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο
553 οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας
554 εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.
555 ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
556 φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ·
557 ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
558 καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,
559 πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·
560 τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων
561 Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
562 χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ
563 εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
564 ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
565 ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.