Ὅμηρος

ἸλιάςΗ

About this edition

D. B. Monro and T. W. Allen · 1920

This is the third-edition Oxford text of Homeri Opera, volumes I–II (1908–1920), drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ἰλιάς Η

482 lines

1 ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,

2 τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ

3 ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.

4 ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν

5 οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι

6 πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,

7 ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.

8 ἔνθʼ ἑλέτην μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος

9 Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης

10 γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·

11 Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι

12 αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.

13 Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν

14 Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην

15 Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων

16 ὦμον· δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.

17 τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη

18 Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,

19 βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα

20 Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων

21 Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·

22 ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.

23 τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·

24 τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο

25 ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;

26 ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην

27 δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.

28 ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·

29 νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα

30 σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς κε τέκμωρ

31 Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ

32 ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.

33 τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

34 ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ

35 ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.

36 ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;

37 τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·

38 Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,

39 ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος

40 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,

41 οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ

42 οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.

43 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.

44 τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ

45 βουλήν, ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·

46 στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·

47 Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε

48 ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·

49 ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,

50 αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος

51 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·

52 οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·

53 ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.

54 ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,

55 καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,

56 μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.

57 κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·

58 κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων

59 ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι

60 φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο

61 ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ

62 ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.

63 οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ

64 ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,

65 τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε

66 ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·

67 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ

68 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

69 ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,

70 ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν

71 εἰς κεν ὑμεῖς Τροίην εὔπυργον ἕλητε

72 αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.

73 ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·

74 τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει

75 δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.

76 ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·

77 εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,

78 τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,

79 σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με

80 Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.

81 εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,

82 τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,

83 καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,

84 τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,

85 ὄφρά ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,

86 σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.

87 καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων

88 νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·

89 ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,

90 ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.

91 ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.

92 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·

93 αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·

94 ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε

95 νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·

96 μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·

97 μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς

98 εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.

99 ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε

100 ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·

101 τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε

102 νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.

103 ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.

104 ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ

105 Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,

106 εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,

107 αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων

108 δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

109 ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ

110 ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,

111 μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι

112 Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.

113 καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ

114 ἔρριγʼ ἀντιβολῆσαι, περ σέο πολλὸν ἀμείνων.

115 ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,

116 τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.

117 εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,

118 φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι

119 δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.

120 ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως

121 αἴσιμα παρειπών, δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα

122 γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·

123 Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·

124 πόποι μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.

125 κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς

126 ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,

127 ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ἐνὶ οἴκῳ

128 πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.

129 τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι,

130 πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι

131 θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.

132 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον

133 ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο

134 ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι

135 Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.

136 τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς

137 τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος

138 δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην

139 ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες

140 οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,

141 ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.

142 τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,

143 στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον

144 χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς

145 δουρὶ μέσον περόνησεν, δʼ ὕπτιος οὔδει ἐρείσθη·

146 τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.

147 καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·

148 αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,

149 δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·

150 τοῦ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.

151 οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·

152 ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν

153 θάρσεϊ · γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·

154 καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.

155 τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·

156 πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.

157 εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·

158 τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.

159 ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν

160 οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.

161 ὣς νείκεσσʼ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.

162 ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,

163 τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,

164 τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,

165 τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος

166 Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,

167 τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,

168 ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·

169 πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.

170 τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·

171 κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·

172 οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,

173 καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι

174 δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.

175 ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,

176 ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.

177 λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·

178 ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·

179 Ζεῦ πάτερ Αἴαντα λαχεῖν, Τυδέος υἱόν,

180 αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.

181 ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,

182 ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ

183 Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ

184 δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.

185 οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.

186 ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ

187 ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,

188 ἤτοι ὑπέσχεθε χεῖρʼ, δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,

189 γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.

190 τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·

191 φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς

192 θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.

193 ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,

194 τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι

195 σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,

196 ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·

197 οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται

198 οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως

199 ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.

200 ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·

201 ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·

202 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε

203 δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·

204 εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,

205 ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.

206 ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.

207 αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,

208 σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,

209 ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων

210 θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.

211 τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν

212 μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν

213 ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.

214 τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,

215 Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,

216 Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·

217 ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι

218 ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.

219 Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον

220 χάλκεον ἑπταβόειον, οἱ Τυχίος κάμε τεύχων

221 σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,

222 ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον

223 ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.

224 τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας

225 στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·

226 Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος

227 οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι

228 καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.

229 ἀλλʼ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι

230 κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·

231 ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν

232 καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.

233 τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·

234 Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν

235 μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε

236 ἠὲ γυναικός, οὐκ οἶδεν πολεμήϊα ἔργα.

237 αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·

238 οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν

239 ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·

240 οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·

241 οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.

242 ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα

243 λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.

244 ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,

245 καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον

246 ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.

247 ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,

248 ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε

249 Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,

250 καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.

251 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,

252 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·

253 ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα

254 ἔγχος· δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.

255 τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω

256 σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν

257 συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.

258 Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,

259 οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.

260 Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· δὲ διαπρὸ

261 ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,

262 τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,

263 ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,

264 ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ

265 κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·

266 τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον

267 μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.

268 δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας

269 ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,

270 εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,

271 βλάψε δέ οἱ φίλα γούναθʼ· δʼ ὕπτιος ἐξετανύσθη

272 ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.

273 καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,

274 εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν

275 ἦλθον, μὲν Τρώων, δʼ Ἀχαιῶν χαλκοχιτώνων,

276 Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·

277 μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον

278 κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·

279 μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·

280 ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,

281 ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.

282 νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.

283 τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·

284 Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·

285 αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.

286 ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι περ ἂν οὗτος.

287 τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·

288 Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε

289 καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,

290 νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος

291 σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς κε δαίμων

292 ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.

293 νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,

294 ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,

295 σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·

296 αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος

297 Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,

298 αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.

299 δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,

300 ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·

301 ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,

302 ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.

303 ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον

304 σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·

305 Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.

306 τὼ δὲ διακρινθέντε μὲν μετὰ λαὸν Ἀχαιῶν

307 ἤϊʼ, δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,

308 ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,

309 Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·

310 καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.

311 Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ

312 εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.

313 οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,

314 τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

315 ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.

316 τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,

317 μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,

318 ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.

319 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,

320 δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·

321 νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν

322 ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.

323 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

324 τοῖς γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν

325 Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·

326 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·

327 Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,

328 πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,

329 τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον

330 ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον·

331 τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν,

332 αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς

333 βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς

334 τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος

335 οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.

336 τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες

337 ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα

338 πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.

339 ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,

340 ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·

341 ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,

342 χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,

343 μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.

344 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.

345 Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ

346 δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·

347 τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν·

348 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,

349 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

350 δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ

351 δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ

352 ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν

353 ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.

354 ἤτοι γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη

355 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,

356 ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·

357 Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·

358 οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.

359 εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,

360 ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.

361 αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·

362 ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·

363 κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ

364 πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.

365 ἤτοι γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη

366 Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,

367 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·

368 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,

369 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

370 νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,

371 καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·

372 ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας

373 εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ

374 μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·

375 καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι

376 παύσασθαι πολέμοιο δυσηχέος, εἰς κε νεκροὺς

377 κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς κε δαίμων

378 ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.

379 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·

380 δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·

381 ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·

382 τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος

383 νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ τοῖσι

384 στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·

385 Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν

386 ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ

387 εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,

388 μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·

389 κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν

390 ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·

391 πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·

392 κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο

393 οὔ φησιν δώσειν· μὴν Τρῶές γε κέλονται.

394 καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε

395 παύσασθαι πολέμοιο δυσηχέος εἰς κε νεκροὺς

396 κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς κε δαίμων

397 ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.

398 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·

399 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·

400 μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω

401 μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν

402 ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.

403 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν

404 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·

405 καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·

406 Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις

407 ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως

408 ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·

409 οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων

410 γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.

411 ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.

412 ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,

413 ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.

414 οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες

415 πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι

416 Ἰδαῖος· δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε

417 στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα,

418 ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·

419 Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν

420 ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην.

421 Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας

422 ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο

423 οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.

424 ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·

425 ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα

426 δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.

427 οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ

428 νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,

429 ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.

430 ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ

431 νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,

432 ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.

433 ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ,

434 τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,

435 τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες

436 ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν

437 πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.

438 ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,

439 ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·

440 ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν

441 εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.

442 ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·

443 οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ

444 θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.

445 τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·

446 Ζεῦ πάτερ, ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν

447 ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;

448 οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ

449 τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον

450 ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;

451 τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς·

452 τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων

453 ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.

454 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·

455 πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.

456 ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,

457 ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·

458 σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.

459 ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ

460 οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν

461 τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,

462 αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,

463 ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.

464 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

465 δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,

466 βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.

467 νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι

468 πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,

469 τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.

470 χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ

471 δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.

472 ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,

473 ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,

474 ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,

475 ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.

476 παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ

477 δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι·

478 παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς

479 σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·

480 οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη

481 πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.

482 κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.

Ὁμήρου Ἰλιάς

Books

    24 books · 15,687 lines

    Translation

    Edition document