Ὅμηρος

ἸλιάςΖ

About this edition

D. B. Monro and T. W. Allen · 1920

This is the third-edition Oxford text of Homeri Opera, volumes I–II (1908–1920), drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ἰλιάς Ζ

529 lines

1 Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·

2 πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο

3 ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα

4 μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.

5 Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν

6 Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,

7 ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο

8 υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.

9 τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,

10 ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω

11 αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.

12 Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης

13 Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ

14 ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.

15 πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.

16 ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον

17 πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα

18 αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων

19 ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.

20 Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·

21 βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη

22 νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.

23 Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος

24 πρεσβύτατος γενεῇ, σκότιον δέ γείνατο μήτηρ·

25 ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,

26 δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.

27 καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα

28 Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.

29 Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·

30 Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν

31 ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.

32 Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ

33 Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

34 ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας

35 Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως

36 φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.

37 Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος

38 ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο

39 ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα

40 ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην

41 πρὸς πόλιν, περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,

42 αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη

43 πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη

44 Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.

45 Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·

46 ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·

47 πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται

48 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,

49 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα

50 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.

51 ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·

52 καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν

53 δώσειν θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων

54 ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·

55 πέπον Μενέλαε, τί δὲ σὺ κήδεαι οὕτως

56 ἀνδρῶν; σοὶ ἄριστα πεποίηται κατὰ οἶκον

57 πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον

58 χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ

59 κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες

60 Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.

61 ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως

62 αἴσιμα παρειπών· δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ

63 ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων

64 οὖτα κατὰ λαπάρην· δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ

65 λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.

66 Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·

67 φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος

68 μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε

69 μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,

70 ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι

71 νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.

72 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

73 ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν

74 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,

75 εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς

76 Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·

77 Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα

78 Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι

79 πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,

80 στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων

81 πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν

82 φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.

83 αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,

84 ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,

85 καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·

86 Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα

87 μητέρι σῇ καὶ ἐμῇ· δὲ ξυνάγουσα γεραιὰς

88 νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ

89 οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο

90 πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος

91 εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,

92 θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,

93 καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ

94 ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ

95 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,

96 ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς

97 ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,

98 ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.

99 οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,

100 ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην

101 μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.

102 ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.

103 αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,

104 πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ

105 ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.

106 οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·

107 Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,

108 φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος

109 Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.

110 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·

111 Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι

112 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,

113 ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν

114 εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι

115 δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.

116 ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·

117 ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν

118 ἄντυξ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.

119 Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς

120 ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.

121 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,

122 τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·

123 τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;

124 οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ

125 τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων

126 σῷ θάρσει, τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·

127 δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.

128 εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,

129 οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.

130 οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος

131 δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·

132 ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας

133 σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι

134 θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου

135 θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς

136 δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ

137 δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.

138 τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,

139 καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν

140 ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·

141 οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.

142 εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,

143 ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.

144 τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·

145 Τυδεΐδη μεγάθυμε τί γενεὴν ἐρεείνεις;

146 οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.

147 φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη

148 τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·

149 ὣς ἀνδρῶν γενεὴ μὲν φύει δʼ ἀπολήγει.

150 εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς

151 ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·

152 ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,

153 ἔνθα δὲ Σίσυφος ἔσκεν, κέρδιστος γένετʼ ἀνδρῶν,

154 Σίσυφος Αἰολίδης· δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,

155 αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·

156 τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν

157 ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,

158 ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,

159 Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.

160 τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια

161 κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι

162 πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.

163 δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·

164 τεθναίης Προῖτʼ, κάκτανε Βελλεροφόντην,

165 ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.

166 ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·

167 κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,

168 πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ γε σήματα λυγρὰ

169 γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,

170 δεῖξαι δʼ ἠνώγειν πενθερῷ ὄφρʼ ἀπόλοιτο.

171 αὐτὰρ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.

172 ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,

173 προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·

174 ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.

175 ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς

176 καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι

177 ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.

178 αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,

179 πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε

180 πεφνέμεν· δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,

181 πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,

182 δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,

183 καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.

184 δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·

185 καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.

186 τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.

187 τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·

188 κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους

189 εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·

190 πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.

191 ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα

192 αὐτοῦ μιν κατέρυκε, δίδου δʼ γε θυγατέρα ἥν,

193 δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·

194 καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων

195 καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.

196 δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ

197 Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.

198 Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,

199 δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.

200 ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,

201 ἤτοι κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο

202 ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·

203 Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο

204 μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·

205 τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.

206 Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·

207 πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν

208 αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,

209 μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι

210 ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.

211 ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.

212 ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·

213 ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,

214 αὐτὰρ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·

215 ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·

216 Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην

217 ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·

218 οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·

219 Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,

220 Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον

221 καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.

222 Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα

223 κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.

224 τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ

225 εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.

226 ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου·

227 πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι

228 κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,

229 πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.

230 τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε

231 γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.

232 ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε

233 χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·

234 ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,

235 ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε

236 χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.

237 Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,

238 ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες

239 εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε

240 καὶ πόσιας· δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει

241 πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο.

242 ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε

243 ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ

244 πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο

245 πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες

246 κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,

247 κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς

248 δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο

249 πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ

250 κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν·

251 ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ

252 Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·

253 ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

254 τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;

255 μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν

256 μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν

257 ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.

258 ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,

259 ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι

260 πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.

261 ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,

262 ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.

263 τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·

264 μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,

265 μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·

266 χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον

267 ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι

268 αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.

269 ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης

270 ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·

271 πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος

272 ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,

273 τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,

274 καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ

275 ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ

276 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,

277 αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς

278 ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.

279 ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης

280 ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω

281 αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι

282 γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα

283 Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.

284 εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω

285 φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.

286 ὣς ἔφαθʼ, δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι

287 κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.

288 αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,

289 ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν

290 Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς

291 ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,

292 τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·

293 τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,

294 ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,

295 ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.

296 βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.

297 αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,

298 τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος

299 Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·

300 τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.

301 αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·

302 δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος

303 θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,

304 εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·

305 πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων

306 ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν

307 πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,

308 ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ

309 ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς

310 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.

311 ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.

312 ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,

313 Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει

314 καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι

315 ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,

316 οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν

317 ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.

318 ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ

319 ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς

320 αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.

321 τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα

322 ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·

323 Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν

324 ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.

325 τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·

326 δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,

327 λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος

328 μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε

329 ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,

330 ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.

331 ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.

332 τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·

333 Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,

334 τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·

335 οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι

336 ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.

337 νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν

338 ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ

339 λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.

340 ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·

341 ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.

342 ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·

343 τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·

344 δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,

345 ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ

346 οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα

347 εἰς ὄρος εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,

348 ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.

349 αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,

350 ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,

351 ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.

352 τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω

353 ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.

354 ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ

355 δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν

356 εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,

357 οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω

358 ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.

359 τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ

360 μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·

361 ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω

362 Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.

363 ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,

364 ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.

365 καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι

366 οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.

367 οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,

368 ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.

369 ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·

370 αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,

371 οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,

372 ἀλλʼ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ

373 πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.

374 Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν

375 ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·

376 εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·

377 πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;

378 ἠέ πῃ ἐς γαλόων εἰνατέρων ἐϋπέπλων

379 ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι

380 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;

381 τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·

382 Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,

383 οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων

384 οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι

385 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,

386 ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε

387 τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.

388 μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει

389 μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.

390 ῥα γυνὴ ταμίη, δʼ ἀπέσσυτο δώματος Ἕκτωρ

391 τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.

392 εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ

393 Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,

394 ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα

395 Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος

396 Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ

397 Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·

398 τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.

399 οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ

400 παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως

401 Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,

402 τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι

403 Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.

404 ἤτοι μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·

405 Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,

406 ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

407 δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις

408 παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, τάχα χήρη

409 σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ

410 πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη

411 σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη

412 ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς

413 ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.

414 ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,

415 ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν

416 Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,

417 οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,

418 ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν

419 ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν

420 νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.

421 οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν

422 οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·

423 πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς

424 βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.

425 μητέρα δʼ, βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,

426 τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,

427 ἂψ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,

428 πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.

429 Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ

430 ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·

431 ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,

432 μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·

433 λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα

434 ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.

435 τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι

436 ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα

437 ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·

438 πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,

439 νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.

440 τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·

441 καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς

442 αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,

443 αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·

444 οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς

445 αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι

446 ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.

447 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·

448 ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ

449 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.

450 ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,

451 οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος

452 οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ

453 ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,

454 ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων

455 δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·

456 καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,

457 καί κεν ὕδωρ φορέοις Μεσσηΐδος Ὑπερείης

458 πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·

459 καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·

460 Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι

461 Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.

462 ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος

463 χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.

464 ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι

465 πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.

466 ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·

467 ἂψ δʼ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης

468 ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς

469 ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,

470 δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.

471 ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·

472 αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,

473 καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·

474 αὐτὰρ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν

475 εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·

476 Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι

477 παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,

478 ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·

479 καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων

480 ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα

481 κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.

482 ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε

483 παῖδʼ ἑόν· δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ

484 δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,

485 χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

486 δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·

487 οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·

488 μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,

489 οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.

490 ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε

491 ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε

492 ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει

493 πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.

494 ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ

495 ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει

496 ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.

497 αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας

498 Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς

499 ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.

500 αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ἐνὶ οἴκῳ·

501 οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο

502 ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.

503 οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,

504 ἀλλʼ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,

505 σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.

506 ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ

507 δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων

508 εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο

509 κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται

510 ὤμοις ἀΐσσονται· δʼ ἀγλαΐηφι πεποιθὼς

511 ῥίμφά γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·

512 ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης

513 τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει

514 καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα

515 Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε

516 στρέψεσθʼ ἐκ χώρης ὅθι ὀάριζε γυναικί.

517 τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·

518 ἠθεῖʼ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω

519 δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;

520 τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·

521 δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη

522 ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·

523 ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ

524 ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω

525 πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.

526 ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς

527 δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι

528 κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν

529 ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.

Ὁμήρου Ἰλιάς

Books

    24 books · 15,687 lines

    Translation

    Edition document