Ἰλιάς Ε
909 lines
1 ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
2 δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν
3 Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
4 δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
5 ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
6 λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·
7 τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
8 ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
9 ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
10 ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην
11 Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
12 τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
13 τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
14 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
15 Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·
16 Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
17 ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
18 Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
19 ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.
20 Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
21 οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
22 οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
23 ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
24 ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
25 ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
26 δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
27 Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
28 τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,
29 πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
30 χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·
31 Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
32 οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
33 μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
34 νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;
35 ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·
36 τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,
37 Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος
38 ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
39 ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
40 πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
41 ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
42 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
43 Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
44 Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
45 τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
46 νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
47 ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.
48 τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·
49 υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
50 Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι
51 ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
52 βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
53 ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,
54 οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·
55 ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
56 πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
57 ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
58 ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
59 Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
60 Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
61 τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
62 ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
63 ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
64 οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
65 τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
66 βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ
67 ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·
68 γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
69 Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
70 ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ
71 ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
72 τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
73 βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·
74 ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
75 ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.
76 Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον
77 υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
78 ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,
79 τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
80 πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον
81 φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·
82 αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε
83 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
84 ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
85 Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη
86 ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.
87 θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
88 χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
89 τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
90 οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
91 ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
92 πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·
93 ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
94 Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
95 τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
96 θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
97 αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
98 καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
99 θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,
100 ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.
101 τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
102 ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
103 βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι
104 δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
105 ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
106 ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,
107 ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν
108 ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
109 ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
110 ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
111 ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,
112 πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·
113 αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
114 δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
115 κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
116 εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
117 δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·
118 δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
119 ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
120 δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
121 ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
122 γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
123 ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
124 θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·
125 ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
126 ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·
127 ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,
128 ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
129 τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται
130 μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
131 τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
132 ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
133 ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
134 Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
135 καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·
136 δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
137 ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι
138 χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·
139 τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,
140 ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·
141 αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,
142 αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·
143 ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
144 ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
145 τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
146 τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον
147 πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.
148 τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον
149 υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·
150 τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,
151 ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
152 βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε
153 ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,
154 υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
155 ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν
156 ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
157 λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
158 δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
159 ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
160 εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.
161 ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
162 πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
163 ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
164 βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·
165 ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
166 τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
167 βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
168 Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·
169 εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
170 στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
171 Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
172 καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,
173 οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.
174 ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν
175 ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
176 Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·
177 εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
178 ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
179 τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
180 Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
181 Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
182 ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
183 ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.
184 εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
185 οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
186 ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,
187 ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
188 ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
189 δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
190 καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,
191 ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
192 ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·
193 ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
194 καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
195 πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
196 ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
197 ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
198 ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
199 ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
200 ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·
201 ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·
202 ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
203 ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
204 ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
205 τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.
206 ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
207 Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν
208 ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
209 τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
210 ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
211 ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
212 εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
213 πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
214 αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
215 εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
216 χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
217 τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
218 μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,
219 πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
220 ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
221 ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
222 οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
223 κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·
224 τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
225 Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
226 ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
227 δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
228 ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
229 τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
230 Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·
231 μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
232 οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·
233 μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον
234 ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
235 νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
236 αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
237 ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,
238 τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
239 ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
240 ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.
241 τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
242 αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·
243 Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
244 ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι
245 ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς
246 Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·
247 Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
248 εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.
249 ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω
250 θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.
251 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
252 μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
253 οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
254 οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·
255 ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως
256 ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
257 τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
258 ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.
259 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
260 αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
261 ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
262 αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,
263 Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,
264 ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
265 τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
266 δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι
267 ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,
268 τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης
269 λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·
270 τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.
271 τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,
272 τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.
273 εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
274 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
275 τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.
276 τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
277 καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ
278 ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·
279 νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.
280 ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
281 καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ
282 αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·
283 τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
284 βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω
285 δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.
286 τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
287 ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω
288 πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
289 αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
290 ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη
291 ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.
292 τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,
293 αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·
294 ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ
295 αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι
296 ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
297 Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ
298 δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
299 ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,
300 πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,
301 τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι
302 σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
303 Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
304 οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
305 τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς
306 ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·
307 θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε·
308 ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως
309 ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
310 γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
311 καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
312 εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
313 μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·
314 ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
315 πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν
316 ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
317 χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
318 ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·
319 οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων
320 τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
321 ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
322 νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
323 Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους
324 ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
325 δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
326 τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
327 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως
328 ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,
329 αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
330 ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
331 γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων
332 τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
333 οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
334 ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,
335 ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
336 ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
337 ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
338 ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
339 πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο
340 ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·
341 οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,
342 τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
343 ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
344 καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
345 κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
346 χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
347 τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·
348 εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
349 ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
350 εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω
351 ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.
352 ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·
353 τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου
354 ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
355 εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα
356 ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·
357 ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
358 πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
359 φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
360 ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.
361 λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
362 Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
363 ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·
364 ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
365 πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
366 μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
367 αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·
368 ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
369 λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·
370 ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη
371 μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
372 χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·
373 τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
374 μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
375 τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·
376 οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
377 οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
378 Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
379 οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
380 ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
381 τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·
382 τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
383 πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες
384 ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.
385 τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης
386 παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
387 χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
388 καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
389 εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
390 Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα
391 ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
392 τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
393 δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
394 βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
395 τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,
396 εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
397 ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
398 αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
399 κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς
400 ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.
401 τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
402 ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
403 σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,
404 ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
405 σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·
406 νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς
407 ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
408 οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
409 ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
410 τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,
411 φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,
412 μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
413 ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ
414 κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
415 ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
416 ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ·
417 ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
418 αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
419 κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
420 τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
421 Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;
422 ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα
423 Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,
424 τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων
425 πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.
426 ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
427 καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·
428 οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,
429 ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,
430 ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.
431 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
432 Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
433 γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·
434 ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ
435 Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
436 τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων,
437 τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων·
438 ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
439 δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·
440 φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν
441 ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
442 ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.
443 ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω
444 μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
445 Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
446 Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.
447 ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα
448 ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·
449 αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων
450 αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,
451 ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
452 δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
453 ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
454 δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·
455 Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,
456 οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
457 Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
458 Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
459 αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
460 ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,
461 Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
462 εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·
463 υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·
464 ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
465 ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
466 ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
467 κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ
468 Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·
469 ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
470 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
471 ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·
472 Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;
473 φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων
474 οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
475 τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,
476 ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·
477 ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.
478 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·
479 τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,
480 ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
481 κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.
482 ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς
483 ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
484 οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·
485 τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις
486 λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
487 μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
488 ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·
489 οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.
490 σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ
491 ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
492 νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.
493 ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·
494 αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
495 πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
496 ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
497 οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
498 Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
499 ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς
500 ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ
501 κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
502 αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ
503 λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν
504 οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
505 ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.
506 οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα
507 θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
508 πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς
509 Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
510 Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην
511 οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
512 αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
513 ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
514 Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,
515 ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
516 καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.
517 οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν
518 Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.
519 τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
520 ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ
521 οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,
522 ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων
523 νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν
524 ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
525 ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
526 πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·
527 ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
528 Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·
529 ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
530 ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·
531 αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
532 φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
533 ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα
534 Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
535 Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
536 τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
537 τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·
538 ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
539 νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·
540 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
541 ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους
542 υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,
543 τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ
544 ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο
545 Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,
546 ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα·
547 Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,
548 ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,
549 Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.
550 τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν
551 Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην,
552 τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
553 ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν.
554 οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
555 ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·
556 τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
557 σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ
558 ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·
559 τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε
560 καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.
561 τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,
562 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
563 σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,
564 τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.
565 τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,
566 βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν
567 μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
568 τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
569 ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
570 Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.
571 Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς
572 ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.
573 οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
574 τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
575 αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.
576 ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
577 ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
578 τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
579 ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·
580 Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα
581 ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·
582 χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν
583 ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
584 Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·
585 αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
586 κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.
587 δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·
588 ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
589 τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.
590 τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
591 κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
592 καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,
593 ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
594 Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
595 φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε.
596 τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·
597 ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
598 στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
599 ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,
600 ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·
601 ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
602 αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
603 τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·
604 καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.
605 ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
606 εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.
607 ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
608 ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
609 εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.
610 τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας·
611 στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
612 καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ
613 ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα
614 ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.
615 τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,
616 νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
617 δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας
618 τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν
619 ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά.
620 αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
621 ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
622 ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.
623 δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
624 οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες,
625 οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
626 ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
627 ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
628 Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε
629 ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
630 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
631 υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο,
632 τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·
633 Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
634 πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;
635 ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
636 εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν
637 οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·
638 ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην
639 εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·
640 ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος
641 ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
642 Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·
643 σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
644 οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
645 ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,
646 ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.
647 τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·
648 Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
649 ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
650 ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,
651 οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
652 σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
653 ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
654 εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
655 ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος
656 Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
657 ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον
658 Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·
659 τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
660 Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
661 βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
662 ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.
663 οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
664 ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν
665 ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε
666 μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη
667 σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
668 Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
669 ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς
670 τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·
671 μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
672 ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
673 ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
674 οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
675 ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·
676 τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
677 ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
678 Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
679 καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
680 εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·
681 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
682 δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι
683 Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·
684 Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
685 κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν
686 ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε
687 νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
688 εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
689 ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
690 ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
691 ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
692 οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
693 εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
694 ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
695 ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
696 τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·
697 αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
698 ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
699 Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
700 οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν
701 οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω
702 χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
703 ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν
704 Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
705 ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
706 Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
707 Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
708 ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
709 λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
710 ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
711 τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
712 Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
713 αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
714 ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
715 ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
716 Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
717 εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
718 ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
719 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
720 ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
721 Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
722 Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
723 χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
724 τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε
725 χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·
726 πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·
727 δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
728 ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
729 τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ
730 δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
731 κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
732 ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.
733 αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
734 πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
735 ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·
736 ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
737 τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
738 ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν
739 δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,
740 ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,
741 ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
742 δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
743 κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
744 χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·
745 ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
746 βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
747 ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
748 Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
749 αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
750 τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
751 ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
752 τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·
753 εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
754 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
755 ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
756 Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·
757 Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
758 ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
759 μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι
760 τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων
761 ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;
762 Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα
763 λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
764 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
765 ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,
766 ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
767 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
768 μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
769 μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
770 ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
771 ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
772 τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
773 ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
774 ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,
775 ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
776 λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·
777 τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
778 αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι
779 ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·
780 ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
781 ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
782 εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
783 ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
784 ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη
785 Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
786 ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·
787 αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·
788 ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
789 οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
790 οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
791 νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.
792 ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
793 Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·
794 εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν
795 ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
796 ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
797 ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,
798 ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.
799 ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·
800 ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
801 Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
802 καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
803 οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν
804 ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·
805 δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·
806 αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
807 κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα
808 ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
809 σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,
810 καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
811 ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
812 ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα
813 Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
814 τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
815 γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·
816 τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.
817 οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
818 ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·
819 οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
820 τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
821 ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
822 τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
823 Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·
824 γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
825 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
826 Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
827 μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον
828 ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
829 ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
830 τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα
831 τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
832 ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων
833 Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
834 νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
835 ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,
836 χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·
837 ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
838 ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων
839 βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.
840 λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·
841 αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
842 ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
843 Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·
844 τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη
845 δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
846 ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
847 ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε
848 κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
849 αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.
850 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
851 πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων
852 ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·
853 καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
854 ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
855 δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
856 ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
857 νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·
858 τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
859 ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης
860 ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
861 ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
862 τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
863 δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.
864 οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
865 καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
866 τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης
867 φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
868 καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
869 πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
870 δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,
871 καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
872 Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
873 αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
874 ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.
875 σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
876 οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
877 ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
878 σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
879 ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
880 ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·
881 ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
882 μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.
883 Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
884 αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·
885 ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν
886 αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
887 ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
888 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
889 μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
890 ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·
891 αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
892 μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
893 Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·
894 τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
895 ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·
896 ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·
897 εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος
898 καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
899 ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.
900 τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
901 ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.
902 ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
903 ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,
904 ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
905 τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·
906 πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
907 αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
908 Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
909 παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.