Ἰλιάς Δ
544 lines
1 οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
2 χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
3 νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι
4 δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·
5 αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην
6 κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·
7 δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων
8 Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.
9 ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
10 τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη
11 αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·
12 καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.
13 ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·
14 ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα,
15 ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
16 ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν.
17 εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,
18 ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,
19 αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.
20 ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
21 πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
22 ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
23 σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
24 Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
25 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·
26 πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον,
27 ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι
28 λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.
29 ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
30 τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
31 δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
32 τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις
33 Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
34 εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
35 ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
36 ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
37 ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω
38 σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.
39 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
40 ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι
41 τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
42 μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι·
43 καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·
44 αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
45 ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
46 τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
47 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
48 οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
49 λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
50 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
51 ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες
52 Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·
53 τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·
54 τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.
55 εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,
56 οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
57 ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·
58 καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,
59 καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
60 ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
61 κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις.
62 ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι,
63 σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι
64 ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
65 ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,
66 πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
67 ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
68 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
69 αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
70 αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,
71 πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
72 ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
73 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
74 βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
75 οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω
76 ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
77 λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·
78 τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,
79 κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας
80 Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·
81 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
82 ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
83 ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι
84 Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
85 ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.
86 ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον
87 Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,
88 Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
89 εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
90 ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
91 λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων·
92 ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
93 ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.
94 τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,
95 πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,
96 ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.
97 τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο,
98 αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν
99 σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς.
100 ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο,
101 εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
102 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
103 οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
104 ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·
105 αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
106 ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
107 πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι
108 βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ.
109 τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·
110 καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,
111 πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.
112 καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
113 ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι
114 μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν
115 πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.
116 αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν
117 ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων·
118 αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,
119 εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
120 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
121 οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
122 ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·
123 νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
124 αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
125 λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς
126 ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
127 οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
128 ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
129 ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.
130 ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ
131 παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ,
132 αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
133 χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
134 ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·
135 διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,
136 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
137 μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
138 ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.
139 ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·
140 αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.
141 ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
142 Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·
143 κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο
144 ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,
145 ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος·
146 τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
147 εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.
148 ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
149 ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·
150 ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.
151 ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας
152 ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.
153 τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων
154 χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι·
155 φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον
156 οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,
157 ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν.
158 οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν
159 σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.
160 εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,
161 ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν
162 σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.
163 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
164 ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
165 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,
166 Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
167 αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
168 τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·
169 ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε
170 αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.
171 καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·
172 αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·
173 κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
174 Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα
175 κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.
176 καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων
177 τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·
178 αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων,
179 ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,
180 καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
181 σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.
182 ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.
183 τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·
184 θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·
185 οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν
186 εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε
187 ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.
188 τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
189 αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·
190 ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει
191 φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.
192 ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·
193 Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
194 φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
195 ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,
196 ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
197 Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
198 ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
199 βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
200 παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν
201 ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
202 λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
203 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
204 ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,
205 ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,
206 ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
207 Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
208 ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
209 βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
210 ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος
211 βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι
212 κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,
213 αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·
214 τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
215 λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε
216 ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.
217 αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός,
218 αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς
219 πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.
220 ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,
221 τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·
222 οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.
223 ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
224 οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,
225 ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.
226 ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·
227 καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας
228 Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·
229 τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
230 γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·
231 αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
232 καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,
233 τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·
234 Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·
235 οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,
236 ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
237 τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,
238 ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
239 ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.
240 οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,
241 τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·
242 Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
243 τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,
244 αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
245 ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·
246 ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
247 ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
248 εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
249 ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
250 ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
251 ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
252 οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·
253 Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,
254 Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.
255 τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
256 αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·
257 Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
258 ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ
259 ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
260 Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.
261 εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
262 δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ
263 ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
264 ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.
265 τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
266 Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
267 ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·
268 ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
269 ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν
270 Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω
271 ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
272 ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
273 ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
274 τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
275 ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ
276 ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·
277 τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
278 φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
279 ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·
280 τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν
281 δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
282 κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
283 καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
284 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
285 Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,
286 σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω·
287 αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
288 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
289 τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
290 τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
291 χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
292 ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους·
293 ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
294 οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
295 ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
296 Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·
297 ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
298 πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
299 ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,
300 ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.
301 ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
302 σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
303 μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
304 οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
305 μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
306 ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται
307 ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
308 ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον
309 τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.
310 ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·
311 καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
312 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
313 ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
314 ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
315 ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις
316 ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
317 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
318 Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
319 ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
320 ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·
321 εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.
322 ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
323 βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.
324 αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο
325 ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.
326 ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
327 εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
328 ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·
329 αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
330 πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
331 ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
332 ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
333 Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες
334 ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
335 Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
336 τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
337 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
338 ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
339 καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
340 τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;
341 σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
342 ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·
343 πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
344 ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
345 ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
346 οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·
347 νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
348 ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.
349 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
350 Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
351 πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ
352 Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
353 ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
354 Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
355 Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.
356 τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
357 ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·
358 διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
359 οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·
360 οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
361 ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.
362 ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν
363 εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.
364 ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.
365 εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
366 ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·
367 πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
368 καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
369 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
370 ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
371 τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;
372 οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
373 ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
374 ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε
375 ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.
376 ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
377 ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·
378 οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,
379 καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·
380 οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·
381 ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
382 οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
383 Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,
384 ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.
385 αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας
386 δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
387 ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
388 τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
389 ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα
390 ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.
391 οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
392 ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
393 κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,
394 Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
395 υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.
396 Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·
397 πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·
398 Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
399 τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν
400 γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.
401 ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης
402 αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·
403 τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·
404 Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·
405 ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι·
406 ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
407 παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,
408 πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·
409 κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·
410 τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.
411 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
412 τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
413 οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
414 ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·
415 τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ
416 Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,
417 τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
418 ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
419 ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
420 δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
421 ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
422 ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
423 ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·
424 πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
425 χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας
426 κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·
427 ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
428 νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος
429 ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης
430 τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,
431 σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι
432 τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
433 Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
434 μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
435 ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,
436 ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
437 οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,
438 ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.
439 ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
440 Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
441 Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
442 ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
443 οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
444 ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
445 ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
446 οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
447 σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
448 χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
449 ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
450 ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
451 ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
452 ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες
453 ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
454 κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
455 τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·
456 ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
457 πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
458 ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
459 τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
460 ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
461 αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
462 ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
463 τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
464 Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
465 ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα
466 τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.
467 νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
468 πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,
469 οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
470 ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη
471 ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
472 ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
473 ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
474 ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
475 Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος
476 γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·
477 τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
478 θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
479 ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
480 πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
481 δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος
482 ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
483 ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
484 λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·
485 τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
486 ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
487 ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.
488 τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
489 Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ
490 Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
491 τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
492 βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·
493 ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
494 τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
495 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
496 στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
497 ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
498 ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
499 ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
500 ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
501 τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
502 κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
503 αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
504 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
505 χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
506 Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
507 ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων
508 Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·
509 ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης
510 Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
511 χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
512 οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
513 μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
514 ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
515 ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
516 ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
517 ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
518 χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
519 κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
520 Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.
521 ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
522 ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
523 κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
524 θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ
525 Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι
526 χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
527 τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
528 στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·
529 ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος
530 ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
531 τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.
532 τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
533 Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,
534 οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
535 ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
536 ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,
537 ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων
538 ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
539 ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
540 ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
541 δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
542 χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
543 πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
544 πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.