Ὅμηρος

ἸλιάςΓ

About this edition

D. B. Monro and T. W. Allen · 1920

This is the third-edition Oxford text of Homeri Opera, volumes I–II (1908–1920), drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ἰλιάς Γ

461 lines

1 αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,

2 Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς

3 ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·

4 αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον

5 κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων

6 ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·

7 ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.

8 οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ

9 ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.

10 εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην

11 ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,

12 τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·

13 ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς

14 ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.

15 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,

16 Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς

17 παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα

18 καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ

19 πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους

20 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.

21 τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος

22 ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,

23 ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας

24 εὑρὼν ἔλαφον κεραὸν ἄγριον αἶγα

25 πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν

26 σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί·

27 ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα

28 ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·

29 αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.

30 τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς

31 ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,

32 ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.

33 ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη

34 οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,

35 ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,

36 ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων

37 δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.

38 τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·

39 Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ

40 αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·

41 καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν

42 οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.

43 που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ

44 φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν

45 εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.

46 τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι

47 πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,

48 μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες

49 ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων

50 πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,

51 δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;

52 οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;

53 γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·

54 οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης

55 τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.

56 ἀλλὰ μάλα Τρῶες δειδήμονες· τέ κεν ἤδη

57 λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.

58 τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·

59 Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·

60 αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς

61 ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ

62 νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·

63 ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·

64 μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·

65 οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα

66 ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·

67 νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,

68 ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,

69 αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον

70 συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·

71 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,

72 κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·

73 οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες

74 ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων

75 Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.

76 ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,

77 καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας

78 μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.

79 τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ

80 ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·

81 αὐτὰρ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

82 ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·

83 στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.

84 ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο

85 ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·

86 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ

87 μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.

88 ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς

89 τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,

90 αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον

91 οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.

92 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται

93 κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·

94 οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.

95 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·

96 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·

97 κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει

98 θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη

99 Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε

100 εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·

101 ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται

102 τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.

103 οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,

104 Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·

105 ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ

106 αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,

107 μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.

108 αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·

109 οἷς δʼ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω

110 λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.

111 ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε

112 ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.

113 καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,

114 τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ

115 πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·

116 Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε

117 καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·

118 αὐτὰρ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων

119 νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν

120 οἰσέμεναι· δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.

121 Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν

122 εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,

123 τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων

124 Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.

125 τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· δὲ μέγαν ἱστὸν ὕφαινε

126 δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους

127 Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,

128 οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·

129 ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·

130 δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι

131 Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,

132 οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα

133 ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·

134 οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,

135 ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν.

136 αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος

137 μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·

138 τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.

139 ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ

140 ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·

141 αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν

142 ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα

143 οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο,

144 Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·

145 αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.

146 οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην

147 Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος

148 Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω

149 ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,

150 γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ

151 ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην

152 δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·

153 τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.

154 οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,

155 ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·

156 οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς

157 τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·

158 αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·

159 ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω,

160 μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.

161 ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ·

162 δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,

163 ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·

164 οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν

165 οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·

166 ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς

167 ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.

168 ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,

169 καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,

170 οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.

171 τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·

172 αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·

173 ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο

174 υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα

175 παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.

176 ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.

177 τοῦτο δέ τοι ἐρέω μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·

178 οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,

179 ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής·

180 δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε.

181 ὣς φάτο, τὸν δʼ γέρων ἠγάσσατο φώνησέν τε·

182 μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,

183 ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.

184 ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,

185 ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους

186 λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,

187 οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο·

188 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην

189 ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·

190 ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.

191 δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ γεραιός·

192 εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί·

193 μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,

194 εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.

195 τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,

196 αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·

197 ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,

198 ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.

199 τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·

200 οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,

201 ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης

202 εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.

203 τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·

204 γύναι μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·

205 ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς

206 σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·

207 τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,

208 ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.

209 ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν

210 στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,

211 ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·

212 ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον

213 ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,

214 παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος

215 οὐδʼ ἀφαμαρτοεπής· καὶ γένει ὕστερος ἦεν.

216 ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς

217 στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,

218 σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,

219 ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·

220 φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.

221 ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη

222 καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,

223 οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος·

224 οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.

225 τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ γεραιός·

226 τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε

227 ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;

228 τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·

229 οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·

230 Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς

231 ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.

232 πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος

233 οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.

234 νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,

235 οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην·

236 δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν

237 Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα

238 αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.

239 οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,

240 δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι,

241 νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν

242 αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ μοί ἐστιν.

243 ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα

244 ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.

245 κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ

246 ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης

247 ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν

248 κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·

249 ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·

250 ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι

251 Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων

252 ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·

253 αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος

254 μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·

255 τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·

256 οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες

257 ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται

258 Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.

259 ὣς φάτο ῥίγησεν δʼ γέρων, ἐκέλευσε δʼ ἑταίρους

260 ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.

261 ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·

262 πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·

263 τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.

264 ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,

265 ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν

266 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.

267 ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,

268 ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ

269 ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον

270 μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.

271 Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,

272 οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,

273 ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα

274 κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.

275 τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·

276 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,

277 Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,

278 καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας

279 ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,

280 ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·

281 εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ

282 αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,

283 ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·

284 εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,

285 Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι,

286 τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν,

287 τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.

288 εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες

289 τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,

290 αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς

291 αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.

292 , καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·

293 καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας

294 θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.

295 οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν

296 ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.

297 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·

298 Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι

299 ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν

300 ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος

301 αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.

302 ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.

303 τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·

304 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·

305 ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν

306 ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι

307 μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·

308 Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι

309 ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.

310 ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,

311 ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·

312 πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.

313 τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·

314 Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς

315 χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα

316 κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,

317 ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.

318 λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,

319 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·

320 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε

321 ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε,

322 τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,

323 ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.

324 ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ

325 ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.

326 οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ

327 ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο·

328 αὐτὰρ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ

329 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.

330 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε

331 καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·

332 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν

333 οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ.

334 ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον

335 χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·

336 κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν

337 ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·

338 εἵλετο δʼ ἄλκιμον ἔγχος, οἱ παλάμηφιν ἀρήρει.

339 ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν.

340 οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,

341 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο

342 δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας

343 Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.

344 καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ

345 σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε.

346 πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,

347 καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,

348 οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ

349 ἀσπίδʼ ἐνὶ κρατερῇ· δὲ δεύτερον ὄρνυτο χαλκῷ

350 Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·

351 Ζεῦ ἄνα δὸς τίσασθαι με πρότερος κάκʼ ἔοργε

352 δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,

353 ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων

354 ξεινοδόκον κακὰ ῥέξαι, κεν φιλότητα παράσχῃ.

355 ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,

356 καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·

357 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,

358 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·

359 ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα

360 ἔγχος· δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.

361 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον

362 πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ

363 τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.

364 Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·

365 Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·

366 τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·

367 νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος

368 ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.

369 καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,

370 ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς·

371 ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,

372 ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.

373 καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,

374 εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,

375 οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·

376 κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ.

377 τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς

378 ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι·

379 αὐτὰρ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων

380 ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη

381 ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,

382 κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.

383 αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε

384 πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·

385 χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,

386 γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν

387 εἰροκόμῳ, οἱ Λακεδαίμονι ναιετοώσῃ

388 ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·

389 τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·

390 δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.

391 κεῖνος γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι

392 κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης

393 ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ

394 ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.

395 ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·

396 καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν

397 στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,

398 θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

399 δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;

400 πῄ με προτέρω πολίων εὖ ναιομενάων

401 ἄξεις, Φρυγίης Μῃονίης ἐρατεινῆς,

402 εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·

403 οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος

404 νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,

405 τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;

406 ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,

407 μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,

408 ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί φύλασσε,

409 εἰς κέ σʼ ἄλοχον ποιήσεται γε δούλην.

410 κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·

411 κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω

412 πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.

413 τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·

414 μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,

415 τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,

416 μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ

417 Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.

418 ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,

419 βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ

420 σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.

421 αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο,

422 ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,

423 δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.

424 τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη

425 ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·

426 ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο

427 ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ·

428 ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι

429 ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.

430 μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου

431 σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·

432 ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον

433 ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε

434 παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ

435 ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι

436 ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.

437 τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·

438 μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·

439 νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,

440 κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.

441 ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·

442 οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν,

443 οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς

444 ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,

445 νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,

446 ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.

447 ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις.

448 τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,

449 Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς

450 εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.

451 ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων

452 δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·

453 οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·

454 ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.

455 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

456 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·

457 νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,

458 ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ

459 ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,

460 τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.

461 ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.

Ὁμήρου Ἰλιάς

Books

    24 books · 15,687 lines

    Translation

    Edition document