Ὅμηρος

ἸλιάςΒ

About this edition

D. B. Monro and T. W. Allen · 1920

This is the third-edition Oxford text of Homeri Opera, volumes I–II (1908–1920), drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ἰλιάς Β

877 lines

1 ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ

2 εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,

3 ἀλλʼ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα

4 τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.

5 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,

6 πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·

7 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

8 βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·

9 ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο

10 πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·

11 θωρῆξαί κέλευε κάρη κομόωντας Ἀχαιοὺς

12 πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν

13 Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες

14 ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας

15 Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.

16 ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·

17 καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,

18 βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν

19 εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.

20 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς

21 Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·

22 τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·

23 εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·

24 οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα

25 λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·

26 νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,

27 ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.

28 θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς

29 πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν

30 Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες

31 ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας

32 Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται

33 ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη

34 αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.

35 ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ

36 τὰ φρονέοντʼ ἀνὰ θυμὸν ῥʼ οὐ τελέεσθαι ἔμελλον·

37 φῆ γὰρ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ

38 νήπιος, οὐδὲ τὰ ᾔδη ῥα Ζεὺς μήδετο ἔργα·

39 θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε

40 Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.

41 ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·

42 ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα

43 καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·

44 ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

45 ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·

46 εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ

47 σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·

48 ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον

49 Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·

50 αὐτὰρ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε

51 κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·

52 οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·

53 βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων

54 Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·

55 τοὺς γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·

56 κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος

57 ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ

58 εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·

59 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·

60 εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·

61 οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,

62 λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·

63 νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,

64 ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·

65 θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς

66 πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν

67 Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες

68 ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας

69 Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται

70 ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς μὲν εἰπὼν

71 ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.

72 ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·

73 πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, θέμις ἐστί,

74 καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·

75 ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.

76 ἤτοι γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη

77 Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,

78 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

79 φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

80 εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε

81 ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·

82 νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·

83 ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.

84 ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,

85 οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν

86 σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.

87 ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων

88 πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,

89 βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·

90 αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·

91 ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων

92 ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο

93 ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει

94 ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.

95 τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα

96 λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας

97 κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς

98 σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.

99 σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας

100 παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων

101 ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.

102 Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,

103 αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·

104 Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,

105 αὐτὰρ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,

106 Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,

107 αὐτὰρ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,

108 πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.

109 τῷ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·

110 φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος

111 Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,

112 σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν

113 Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,

114 νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει

115 δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.

116 οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,

117 ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα

118 ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.

119 αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι

120 μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν

121 ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι

122 ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·

123 εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε

124 ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,

125 Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,

126 ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,

127 Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,

128 πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.

129 τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν

130 Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι

131 πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,

132 οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα

133 Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.

134 ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,

135 καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·

136 αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα

137 εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον

138 αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.

139 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·

140 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·

141 οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.

142 ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε

143 πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·

144 κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης

145 πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε

146 ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.

147 ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν

148 λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,

149 ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ

150 νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη

151 ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον

152 ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,

153 οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν

154 οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.

155 ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη

156 εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·

157 πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,

158 οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν

159 Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,

160 κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν

161 Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν

162 ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·

163 ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·

164 σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,

165 μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.

166 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,

167 βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·

168 καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.

169 εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον

170 ἑσταότʼ· οὐδʼ γε νηὸς ἐϋσσέλμοιο μελαίνης

171 ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·

172 ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·

173 διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ,

174 οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν

175 φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,

176 κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε

177 Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν

178 ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;

179 ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει,

180 σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,

181 μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.

182 ὣς φάθʼ, δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,

183 βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε

184 κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·

185 αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν

186 δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·

187 σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.

188 ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη

189 τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·

190 δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,

191 ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·

192 οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·

193 νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.

194 ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.

195 μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·

196 θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,

197 τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ μητίετα Ζεύς.

198 ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,

199 τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·

200 δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,

201 οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις

202 οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·

203 οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·

204 οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,

205 εἷς βασιλεύς, δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω

206 σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.

207 ὣς γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲ

208 αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων

209 ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης

210 αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.

211 ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας·

212 Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,

213 ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη

214 μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,

215 ἀλλʼ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν

216 ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·

217 φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω

218 κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε

219 φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.

220 ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ·

221 τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ

222 ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ

223 ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.

224 αὐτὰρ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·

225 Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;

226 πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες

227 εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ

228 πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.

229 ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει

230 Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,

231 ὅν κεν ἐγὼ δήσας ἀγάγω ἄλλος Ἀχαιῶν,

232 ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,

233 ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν

234 ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.

235 πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ

236 οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν

237 αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται

238 ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·

239 ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα

240 ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.

241 ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·

242 γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·

243 ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,

244 Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,

245 καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·

246 Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,

247 ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·

248 οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον

249 ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.

250 τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,

251 καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.

252 οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,

253 εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.

254 τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν

255 ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν

256 ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.

257 ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

258 εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,

259 μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,

260 μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,

261 εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,

262 χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει,

263 αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω

264 πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.

265 ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω

266 πλῆξεν· δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·

267 σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη

268 σκήπτρου ὕπο χρυσέου· δʼ ἄρʼ ἕζετο τάρβησέν τε,

269 ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.

270 οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·

271 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

272 πόποι δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε

273 βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·

274 νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,

275 ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.

276 οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ

277 νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.

278 ὣς φάσαν πληθύς· ἀνὰ δʼ πτολίπορθος Ὀδυσσεὺς

279 ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη

280 εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,

281 ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν

282 μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·

283 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

284 Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ

285 πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,

286 οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν

287 ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο

288 Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.

289 ὥς τε γὰρ παῖδες νεαροὶ χῆραί τε γυναῖκες

290 ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.

291 μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·

292 καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο

293 ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι

294 χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·

295 ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς

296 ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς

297 ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης

298 αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.

299 τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν

300 ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.

301 εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες

302 μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·

303 χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν

304 ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,

305 ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς

306 ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας

307 καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·

308 ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς

309 σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,

310 βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.

311 ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,

312 ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες

313 ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν τέκε τέκνα·

314 ἔνθʼ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·

315 μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·

316 τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.

317 αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,

318 τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·

319 λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·

320 ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.

321 ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,

322 Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·

323 τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;

324 ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς

325 ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.

326 ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν

327 ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν τέκε τέκνα,

328 ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,

329 τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.

330 κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.

331 ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ

332 αὐτοῦ εἰς κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.

333 ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες

334 σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,

335 μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·

336 τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·

337 πόποι δὴ παισὶν ἐοικότες ἀγοράασθε

338 νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.

339 πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;

340 ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν

341 σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·

342 αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος

343 εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.

344 Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν

345 ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,

346 τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν

347 νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·

348 πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο

349 γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.

350 φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα

351 ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον

352 Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες

353 ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.

354 τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι

355 πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,

356 τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.

357 εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι

358 ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,

359 ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.

360 ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·

361 οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·

362 κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,

363 ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.

364 εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,

365 γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν

366 ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.

367 γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,

368 ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.

369 τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·

370 μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.

371 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον

372 τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·

373 τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος

374 χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.

375 ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,

376 ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.

377 καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης

378 ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·

379 εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα

380 Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.

381 νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.

382 εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,

383 εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,

384 εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,

385 ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.

386 οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν

387 εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.

388 ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν

389 ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·

390 ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.

391 ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω

392 μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα

393 ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.

394 ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα

395 ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,

396 προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει

397 παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἔνθα γένωνται.

398 ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,

399 κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.

400 ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων

401 εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.

402 αὐτὰρ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων

403 πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,

404 κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,

405 Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,

406 αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,

407 ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.

408 αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·

409 ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.

410 βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·

411 τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·

412 Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων

413 μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν

414 πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον

415 αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,

416 Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι

417 χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι

418 πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.

419 ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,

420 ἀλλʼ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.

421 αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,

422 αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,

423 μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν

424 δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.

425 καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,

426 σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.

427 αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,

428 μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,

429 ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.

430 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα

431 δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.

432 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

433 τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·

434 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,

435 μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν

436 ἀμβαλλώμεθα ἔργον δὴ θεὸς ἐγγυαλίζει.

437 ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων

438 λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,

439 ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν

440 ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.

441 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.

442 αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε

443 κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·

444 οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.

445 οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες

446 θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη

447 αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,

448 τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,

449 πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·

450 σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν

451 ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ

452 καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.

453 τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι

454 ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.

455 ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην

456 οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,

457 ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο

458 αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.

459 τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ

460 χηνῶν γεράνων κύκνων δουλιχοδείρων

461 Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα

462 ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι

463 κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,

464 ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων

465 ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν

466 σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.

467 ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι

468 μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.

469 ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ

470 αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν

471 ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,

472 τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ

473 ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.

474 τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες

475 ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,

476 ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα

477 ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων

478 ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,

479 Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.

480 ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων

481 ταῦρος· γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·

482 τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ

483 ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.

484 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·

485 ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,

486 ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·

487 οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·

488 πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,

489 οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,

490 φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,

491 εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο

492 θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·

493 ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.

494 Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον

495 Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,

496 οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν

497 Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,

498 Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,

499 οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,

500 οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,

501 Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,

502 Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,

503 οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,

504 οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,

505 οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,

506 Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,

507 οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν

508 Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·

509 τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ

510 κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.

511 οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,

512 τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος

513 οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,

514 παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα

515 Ἄρηϊ κρατερῷ· δέ οἱ παρελέξατο λάθρῃ·

516 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.

517 αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον

518 υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,

519 οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν

520 Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,

521 οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,

522 οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,

523 οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·

524 τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

525 οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,

526 Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.

527 Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας

528 μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας

529 ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,

530 ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·

531 οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε

532 Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς

533 Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·

534 τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο

535 Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.

536 οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες

537 Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν

538 Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,

539 οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,

540 τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος

541 Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.

542 τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες

543 αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι

544 θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·

545 τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

546 οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον

547 δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη

548 θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,

549 κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·

550 ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται

551 κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·

552 τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.

553 τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ

554 κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·

555 Νέστωρ οἶος ἔριζεν· γὰρ προγενέστερος ἦεν·

556 τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.

557 Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,

558 στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.

559 οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν

560 Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,

561 Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,

562 οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,

563 τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης

564 καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·

565 τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς

566 Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·

567 συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·

568 τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.

569 οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον

570 ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,

571 Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν

572 καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν,

573 οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν

574 Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο

575 Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν,

576 τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων

577 Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι

578 λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν

579 κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν

580 οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.

581 οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,

582 Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,

583 Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,

584 οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον,

585 οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,

586 τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος

587 ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·

588 ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς

589 ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ

590 τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.

591 οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν

592 καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ

593 καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον

594 καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι

595 ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς

596 Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·

597 στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ

598 Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·

599 αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν

600 θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·

601 τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·

602 τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.

603 οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ

604 Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,

605 οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον

606 Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην

607 καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν

608 Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,

609 τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ

610 ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ

611 Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.

612 αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

613 νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον

614 Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.

615 οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον

616 ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα

617 πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,

618 τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ

619 νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.

620 τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην

621 υἷες μὲν Κτεάτου, δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·

622 τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·

623 τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς

624 υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.

625 οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων

626 νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,

627 τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ

628 Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,

629 ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·

630 τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

631 αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,

632 οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον

633 καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,

634 οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,

635 οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·

636 τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·

637 τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.

638 Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,

639 οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην

640 Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·

641 οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,

642 οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·

643 τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·

644 τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

645 Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,

646 οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν,

647 Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον

648 Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,

649 ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.

650 τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε

651 Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·

652 τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.

653 Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε

654 ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,

655 οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες

656 Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.

657 τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,

658 ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,

659 τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος

660 πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.

661 Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,

662 αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα

663 ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·

664 αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ γε λαὸν ἀγείρας

665 βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι

666 υἱέες υἱωνοί τε βίης Ἡρακληείης.

667 αὐτὰρ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·

668 τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν

669 ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,

670 καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.

671 Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας

672 Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος

673 Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε

674 τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα·

675 ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.

676 οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε

677 καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,

678 τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην

679 Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·

680 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.

681 νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,

682 οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,

683 οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα,

684 Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,

685 τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.

686 ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·

687 οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·

688 κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς

689 κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,

690 τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας

691 Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,

692 κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,

693 υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·

694 τῆς γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.

695 οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα

696 Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,

697 ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,

698 τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε

699 ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.

700 τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο

701 καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ

702 νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.

703 οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·

704 ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος

705 Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο

706 αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου

707 ὁπλότερος γενεῇ· δʼ ἅμα πρότερος καὶ ἀρείων

708 ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ

709 δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·

710 τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

711 οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην

712 Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,

713 τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν

714 Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν

715 Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.

716 οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο

717 καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,

718 τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς

719 ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα

720 ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.

721 ἀλλʼ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων

722 Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν

723 ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·

724 ἔνθʼ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον

725 Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.

726 οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·

727 ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,

728 τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.

729 οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,

730 οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,

731 τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε

732 ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·

733 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.

734 οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,

735 οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,

736 τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·

737 τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

738 οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,

739 Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,

740 τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης

741 υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·

742 τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια

743 ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,

744 τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·

745 οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος

746 υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·

747 τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

748 Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·

749 τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ

750 οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο,

751 οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο

752 ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,

753 οὐδʼ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,

754 ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·

755 ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.

756 Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,

757 οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον

758 ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,

759 τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

760 οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·

761 τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα

762 αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.

763 ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο,

764 τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς

765 ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας·

766 τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων

767 ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.

768 ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας

769 ὄφρʼ Ἀχιλεὺς μήνιεν· γὰρ πολὺ φέρτατος ἦεν,

770 ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.

771 ἀλλʼ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι

772 κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν

773 Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης

774 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες

775 τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος

776 λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον

777 ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων

778 ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες

779 φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.

780 οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·

781 γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ

782 χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ

783 εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·

784 ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα

785 ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.

786 Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις

787 πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·

788 οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι

789 πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·

790 ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·

791 εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,

792 ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς

793 τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,

794 δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·

795 τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·

796 γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,

797 ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.

798 ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,

799 ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·

800 λίην γὰρ φύλλοισιν ἐοικότες ψαμάθοισιν

801 ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.

802 Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·

803 πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,

804 ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·

805 τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,

806 τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.

807 ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,

808 αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·

809 πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς

810 πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.

811 ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη

812 ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,

813 τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,

814 ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·

815 ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.

816 Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ

817 Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι

818 λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.

819 Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο

820 Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη

821 Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,

822 οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε

823 Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.

824 οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης

825 ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο

826 Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς

827 Πάνδαρος, καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.

828 οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ

829 καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,

830 τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ

831 υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων

832 ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε

833 στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι

834 πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.

835 οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο

836 καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,

837 τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,

838 Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι

839 αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.

840 Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων

841 τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·

842 τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,

843 υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.

844 αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως

845 ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.

846 Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων

847 υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.

848 αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους

849 τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,

850 Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.

851 Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ

852 ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,

853 οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο

854 ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον

855 Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.

856 αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον

857 τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.

858 Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·

859 ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,

860 ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο

861 ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.

862 Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς

863 τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.

864 Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην

865 υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,

866 οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.

867 Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,

868 οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον

869 Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·

870 τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,

871 Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,

872 ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη

873 νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,

874 ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο

875 ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.

876 Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων

877 τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.

Ὁμήρου Ἰλιάς

Books

    24 books · 15,687 lines

    Translation

    Edition document