Ὅμηρος

ἸλιάςΑ

About this edition

D. B. Monro and T. W. Allen · 1920

This is the third-edition Oxford text of Homeri Opera, volumes I–II (1908–1920), drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ἰλιάς Α

611 lines

1 μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος

2 οὐλομένην, μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε,

3 πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν

4 ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν

5 οἰωνοῖσί τε πᾶσι, Διὸς δʼ ἐτελείετο βουλή,

6 ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε

7 Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.

8 τίς τʼ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;

9 Λητοῦς καὶ Διὸς υἱός· γὰρ βασιλῆϊ χολωθεὶς

10 νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,

11 οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα

12 Ἀτρεΐδης· γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν

13 λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,

14 στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος

15 χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,

16 Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·

17 Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,

18 ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες

19 ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι·

20 παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην, τὰ δʼ ἄποινα δέχεσθαι,

21 ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.

22 ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ

23 αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·

24 ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,

25 ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·

26 μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω

27 νῦν δηθύνοντʼ ὕστερον αὖτις ἰόντα,

28 μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·

29 τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν

30 ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης

31 ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·

32 ἀλλʼ ἴθι μή μʼ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.

33 ὣς ἔφατʼ, ἔδεισεν δʼ γέρων καὶ ἐπείθετο μύθῳ·

34 βῆ δʼ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·

35 πολλὰ δʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἠρᾶθʼ γεραιὸς

36 Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·

37 κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας

38 Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,

39 Σμινθεῦ εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα,

40 εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα

41 ταύρων ἠδʼ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·

42 τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.

43 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων,

44 βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,

45 τόξʼ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·

46 ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο,

47 αὐτοῦ κινηθέντος· δʼ ἤϊε νυκτὶ ἐοικώς.

48 ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε·

49 δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο·

50 οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,

51 αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς

52 βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.

53 ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,

54 τῇ δεκάτῃ δʼ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·

55 τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·

56 κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.

57 οἳ δʼ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,

58 τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·

59 Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω

60 ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,

61 εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·

62 ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἱερῆα

63 καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν,

64 ὅς κʼ εἴποι τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,

65 εἴτʼ ἄρʼ γʼ εὐχωλῆς ἐπιμέμφεται ἠδʼ ἑκατόμβης,

66 αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων

67 βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.

68 ἤτοι γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη

69 Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος,

70 ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,

71 καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω

72 ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·

73 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

74 Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι

75 μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·

76 τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον

77 μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·

78 γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων

79 Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·

80 κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·

81 εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,

82 ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,

83 ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.

84 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

85 θαρσήσας μάλα εἰπὲ θεοπρόπιον τι οἶσθα·

86 οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, τε σὺ Κάλχαν

87 εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,

88 οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο

89 σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει

90 συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς,

91 ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.

92 καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·

93 οὔ τʼ ἄρ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης,

94 ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων,

95 οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα,

96 τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει·

97 οὐδʼ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει

98 πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην

99 ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην

100 ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.

101 ἤτοι γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη

102 ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων

103 ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι

104 πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·

105 Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε·

106 μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·

107 αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,

108 ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας·

109 καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις

110 ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,

111 οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα

112 οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν

113 οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα

114 κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,

115 οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα.

116 ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον·

117 βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἀπολέσθαι·

118 αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος

119 Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·

120 λεύσσετε γὰρ τό γε πάντες μοι γέρας ἔρχεται ἄλλῃ.

121 τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·

122 Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,

123 πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;

124 οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·

125 ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,

126 λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.

127 ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ

128 τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς

129 δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.

130 τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·

131 μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ

132 κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.

133 ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως

134 ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;

135 ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ

136 ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·

137 εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι

138 τεὸν Αἴαντος ἰὼν γέρας, Ὀδυσῆος

139 ἄξω ἑλών· δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.

140 ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,

141 νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,

142 ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην

143 θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον

144 βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,

145 Αἴας Ἰδομενεὺς δῖος Ὀδυσσεὺς

146 ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν,

147 ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.

148 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

149 μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον

150 πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν

151 ὁδὸν ἐλθέμεναι ἀνδράσιν ἶφι μάχεσθαι;

152 οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων

153 δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·

154 οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,

155 οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ

156 καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ μάλα πολλὰ μεταξὺ

157 οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·

158 ἀλλὰ σοὶ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς,

159 τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα

160 πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις·

161 καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,

162 ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.

163 οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ

164 Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον·

165 ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο

166 χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,

167 σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε

168 ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.

169 νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ πολὺ φέρτερόν ἐστιν

170 οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω

171 ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.

172 τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

173 φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε

174 λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι

175 οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.

176 ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·

177 αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·

178 εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν·

179 οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι

180 Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω,

181 οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·

182 ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,

183 τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι

184 πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον

185 αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς

186 ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος

187 ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.

188 ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ

189 στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,

190 γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

191 τοὺς μὲν ἀναστήσειεν, δʼ Ἀτρεΐδην ἐναρίζοι,

192 ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.

193 ἧος ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,

194 ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη

195 οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη

196 ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·

197 στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα

198 οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο·

199 θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω

200 Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·

201 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

202 τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;

203 ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;

204 ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·

205 ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ.

206 τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

207 ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,

208 οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη

209 ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·

210 ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·

211 ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·

212 ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

213 καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα

214 ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.

215 τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

216 χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι

217 καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·

218 ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ.

219 καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,

220 ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε

221 μύθῳ Ἀθηναίης· δʼ Οὔλυμπον δὲ βεβήκει

222 δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.

223 Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν

224 Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·

225 οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,

226 οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι

227 οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν

228 τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.

229 πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν

230 δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·

231 δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·

232 γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.

233 ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·

234 ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους

235 φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,

236 οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά χαλκὸς ἔλεψε

237 φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν

238 ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας

239 πρὸς Διὸς εἰρύαται· δέ τοι μέγας ἔσσεται ὅρκος·

240 ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν

241 σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ

242 χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο

243 θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις

244 χωόμενος τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.

245 ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ

246 χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός·

247 Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ

248 ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,

249 τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·

250 τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων

251 ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο

252 ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·

253 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

254 πόποι μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·

255 κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες

256 ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ

257 εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,

258 οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.

259 ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·

260 ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν

261 ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.

262 οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,

263 οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν

264 Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον

265 Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·

266 κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·

267 κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο

268 φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.

269 καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν

270 τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·

271 καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις

272 τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·

273 καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·

274 ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·

275 μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,

276 ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·

277 μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ

278 ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς

279 σκηπτοῦχος βασιλεύς, τε Ζεὺς κῦδος ἔδωκεν.

280 εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,

281 ἀλλʼ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.

282 Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε

283 λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν

284 ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.

285 τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·

286 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·

287 ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,

288 πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν,

289 πᾶσι δὲ σημαίνειν, τινʼ οὐ πείσεσθαι ὀΐω·

290 εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες

291 τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;

292 τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·

293 γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην

294 εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·

295 ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε

296 σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω.

297 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·

298 χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης

299 οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες·

300 τῶν δʼ ἄλλων μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ

301 τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·

302 εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·

303 αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.

304 ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν

305 ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·

306 Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας

307 ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·

308 Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,

309 ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην

310 βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον

311 εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.

312 οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,

313 λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·

314 οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,

315 ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας

316 ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο·

317 κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.

318 ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων

319 λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ,

320 ἀλλʼ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,

321 τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·

322 ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·

323 χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·

324 εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι

325 ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.

326 ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·

327 τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο,

328 Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,

329 τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ

330 ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.

331 τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα

332 στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·

333 αὐτὰρ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·

334 χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,

335 ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων,

336 σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.

337 ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην

338 καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων

339 πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων

340 καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε

341 χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι

342 τοῖς ἄλλοις· γὰρ γʼ ὀλοιῇσι φρεσὶ θύει,

343 οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,

344 ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.

345 ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,

346 ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,

347 δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·

348 δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς

349 δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,

350 θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον·

351 πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·

352 μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,

353 τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι

354 Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·

355 γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων

356 ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.

357 ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ

358 ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·

359 καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη,

360 καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος,

361 χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

362 τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;

363 ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.

364 τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

365 οἶσθα· τί τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω;

366 ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,

367 τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·

368 καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,

369 ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.

370 Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος

371 ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων

372 λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,

373 στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος

374 χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,

375 Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.

376 ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ

377 αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·

378 ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,

379 ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·

380 χωόμενος δʼ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων

381 εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,

382 ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ

383 θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο

384 πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις

385 εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.

386 αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·

387 Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς

388 ἠπείλησεν μῦθον δὴ τετελεσμένος ἐστί·

389 τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ

390 ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·

391 τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες

392 κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.

393 ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·

394 ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι

395 ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.

396 πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα

397 εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι

398 οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,

399 ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι

400 Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·

401 ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,

402 ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον,

403 ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες

404 Αἰγαίωνʼ, γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων·

405 ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·

406 τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν.

407 τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων

408 αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,

409 τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς

410 κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,

411 γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων

412 ἣν ἄτην τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.

413 τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·

414 μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα;

415 αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων

416 ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·

417 νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων

418 ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.

419 τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ

420 εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.

421 ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι

422 μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν·

423 Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας

424 χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο·

425 δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,

426 καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,

427 καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.

428 ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ

429 χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς

430 τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς

431 ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.

432 οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο

433 ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ,

434 ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες

435 καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.

436 ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·

437 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,

438 ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·

439 ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.

440 τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς

441 πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·

442 Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

443 παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην

444 ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα,

445 ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.

446 ὣς εἰπὼν ἐν χερσὶ τίθει, δὲ δέξατο χαίρων

447 παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην

448 ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,

449 χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.

450 τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·

451 κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας

452 Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·

453 μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,

454 τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν·

455 ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·

456 ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.

457 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.

458 αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,

459 αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,

460 μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν

461 δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν·

462 καῖε δʼ ἐπὶ σχίζῃς γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον

463 λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.

464 αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,

465 μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,

466 ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.

467 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα

468 δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.

469 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

470 κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,

471 νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·

472 οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο

473 καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν

474 μέλποντες ἑκάεργον· δὲ φρένα τέρπετʼ ἀκούων.

475 ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,

476 δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·

477 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

478 καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·

479 τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·

480 οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν,

481 ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα

482 στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·

483 δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.

484 αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,

485 νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν

486 ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·

487 αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.

488 αὐτὰρ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι

489 διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·

490 οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν

491 οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ

492 αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε.

493 ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,

494 καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες

495 πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων

496 παιδὸς ἑοῦ, ἀλλʼ γʼ ἀνεδύσετο κῦμα θαλάσσης.

497 ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.

498 εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων

499 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·

500 καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων

501 σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα

502 λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·

503 Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα

504 ἔπει ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·

505 τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων

506 ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων

507 ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.

508 ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·

509 τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ

510 υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ τιμῇ.

511 ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,

512 ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνων

513 ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·

514 νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον

515 ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω

516 ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.

517 τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·

518 δὴ λοίγια ἔργʼ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις

519 Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·

520 δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι

521 νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.

522 ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ

523 Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·

524 εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·

525 τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον

526 τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν

527 οὐδʼ ἀτελεύτητον τί κεν κεφαλῇ κατανεύσω.

528 καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·

529 ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος

530 κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.

531 τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· μὲν ἔπειτα

532 εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου,

533 Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν

534 ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη

535 μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες.

536 ὣς μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη

537 ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς

538 ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.

539 αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·

540 τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;

541 αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα

542 κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι

543 πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.

544 τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·

545 Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους

546 εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·

547 ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα

548 οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων·

549 ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι

550 μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.

551 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·

552 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;

553 καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,

554 ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.

555 νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ

556 ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·

557 ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·

558 τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα

559 τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.

560 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

561 δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·

562 πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ

563 μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.

564 εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·

565 ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ,

566 μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ

567 ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.

568 ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,

569 καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·

570 ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·

571 τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν

572 μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·

573 δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά,

574 εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,

575 ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς

576 ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.

577 μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ

578 πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε

579 νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.

580 εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς

581 ἐξ ἑδέων στυφελίξαι· γὰρ πολὺ φέρτατός ἐστιν.

582 ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·

583 αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.

584 ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον

585 μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·

586 τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,

587 μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι

588 θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ

589 χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·

590 ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα

591 ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,

592 πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι

593 κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·

594 ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.

595 ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,

596 μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·

597 αὐτὰρ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν

598 οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·

599 ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν

600 ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.

601 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

602 δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,

603 οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων,

604 Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.

605 αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,

606 οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,

607 ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις

608 Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·

609 Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής,

610 ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·

611 ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.

Ὁμήρου Ἰλιάς

Books

    24 books · 15,687 lines

    Translation

    Edition document