Ἰλιάς Κ
579 lines
1 ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
2 εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
3 ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
4 ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.
5 ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο
6 τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν
7 ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
8 ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
9 ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων
10 νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
11 ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
12 θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ
13 αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων.
14 αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,
15 πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
16 ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ.
17 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
18 Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
19 εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
20 ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
21 ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
22 ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
23 ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
24 αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
25 ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ
26 ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν
27 Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν
28 ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
29 παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
30 ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
31 θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.
32 βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
33 Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.
34 τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ
35 νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.
36 τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
37 τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων
38 ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς
39 δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
40 ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν
41 νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.
42 τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
43 χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε
44 κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει
45 Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.
46 Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν·
47 οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος
48 ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι,
49 ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν
50 αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.
51 ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι
52 δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς.
53 ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον
54 ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον
55 εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν
56 ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι.
57 κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς
58 σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων
59 Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
60 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
61 πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;
62 αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,
63 ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
64 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
65 αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν
66 ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
67 φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι
68 πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
69 πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,
70 ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι
71 Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
72 ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·
73 αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·
74 τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
75 εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο
76 ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
77 πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς
78 ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
79 λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
80 ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας
81 Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·
82 τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος
83 νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,
84 ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;
85 φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;
86 τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
87 ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
88 γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
89 Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ
90 ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
91 πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος
92 ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.
93 αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
94 ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
95 στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.
96 ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει,
97 δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
98 μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ
99 κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
100 δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν
101 μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
102 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
103 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
104 οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
105 ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω
106 κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς
107 ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
108 σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους
109 ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα
110 ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
111 ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
112 ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·
113 τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.
114 ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον
115 νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω
116 ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.
117 νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
118 λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
119 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
120 ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·
121 πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
122 οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,
123 ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
124 νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·
125 τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
126 ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
127 ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
128 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
129 οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει
130 Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.
131 ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
132 ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
133 ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
134 διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.
135 εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
136 βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
137 πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
138 ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
139 φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,
140 ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·
141 τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
142 νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
143 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
144 διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
145 μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
146 ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε
147 βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
148 ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
149 ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.
150 βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον
151 ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι
152 εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
153 ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
154 λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως
155 εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
156 αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
157 τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
158 λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·
159 ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;
160 οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
161 εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει;
162 ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
163 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
164 σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.
165 οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν
166 οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
167 πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ.
168 τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·
169 ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
170 εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ
171 καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·
172 ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
173 νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς
174 ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.
175 ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
176 ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις.
177 ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος
178 αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
179 βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
180 οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
181 οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
182 ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
183 ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ
184 θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην
185 ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ
186 ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·
187 ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
188 νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ
189 τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
190 τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ
191 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
192 οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος
193 αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
194 ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο
195 Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.
196 τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
197 ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
198 τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
199 ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
200 πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ
201 ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
202 ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον·
203 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
204 ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ
205 θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους
206 ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,
207 ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,
208 ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
209 αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
210 ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
211 ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
212 ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
213 πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·
214 ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι
215 τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν
216 θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,
217 αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
218 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
219 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
220 Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
221 ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων
222 Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος
223 μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
224 σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν
225 ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ
226 ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.
227 ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
228 ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,
229 ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,
230 ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,
231 ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
232 Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
233 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
234 Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
235 τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα,
236 φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
237 μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω
238 καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων
239 ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.
240 ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
241 τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
242 εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι,
243 πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
244 οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ
245 ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.
246 τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
247 ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
248 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
249 Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει·
250 εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις.
251 ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς,
252 ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ
253 τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.
254 ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
255 Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης
256 φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο·
257 καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
258 ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ
259 κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
260 Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην
261 καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
262 ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν
263 ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
264 ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
265 εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.
266 τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
267 ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,
268 Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·
269 Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,
270 αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·
271 δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
272 τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
273 βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.
274 τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
275 Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι
276 νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
277 χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ·
278 κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ
279 ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω
280 κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,
281 δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι
282 ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.
283 δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
284 κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
285 σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ
286 ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
287 τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,
288 αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι
289 κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
290 σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
291 ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
292 σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
293 ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
294 τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
295 ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
296 οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,
297 βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
298 ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.
299 οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
300 εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,
301 ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
302 τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
303 τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
304 δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.
305 δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους
306 οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν
307 ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο,
308 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
309 ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
310 ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
311 φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
312 νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
313 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
314 ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
315 κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
316 ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·
317 αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
318 ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
319 Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
320 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
321 ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον
322 ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ
323 δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
324 σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης·
325 τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι
326 νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
327 βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.
328 ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·
329 ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης
330 μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
331 Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
332 ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·
333 αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
334 ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
335 κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα,
336 βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν
337 ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
338 ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον,
339 βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα
340 διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·
341 οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,
342 οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
343 ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.
344 ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
345 τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
346 καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν,
347 αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν
348 ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
349 ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
350 κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
351 ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται
352 ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
353 ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·
354 τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.
355 ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
356 ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
357 ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,
358 γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα
359 φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.
360 ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
361 ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
362 χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς,
363 ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
364 λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
365 ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
366 φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη
367 Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
368 φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.
369 δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
370 ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι
371 δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
372 ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·
373 δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
374 ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε
375 βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων·
376 χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην,
377 χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα·
378 ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον
379 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
380 τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
381 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
382 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
383 θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
384 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
385 πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος
386 νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;
387 ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;
388 ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
389 νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;
390 τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα·
391 πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
392 ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
393 δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,
394 ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν
395 ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
396 ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
397 ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
398 φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
399 νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
400 τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
401 ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
402 ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ
403 ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι
404 ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
405 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
406 ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
407 ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;
408 πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
409 ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
410 αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
411 ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
412 τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·
413 τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
414 Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,
415 βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου
416 νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως
417 οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
418 ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη
419 οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
420 ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
421 εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·
422 οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.
423 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
424 πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
425 εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.
426 τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·
427 τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
428 πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
429 καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,
430 πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι
431 καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
432 ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
433 εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
434 Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·
435 ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
436 τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·
437 λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·
438 ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·
439 τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
440 ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
441 ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.
442 ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
443 ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,
444 ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
445 ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.
446 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
447 μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·
448 ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
449 εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,
450 ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
451 ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·
452 εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,
453 οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.
454 ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
455 ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε
456 φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·
457 φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
458 τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
459 καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·
460 καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς
461 ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·
462 χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
463 πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις
464 πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.
465 ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας
466 θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε
467 συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους,
468 μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
469 τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα,
470 αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
471 οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν
472 καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον
473 τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
474 Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι
475 ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
476 τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·
477 οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,
478 οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
479 ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ
480 ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·
481 ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
482 ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
483 κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
484 ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.
485 ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
486 αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
487 ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
488 ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς
489 ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
490 τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
491 τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
492 ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
493 νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.
494 ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
495 τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
496 ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
497 τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
498 τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
499 σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
500 τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
501 ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·
502 ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
503 αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
504 ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,
505 ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας,
506 ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
507 εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη
508 ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·
509 νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
510 νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
511 μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
512 ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
513 καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς
514 τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
515 οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων
516 ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·
517 τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
518 ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
519 Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας
520 ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,
521 ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
522 ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.
523 Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
524 θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα
525 ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
526 οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
527 ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,
528 Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
529 ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·
530 μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
531 νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
532 Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·
533 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
534 ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
535 ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
536 αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης
537 ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·
538 ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
539 Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
540 οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.
541 καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
542 δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
543 πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·
544 εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
545 ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον
546 Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
547 αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
548 αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι
549 μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·
550 ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
551 ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·
552 ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
553 κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
554 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
555 ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
556 ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
557 ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
558 ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
559 Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης
560 ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
561 τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
562 τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
563 Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
564 ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
565 καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
566 οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
567 ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
568 φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
569 ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·
570 νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
571 θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.
572 αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
573 ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
574 αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
575 νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
576 ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
577 τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ
578 δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
579 πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.