Ὅμηρος

ἸλιάςΛ

About this edition

D. B. Monro and T. W. Allen · 1920

This is the third-edition Oxford text of Homeri Opera, volumes I–II (1908–1920), drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ἰλιάς Λ

847 lines

1 Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο

2 ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·

3 Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν

4 ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.

5 στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,

6 ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,

7 ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο

8 ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας

9 εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν

10 ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε

11 ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ

12 καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.

13 τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι

14 ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.

15 Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν

16 Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.

17 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε

18 καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·

19 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,

20 τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.

21 πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ

22 ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·

23 τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.

24 τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,

25 δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·

26 κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν

27 τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων

28 ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.

29 ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι

30 χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν

31 ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.

32 ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν

33 καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,

34 ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο

35 λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.

36 τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο

37 δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.

38 τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ

39 κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν

40 τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.

41 κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον

42 ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.

43 εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ

44 ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω

45 λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη

46 τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.

47 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος

48 ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ,

49 αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες

50 ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.

51 φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,

52 ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν

53 ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας

54 αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε

55 πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.

56 Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο

57 Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα

58 Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,

59 τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον

60 ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.

61 Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,

62 οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ

63 παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα,

64 ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,

65 ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ

66 λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.

67 οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν

68 ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν

69 πυρῶν κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·

70 ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες

71 δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.

72 ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς

73 θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·

74 οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,

75 οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι

76 σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ

77 δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.

78 πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα

79 οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.

80 τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· δὲ νόσφι λιασθεὶς

81 τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων

82 εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν

83 χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.

84 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,

85 τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·

86 ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον

87 οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας

88 τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,

89 σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,

90 τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας

91 κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων

92 πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν

93 αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.

94 ἤτοι γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·

95 τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ

96 νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,

97 ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ

98 ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.

99 καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων

100 στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·

101 αὐτὰρ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων

102 υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω

103 εἰν ἑνὶ δίφρῳ ἐόντας· μὲν νόθος ἡνιόχευεν,

104 Ἄντιφος αὖ παρέβασκε περικλυτός· ποτʼ Ἀχιλλεὺς

105 Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,

106 ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.

107 δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων

108 τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,

109 Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.

110 σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ

111 γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν

112 εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.

113 ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα

114 ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν

115 ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·

116 δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι

117 χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·

118 καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην

119 σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·

120 ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον

121 Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.

122 αὐτὰρ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην

123 υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα

124 χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα

125 οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,

126 τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων

127 εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·

128 ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,

129 τὼ δὲ κυκηθήτην· δʼ ἐναντίον ὦρτο λέων ὣς

130 Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·

131 ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·

132 πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται

133 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,

134 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,

135 εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.

136 ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα

137 μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·

138 εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,

139 ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν

140 ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ

141 αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,

142 νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.

143 , καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε

144 δουρὶ βαλὼν πρὸς στῆθος· δʼ ὕπτιος οὔδει ἐρείσθη.

145 Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε

146 χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,

147 ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.

148 τοὺς μὲν ἔασʼ· δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,

149 τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.

150 πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,

151 ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη

152 ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων

153 χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων

154 αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.

155 ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,

156 πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι

157 πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·

158 ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα

159 Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι

160 κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας

161 ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ

162 κείατο, γύπεσσιν πολὺ φίλτεροι ἀλόχοισιν.

163 Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης

164 ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·

165 Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.

166 οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο

167 μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο

168 ἱέμενοι πόλιος· δὲ κεκλήγων ἕπετʼ αἰεὶ

169 Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.

170 ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,

171 ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.

172 οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,

173 ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ

174 πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·

175 τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι

176 πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·

177 ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων

178 αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.

179 πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων

180 Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.

181 ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος

182 ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε

183 Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης

184 οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.

185 Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·

186 βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·

187 ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν

188 θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,

189 τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω

190 μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.

191 αὐτὰρ ἐπεί κʼ δουρὶ τυπεὶς βλήμενος ἰῷ

192 εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω

193 κτείνειν εἰς κε νῆας ἐϋσσέλμους ἀφίκηται

194 δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.

195 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,

196 βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.

197 εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον

198 ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·

199 ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·

200 Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε

201 Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.

202 ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν

203 θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,

204 τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι

205 μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.

206 αὐτὰρ ἐπεί κʼ δουρὶ τυπεὶς βλήμενος ἰῷ

207 εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει

208 κτείνειν, εἰς κε νῆας ἐϋσσέλμους ἀφίκηαι

209 δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.

210 μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,

211 Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,

212 πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ

213 ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.

214 οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,

215 Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.

216 ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων

217 πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.

218 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι

219 ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν

220 αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.

221 Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε

222 ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·

223 Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα

224 μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·

225 αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,

226 αὐτοῦ μιν κατέρυκε, δίδου δʼ γε θυγατέρα ἥν·

227 γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν

228 σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.

229 τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,

230 αὐτὰρ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·

231 ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.

232 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,

233 Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,

234 Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε

235 νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·

236 οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν

237 ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.

238 καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων

239 ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς

240 σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.

241 ὣς μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον

242 οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,

243 κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·

244 πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη

245 αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.

246 δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,

247 βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.

248 τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν

249 πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά πένθος

250 ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.

251 στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,

252 νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,

253 ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.

254 ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

255 ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,

256 ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.

257 ἤτοι Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον

258 ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·

259 τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης

260 οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·

261 τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.

262 ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ

263 πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.

264 αὐτὰρ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν

265 ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,

266 ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.

267 αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,

268 ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.

269 ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα

270 δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι

271 Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,

272 ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.

273 ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε

274 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.

275 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·

276 φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

277 ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι

278 φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς

279 εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.

280 ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους

281 νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·

282 ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ

283 τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.

284 Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα

285 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·

286 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

287 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.

288 οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε

289 Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους

290 ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.

291 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

292 ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας

293 σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,

294 ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους

295 Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.

296 αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,

297 ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,

298 τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.

299 ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν

300 Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;

301 Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην

302 καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον

303 Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.

304 τοὺς ἄρʼ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα

305 πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ

306 ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·

307 πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη

308 σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·

309 ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.

310 ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,

311 καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,

312 εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·

313 Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;

314 ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος

315 ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.

316 τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·

317 ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα

318 ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς

319 Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.

320 καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε

321 δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς

322 ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.

323 τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·

324 τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω

325 ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·

326 ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ

327 ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.

328 ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω

329 υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων

330 ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε

331 στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι

332 πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.

333 τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης

334 θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·

335 Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.

336 ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων

337 ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.

338 ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ

339 Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι

340 ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.

341 τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ πεζὸς

342 θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.

343 Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς

344 κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.

345 τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,

346 αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·

347 νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·

348 ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.

349 ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος

350 καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,

351 ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός,

352 οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια

353 τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.

354 Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,

355 στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ

356 γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.

357 ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν

358 τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης

359 τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας

360 ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.

361 δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·

362 ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· τέ τοι ἄγχι

363 ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων

364 μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.

365 θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,

366 εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.

367 νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.

368 , καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.

369 αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο

370 Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,

371 στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ

372 Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.

373 ἤτοι μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο

374 αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων

375 καὶ κόρυθα βριαρήν· δὲ τόξου πῆχυν ἄνελκε

376 καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,

377 ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς

378 ἐν γαίῃ κατέπηκτο· δὲ μάλα ἡδὺ γελάσσας

379 ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·

380 βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι

381 νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.

382 οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,

383 οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.

384 τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·

385 τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα

386 εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,

387 οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·

388 νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.

389 οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι πάϊς ἄφρων·

390 κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.

391 τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,

392 ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.

393 τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,

394 παῖδες δʼ ὀρφανικοί· δέ θʼ αἵματι γαῖαν ἐρεύθων

395 πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.

396 ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν

397 ἔστη πρόσθʼ· δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ

398 ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.

399 ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε

400 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.

401 οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ

402 Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·

403 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

404 μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι

405 πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω

406 μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.

407 ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός;

408 οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,

409 ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ

410 ἑστάμεναι κρατερῶς, τʼ ἔβλητʼ τʼ ἔβαλʼ ἄλλον.

411 εἷος ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,

412 τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,

413 ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.

414 ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ

415 σεύωνται, δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο

416 θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,

417 ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων

418 γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,

419 ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο

420 Τρῶες· δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην

421 οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,

422 αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.

423 Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα

424 δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης

425 νύξεν· δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.

426 τοὺς μὲν ἔασʼ, δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ

427 αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.

428 τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,

429 στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν

430 Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο

431 σήμερον δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι

432 τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,

433 κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.

434 ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.

435 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,

436 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,

437 πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε

438 Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.

439 γνῶ δʼ Ὀδυσεὺς οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,

440 ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·

441 δείλʼ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.

442 ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·

443 σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν

444 ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα

445 εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.

446 , καὶ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,

447 τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν

448 ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,

449 δούπησεν δὲ πεσών· δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·

450 Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο

451 φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.

452 δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ

453 ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ

454 ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.

455 αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.

456 ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος

457 ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·

458 αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.

459 Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος

460 κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.

461 αὐτὰρ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.

462 τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,

463 τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.

464 αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·

465 Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν

466 ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ

467 τῷ ἰκέλη ὡς εἴ βιῴατο μοῦνον ἐόντα

468 Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.

469 ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.

470 δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς

471 ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.

472 ὣς εἰπὼν μὲν ἦρχʼ, δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.

473 εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν

474 Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν

475 ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ

476 ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι

477 φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·

478 αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,

479 ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν

480 ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων

481 σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ δάπτει·

482 ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην

483 Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ γʼ ἥρως

484 ἀΐσσων ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.

485 Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,

486 στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.

487 ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου

488 χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.

489 Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον

490 Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,

491 οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.

492 ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι

493 χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,

494 πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας

495 ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει,

496 ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,

497 δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ

498 πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης

499 ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα

500 ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει

501 Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.

502 Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων

503 ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·

504 οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ

505 εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο

506 παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,

507 ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.

508 τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ

509 μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.

510 αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·

511 Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν

512 ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων

513 βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·

514 ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων

515 ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.

516 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.

517 αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων

518 βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·

519 μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην

520 νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.

521 Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν

522 Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·

523 Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν

524 ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι

525 Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.

526 Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·

527 εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς

528 κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα

529 ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες

530 ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.

531 ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους

532 μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες

533 ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς

534 στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων

535 νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,

536 ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον

537 αἵ τʼ ἀπʼ ἐπισσώτρων. δὲ ἵετο δῦναι ὅμιλον

538 ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν

539 ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.

540 αὐτὰρ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν

541 ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,

542 Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.

544 Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·

545 στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,

546 τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς

547 ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.

548 ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο

549 ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,

550 οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι

551 πάννυχοι ἐγρήσσοντες· δὲ κρειῶν ἐρατίζων

552 ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες

553 ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν

554 καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·

555 ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·

556 ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ

557 ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.

558 ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας

559 νωθής, δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,

560 κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες

561 τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·

562 σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·

563 ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν

564 Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι

565 νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.

566 Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς

567 αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας

568 Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.

569 πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,

570 αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ

571 ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν

572 ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,

573 πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,

574 ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.

575 τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς

576 Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,

577 στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,

578 καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν

579 ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν·

580 Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων.

581 τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς

582 τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον

583 ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ

584 δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.

585 ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων,

586 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·

587 φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

588 στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ

589 Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ φημι

590 φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην

591 ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.

592 ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν

593 πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες

594 δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.

595 στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.

596 ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·

597 Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι

598 ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.

599 τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·

600 ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ

601 εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.

602 αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε

603 φθεγξάμενος παρὰ νηός· δὲ κλισίηθεν ἀκούσας

604 ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.

605 τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·

606 τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;

607 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

608 δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ

609 νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς

610 λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.

611 ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο

612 ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·

613 ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε

614 τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·

615 ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.

616 ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,

617 βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.

618 οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,

619 αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,

620 ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος

621 ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων

622 στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα

623 ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.

624 τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,

625 τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,

626 θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ

627 ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.

628 σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν

629 καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς

630 χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,

631 ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,

632 πὰρ δὲ δέπας περικαλλές, οἴκοθεν ἦγʼ γεραιός,

633 χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ

634 τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον

635 χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.

636 ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης

637 πλεῖον ἐόν, Νέστωρ δʼ γέρων ἀμογητὶ ἄειρεν.

638 ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν

639 οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν

640 κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,

641 πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.

642 τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν

643 μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,

644 Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.

645 τὸν δὲ ἰδὼν γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,

646 ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.

647 Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·

648 οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.

649 αἰδοῖος νεμεσητὸς με προέηκε πυθέσθαι

650 ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς

651 γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.

652 νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.

653 εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος

654 δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.

655 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

656 τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,

657 ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε

658 πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι

659 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.

660 βέβληται μὲν Τυδεΐδης κρατερὸς Διομήδης,

661 οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·

662 βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·

663 τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο

664 ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς

665 ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.

666 μένει εἰς κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης

667 Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,

668 αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς

669 ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.

670 εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη

671 ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη

672 ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα

673 ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,

674 ῥύσιʼ ἐλαυνόμενος· δʼ ἀμύνων ᾗσι βόεσσιν

675 ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,

676 κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.

677 ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν

678 πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,

679 τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,

680 ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα

681 πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.

682 καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω

683 ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,

684 οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.

685 κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι

686 τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·

687 οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες

688 δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,

689 ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·

690 ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη

691 τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·

692 δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·

693 τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.

694 ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες

695 ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.

696 ἐκ δʼ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν

697 εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.

698 καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ

699 τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν

700 ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον

701 θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας

702 κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.

703 τῶν γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων

704 ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε

705 δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.

706 ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ

707 ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες

708 ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι

709 πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο

710 παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.

711 ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη

712 τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·

713 τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.

714 ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη

715 ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι

716 ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν

717 ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς

718 εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·

719 οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.

720 ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι

721 καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.

722 ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων

723 ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν

724 ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.

725 ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες

726 ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.

727 ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,

728 ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,

729 αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,

730 δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,

731 καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος

732 ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ

733 ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·

734 ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·

735 εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,

736 συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.

737 ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,

738 πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,

739 Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,

740 πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,

741 τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.

742 τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,

743 ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας

744 στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ

745 ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα

746 ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.

747 αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,

748 πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον

749 φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.

750 καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα,

751 εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων

752 ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.

753 ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·

754 τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο

755 κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες,

756 ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους

757 πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη

758 κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.

759 ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ

760 ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους,

761 πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.

762 ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς

763 οἶος τῆς ἀρετῆς ἀπονήσεται· τέ μιν οἴω

764 πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.

765 πέπον μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν

766 ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,

767 νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς

768 πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.

769 Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας

770 λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.

771 ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον

772 ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς

773 πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ

774 αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον

775 σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.

776 σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα

777 στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,

778 ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,

779 ξείνιά τʼ εὖ παρέθηκεν, τε ξείνοις θέμις ἐστίν.

780 αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,

781 ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·

782 σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.

783 Πηλεὺς μὲν παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ

784 αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·

785 σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·

786 τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,

787 πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ γε πολλὸν ἀμείνων.

788 ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι

789 καί οἱ σημαίνειν· δὲ πείσεται εἰς ἀγαθόν περ.

790 ὣς ἐπέτελλʼ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν

791 ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.

792 τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις

793 παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.

794 εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει

795 καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,

796 ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω

797 Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·

798 καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,

799 αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο

800 Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν

801 τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.

802 ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ

803 ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.

804 ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,

805 βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.

806 ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο

807 ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε

808 ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,

809 ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε

810 διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ

811 σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς

812 ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο

813 αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.

814 τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,

815 καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·

816 δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες

817 ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης

818 ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.

819 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως,

820 ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί,

821 ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;

822 τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·

823 οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν

824 ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.

825 οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,

826 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε

827 χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.

828 ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,

829 μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν

830 νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε

831 ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,

832 ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.

833 ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων

834 τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα

835 χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος

836 κεῖσθαι· δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.

837 τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·

838 πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;

839 ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω

840 ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·

841 ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.

842 , καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν

843 ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.

844 ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ

845 ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν

846 νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν

847 χερσὶ διατρίψας ὀδυνήφατον, οἱ ἁπάσας

848 ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.

Ὁμήρου Ἰλιάς

Books

    24 books · 15,687 lines

    Translation

    Edition document