Ἰλιάς Μ
471 lines
1 ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
2 ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο
3 Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε
4 τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
5 εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
6 ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·
7 ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
8 ἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτο
9 ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.
10 ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς
11 καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
12 τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
13 αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
14 πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,
15 πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
16 Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν,
17 δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
18 τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
19 ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
20 Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
21 Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
22 καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
23 κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·
24 τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων,
25 ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς
26 συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
27 αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
28 ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε
29 φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,
30 λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον,
31 αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
32 τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι
33 κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
34 ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
35 θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει
36 τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων
37 βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
38 νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο
39 Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·
40 αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·
41 ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
42 κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·
43 οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
44 ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
45 αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ
46 ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
47 ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·
48 ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·
49 ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους
50 τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι
51 τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ
52 χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
53 εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
54 ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
55 ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν
56 ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν
57 πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
58 ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
59 ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
60 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
61 Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων
62 ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
63 ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ
64 ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,
65 ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
66 ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.
67 εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
68 Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,
69 ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
70 νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·
71 εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται
72 ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
73 οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι
74 ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.
75 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
76 ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
77 αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
78 Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ
79 οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.
80 ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
81 αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
82 οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,
83 ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
84 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
85 ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·
86 οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
87 πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
88 οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
89 οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
90 τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.
91 καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν
92 ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
93 τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,
94 τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
95 υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως
96 Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
97 αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
98 τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
99 Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
100 Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
101 Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων,
102 πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·
103 οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
104 τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.
105 οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι
106 βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο
107 σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
108 ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι
109 βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
110 ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν
111 αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
112 ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
113 νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας
114 ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν
115 ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
116 πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
117 ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.
118 εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ
119 ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·
120 τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν
121 εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
122 ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων
123 ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
124 τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο
125 ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς
126 σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
127 νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους
128 υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
129 τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,
130 τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.
131 τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
132 ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
133 αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα
134 ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·
135 ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
136 μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
137 οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
138 ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
139 Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
140 Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
141 οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
142 ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
143 αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
144 Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
145 ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην
146 ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν
147 ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
148 δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
149 πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων
150 γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
151 ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
152 ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο
153 λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
154 οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
155 βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων
156 νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,
157 ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
158 ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·
159 ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
160 ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν
161 βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
162 δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ
163 Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
164 Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
165 πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς
166 σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
167 οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
168 οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
169 οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες
170 ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
171 ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε
172 χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.
173 ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·
174 Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
175 ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·
176 ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·
177 πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
178 λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
179 νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν
180 πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.
181 σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
182 ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
183 δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·
184 οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ
185 αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ
186 ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·
187 αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.
188 υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος
189 Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.
190 αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ
191 Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου
192 πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·
193 αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
194 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
195 ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,
196 τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,
197 οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
198 τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,
199 οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.
200 ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν
201 αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων
202 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
203 ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,
204 κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν
205 ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε
206 ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ,
207 αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
208 Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν
209 κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.
210 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
211 Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
212 ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε
213 δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ
214 οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·
215 νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
216 μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.
217 ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε
218 Τρωσὶν ὅδʼ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν
219 αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων
220 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
221 ζωόν· ἄφαρ δʼ ἀφέηκε πάρος φίλα οἰκίʼ ἱκέσθαι,
222 οὐδʼ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.
223 ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν
224 ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δʼ Ἀχαιοί,
225 οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθʼ αὐτὰ κέλευθα·
226 πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ
227 χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.
228 ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ
229 εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.
230 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
231 Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
232 οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
233 εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
234 ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,
235 ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
236 βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·
237 τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
238 πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω
239 εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
240 εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.
241 ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
242 ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
243 εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
244 τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;
245 εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες
246 νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι·
247 οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.
248 εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον
249 παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
250 αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.
251 ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
252 ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
253 ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
254 ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν
255 θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
256 τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι
257 ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
258 κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,
259 στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ
260 πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.
261 τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
262 ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
263 ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
264 βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.
265 ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων
266 πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
267 ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
268 νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·
269 ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις
270 ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι
271 ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·
272 καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω
273 τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,
274 ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,
275 αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
276 νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.
277 ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
278 τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
279 ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς
280 νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·
281 κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ
282 ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
283 καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
284 καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,
285 κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα
286 εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
287 ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
288 αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς,
289 βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
290 οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
291 τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
292 εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
293 ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν.
294 αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην
295 καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς
296 ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
297 χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
298 τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
299 βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς
300 δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ
301 μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
302 εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας
303 σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,
304 οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,
305 ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς
306 ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·
307 ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
308 τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.
309 αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο·
310 Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα
311 ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
312 ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
313 καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας
314 καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;
315 τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
316 ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,
317 ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων·
318 οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
319 ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα
320 οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς
321 ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.
322 ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
323 αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε
324 ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
325 οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·
326 νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
327 μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι,
328 ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.
329 ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε·
330 τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
331 τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς·
332 τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
333 πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο
334 ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·
335 ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω
336 ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
337 ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·
338 τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε,
339 βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
340 καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς
341 ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.
342 αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην·
343 ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,
344 ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων
345 εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.
346 ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
347 ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
348 εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,
349 ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
350 καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
351 ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
352 βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,
353 στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·
354 Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων
355 ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς
356 κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον
357 ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων
358 εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·
359 ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
360 ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
361 εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,
362 ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
363 καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
364 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
365 αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·
366 Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,
367 ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·
368 αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
369 αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.
370 ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,
371 καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος·
372 τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
373 εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
374 τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο,
375 οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι
376 ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·
377 σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.
378 Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
379 Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον
380 μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς
381 κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα
382 χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν,
383 οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας,
384 θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε
385 πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
386 κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.
387 Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο
388 ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
389 ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.
390 ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν
391 βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.
392 Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος
393 αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,
394 ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας
395 νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ
396 πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
397 Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
398 ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε
399 τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.
400 τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ
401 βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
402 ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
403 παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·
404 Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ
405 ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.
406 χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν
407 χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.
408 κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·
409 ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;
410 ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
411 μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·
412 ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.
413 ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
414 μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
415 Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
416 τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·
417 οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
418 τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,
419 οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
420 τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.
421 ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον
422 μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,
423 ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
424 ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων
425 δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
426 ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
427 πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,
428 ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
429 μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.
430 πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
431 ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.
432 ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,
433 ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,
434 ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
435 ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·
436 ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,
437 πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
438 Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.
439 ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
440 ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος
441 Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.
442 ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,
443 ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα
444 κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,
445 Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων
446 ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν
447 ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω
448 ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,
449 οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
450 τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.
451 ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
452 χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
453 ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,
454 αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
455 δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες
456 εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.
457 στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας
458 εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
459 ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω
460 βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες
461 ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
462 λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ
463 νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ
464 σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ
465 δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας
466 νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει.
467 κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον
468 τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο.
469 αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς
470 ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν
471 νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.