Ἰλιάς Ν
837 lines
1 Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
2 τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν
3 νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ
4 νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
5 Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν
6 γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
7 ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·
8 οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν
9 ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.
10 οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·
11 καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
12 ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
13 Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,
14 φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
15 ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς
16 Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
17 αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
18 κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη
19 ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
20 τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
21 Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
22 χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
23 ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
24 ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
25 χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
26 χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
27 βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ
28 πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·
29 γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο
30 ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·
31 τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
32 ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης
33 μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·
34 ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
35 λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ
36 ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
37 ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν
38 νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.
39 Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ
40 Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο
41 ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν
42 αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.
43 ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος
44 Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
45 εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·
46 Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
47 Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν
48 ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.
49 ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους
50 Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·
51 ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·
52 τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,
53 ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει
54 Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.
55 σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν
56 αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·
57 τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν
58 ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.
59 ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
60 ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο,
61 γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
62 αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,
63 ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
64 ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,
65 ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
66 τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,
67 αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·
68 Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι
69 μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
70 οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·
71 ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
72 ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·
73 καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
74 μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,
75 μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.
76 τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
77 οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
78 μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν
79 ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος
80 Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.
81 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον
82 χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·
83 τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,
84 οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.
85 τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,
86 καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
87 Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
88 τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·
89 οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων
90 ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.
91 Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων
92 Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε
93 Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
94 τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
95 αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε
96 μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·
97 εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,
98 νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.
99 ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι
100 δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,
101 Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ
102 φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην
103 θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται
104 αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·
105 ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν
106 μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·
107 νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται
108 ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,
109 οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι
110 νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.
111 ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν
112 ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
113 οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,
114 ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.
115 ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.
116 ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς
117 πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε
118 ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη
119 λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.
120 ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον
121 τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος
122 αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.
123 Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει
124 καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.
125 ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.
126 ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
127 καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν
128 οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι
129 κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,
130 φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·
131 ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·
132 ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
133 νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·
134 ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν
135 σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.
136 Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ
137 ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,
138 ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ
139 ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·
140 ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ
141 ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται
142 ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·
143 ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης
144 ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν
145 κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι
146 στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν
147 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν
148 ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
149 ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
150 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
151 παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ
152 καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
153 ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με
154 ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.
155 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
156 Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
157 Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
158 κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
159 Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
160 καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
161 ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν
162 ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ
163 ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ
164 ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως
165 ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς
166 ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
167 βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
168 οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.
169 οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
170 Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
171 Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·
172 ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
173 κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·
174 αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
175 ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
176 ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.
177 τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ
178 νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς
179 ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
180 χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·
181 ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
182 Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·
183 Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
184 ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
185 τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος
186 νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·
187 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
188 Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
189 κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·
190 Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
191 Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ
192 σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα,
193 ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω
194 νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.
195 Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς
196 ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·
197 Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς
198 ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
199 ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ
200 ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,
201 ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
202 τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς
203 κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,
204 ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·
205 Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.
206 καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη
207 υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,
208 βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
209 ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.
210 Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν
211 ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο
212 ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
213 τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας
214 ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα
215 ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων
216 εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι
217 ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
218 Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ·
219 Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ
220 οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;
221 τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
222 ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε
223 γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
224 οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ
225 εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω
226 μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι
227 νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
228 ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,
229 ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·
230 τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.
231 τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
232 Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
233 ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,
234 ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.
235 ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ
236 σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.
237 συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,
238 νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.
239 ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
240 Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
241 δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,
242 βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων
243 χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου
244 δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·
245 ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
246 Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
247 ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει
248 οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·
249 Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων
250 τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;
251 ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,
252 ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς
253 ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.
254 τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
255 Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,
256 ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται
257 οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον
258 ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.
259 τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
260 δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις
261 ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα
262 Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω
263 ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
264 τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι
265 καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.
266 τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
267 καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
268 πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.
269 οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,
270 ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
271 ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.
272 ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
273 λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.
274 τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
275 οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;
276 εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
277 ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν,
278 ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη·
279 τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,
280 οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός,
281 ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει,
282 ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
283 κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·
284 τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
285 ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,
286 ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·
287 οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.
288 εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης
289 οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,
290 ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε
291 πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
292 ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
293 ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·
294 ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.
295 ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
296 καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,
297 βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
298 οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,
299 τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
300 ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·
301 τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,
302 ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε
303 ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·
304 τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν
305 ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
306 τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·
307 Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;
308 ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,
309 ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω
310 δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.
311 τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
312 νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι
313 Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν
314 τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·
315 οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
316 Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.
317 αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
318 κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους
319 νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων
320 ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
321 ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
322 ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν
323 χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
324 οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν
325 ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.
326 νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα
327 εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.
328 ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
329 ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,
330 οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
331 αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,
332 κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·
333 τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
334 ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
335 ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,
336 οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
337 ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ
338 ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
339 ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
340 μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν
341 αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
342 θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
343 ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη
344 ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.
345 τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ
346 ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
347 Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην
348 κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν
349 ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
350 ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.
351 Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
352 λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα
353 Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
354 ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,
355 ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
356 τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,
357 λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.
358 τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
359 πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν
360 ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.
361 ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
362 Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
363 πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,
364 ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
365 ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
366 Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
367 ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
368 τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε
369 δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.
370 Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
371 καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ
372 χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.
373 δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·
374 Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων
375 εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης
376 Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.
377 καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,
378 δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην
379 Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
380 Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.
381 ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
382 ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.
383 ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
384 ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ
385 πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων
386 αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ
387 Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ
388 λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
389 ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
390 ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
391 ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
392 ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
393 βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
394 ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,
395 οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
396 ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης
397 δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ
398 χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.
399 αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
400 ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
401 ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
402 Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος
403 Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
404 ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
405 Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,
406 τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
407 δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·
408 τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
409 καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
410 ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,
411 ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
412 ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.
413 Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
414 οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι
415 εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο
416 γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.
417 ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,
418 Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
419 ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,
420 ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
421 τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
422 Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,
423 νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
424 Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ
425 ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι
426 ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.
427 ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
428 ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,
429 πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν
430 τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
431 ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
432 κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν
433 γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·
434 τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
435 θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·
436 οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,
437 ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον
438 ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
439 ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
440 χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·
441 δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.
442 δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,
443 ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
444 ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·
445 Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
446 Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι
447 τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.
448 δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,
449 ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,
450 ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·
451 Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,
452 Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα
453 Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν
454 σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.
455 ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
456 ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
457 ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.
458 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
459 βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου
460 ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ
461 οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.
462 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
463 Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ
464 γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.
465 ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε
466 γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·
467 τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.
468 ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
469 βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
470 ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
471 ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,
472 ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
473 χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·
474 ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας
475 θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·
476 ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,
477 Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους
478 Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε
479 Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
480 τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
481 δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς
482 Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,
483 ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·
484 καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.
485 εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ
486 αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.
487 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
488 πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.
489 Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
490 Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,
491 οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα
492 λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
493 πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·
494 ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
495 ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
496 οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
497 μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς
498 σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον
499 ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
500 Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ
501 ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
502 Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·
503 ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
504 αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
505 ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
506 Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,
507 ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς
508 ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
509 Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
510 ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
511 ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.
512 οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,
513 οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.
514 τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,
515 τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
516 τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
517 Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
518 ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ
519 υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος
520 ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
521 οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
522 υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
523 ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
524 ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι
525 ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
526 οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·
527 Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν
528 ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
529 δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς
530 αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
531 Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς
532 ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,
533 ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης
534 αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας
535 ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους
536 ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
537 ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·
538 οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
539 τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.
540 οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
541 ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
542 λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·
543 ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη
544 καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
545 Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
546 οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
547 ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·
548 τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
549 κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
550 Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων
551 παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
552 οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο
553 εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
554 Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
555 Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
556 οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς
557 στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ
558 σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν
559 ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.
560 ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον
561 Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ
562 ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν
563 κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.
564 καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος
565 ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης·
566 ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων·
567 Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ
568 αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα
569 γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.
570 ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ
571 ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες
572 ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·
573 ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,
574 ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν
575 ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.
576 Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην
577 Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.
578 ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν
579 μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·
580 τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.
581 Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·
582 βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι
583 ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.
584 τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι
585 ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.
586 Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
587 θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.
588 ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν
589 θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι
590 πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,
591 ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
592 πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.
593 Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος
594 τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ
595 ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.
596 ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
597 χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.
598 καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,
599 αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
600 σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
601 Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο
602 ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
603 σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
604 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
605 Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
606 Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
607 οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·
608 ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ
609 ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
610 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
611 ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν
612 ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
613 μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.
614 ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
615 ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον
616 ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε
617 πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,
618 ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
619 τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
620 λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
621 Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,
622 ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
623 ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ
624 Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
625 ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν·
626 οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
627 μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·
628 νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
629 πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.
630 ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.
631 Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
632 ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·
633 οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
634 Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται
635 φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.
636 πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
637 μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,
638 τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι
639 ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.
640 ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα
641 συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,
642 αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
643 ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
644 Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
645 ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·
646 ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
647 ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
648 ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
649 πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.
650 Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,
651 καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς
652 ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.
653 ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων
654 θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ
655 κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
656 τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,
657 ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
658 ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
659 ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.
660 τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·
661 ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·
662 τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.
663 ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
664 ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,
665 ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
666 πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
667 νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
668 ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·
669 τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
670 νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
671 τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς
672 ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
673 ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
674 Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη
675 ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο
676 λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν
677 ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
678 ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·
679 ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
680 ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,
681 ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
682 θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε
683 τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
684 ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
685 ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
686 Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
687 σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο
688 ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
689 οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν
690 ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο
691 Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν
692 Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,
693 πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
694 ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
695 ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
696 ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
697 γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
698 αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
699 οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
700 ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·
701 Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
702 ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,
703 ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
704 ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι
705 πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·
706 τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
707 ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·
708 ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.
709 ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ
710 λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο
711 ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.
712 οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·
713 οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·
714 οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,
715 οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,
716 ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
717 Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα
718 ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·
719 δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
720 μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,
721 οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης
722 Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.
723 ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
724 Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
725 εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
726 Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.
727 οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα
728 τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·
729 ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
730 ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,
731 ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
732 ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
733 ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,
734 καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.
735 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
736 πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·
737 Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
738 οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται
739 παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.
740 ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·
741 ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν
742 ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν
743 αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα
744 πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε
745 δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ
746 χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
747 μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.
748 ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
749 αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
750 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
751 Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,
752 αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
753 αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.
754 ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
755 κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.
756 οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
757 πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
758 αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος
759 Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν
760 φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.
761 τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·
762 ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
763 χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,
764 οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.
765 τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης
766 δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
767 θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
768 ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·
769 Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
770 ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
771 Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;
772 ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης
773 Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
774 τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
775 Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
776 ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
777 μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
778 ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
779 ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι
780 νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
781 οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
782 οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν
783 ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.
784 νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·
785 ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
786 ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
787 πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.
788 ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·
789 βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
790 ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα
791 Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
792 Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,
793 οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
794 ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
795 οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,
796 ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,
797 θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
798 κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
799 κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·
800 ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,
801 χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
802 Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ
803 Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
804 ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·
805 ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.
806 πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,
807 εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·
808 ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
809 Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·
810 δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως
811 Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
812 ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
813 ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
814 νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
815 ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
816 χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
817 σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
818 ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
819 θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
820 οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.
821 ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
822 αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν
823 θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·
824 Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·
825 εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
826 εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,
827 τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
828 ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
829 πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς
830 μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα
831 δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς
832 δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
833 ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο
834 ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.
835 Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο
836 ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
837 ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.