Ὅμηρος

ἸλιάςΞ

About this edition

D. B. Monro and T. W. Allen · 1920

This is the third-edition Oxford text of Homeri Opera, volumes I–II (1908–1920), drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ἰλιάς Ξ

521 lines

1 Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,

2 ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·

3 φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·

4 μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.

5 ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον

6 εἰς κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη

7 θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·

8 αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.

9 ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο

10 κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο

11 χαλκῷ παμφαῖνον· δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.

12 εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,

13 στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς

14 τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε

15 Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.

16 ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ

17 ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα

18 αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,

19 πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,

20 ὣς γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν

21 διχθάδιʼ, μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,

22 ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.

23 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι

24 βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον

25 μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς

26 νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.

27 Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες

28 πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ

29 Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.

30 πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες

31 θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ

32 εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.

33 οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας

34 αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·

35 τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης

36 ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.

37 τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο

38 ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι

39 θυμὸς ἐνὶ στήθεσσιν. δὲ ξύμβλητο γεραιὸς

40 Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.

41 τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·

42 Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν

43 τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;

44 δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,

45 ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων

46 μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι

47 πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.

48 κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.

49 πόποι ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ

50 ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς

51 οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.

52 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

53 δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως

54 Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.

55 τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ἐπέπιθμεν

56 ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·

57 οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι

58 νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων

59 ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,

60 ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.

61 ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα

62 εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω

63 δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.

64 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

65 Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,

66 τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,

67 ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ

68 ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·

69 οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι

70 νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.

71 ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,

72 οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι

73 κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.

74 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.

75 νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης

76 ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,

77 ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς κεν ἔλθῃ

78 νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο

79 Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.

80 οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.

81 βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.

82 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·

83 Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·

84 οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου

85 σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς

86 ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν

87 ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.

88 οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν

89 καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;

90 σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ

91 μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο

92 ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν

93 σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ

94 τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·

95 νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·

96 ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς

97 νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον

98 Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,

99 ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ

100 σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,

101 ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.

102 ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.

103 τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

104 Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ

105 ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα

106 νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.

107 νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι

108 νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.

109 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·

110 ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε

111 πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος

112 οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·

113 πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι

114 Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.

115 πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,

116 οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι

117 Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς

118 πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.

119 ἀλλʼ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη

120 πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.

121 Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα

122 ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι

123 πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,

124 πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς

125 ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.

126 τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες

127 μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.

128 δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.

129 ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος

130 ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται·

131 ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ

132 θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.

133 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·

134 βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.

135 οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,

136 ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,

137 δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο,

138 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

139 Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ

140 γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν

141 δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.

142 ἀλλʼ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ σιφλώσειε·

143 σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,

144 ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες

145 εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς

146 φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.

147 ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.

148 ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον δεκάχιλοι

149 ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,

150 τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων

151 ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ

152 καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.

153 Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι

154 στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω

155 τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν

156 αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·

157 Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης

158 ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.

159 μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη

160 ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·

161 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ

162 ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν αὐτήν,

163 εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι

164 χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε

165 χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.

166 βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν

167 Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε

168 κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·

169 ἔνθʼ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.

170 ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος

171 λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ

172 ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·

173 τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ

174 ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.

175 τῷ ῥʼ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας

176 πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς

177 καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.

178 ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη

179 ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά·

180 χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.

181 ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,

182 ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι

183 τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.

184 κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων

185 καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς·

186 ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.

187 αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον

188 βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτην

189 τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·

190 ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,

191 ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,

192 οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;

193 τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·

194 Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο

195 αὔδα τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,

196 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.

197 τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·

198 δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, τε σὺ πάντας

199 δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.

200 εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,

201 Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,

202 οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον

203 δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς

204 γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·

205 τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·

206 ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται

207 εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.

208 εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ

209 εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,

210 αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.

211 τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·

212 οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·

213 Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.

214 , καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα

215 ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·

216 ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς

217 πάρφασις, τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.

218 τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

219 τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ

220 ποικίλον, ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι

221 ἄπρηκτόν γε νέεσθαι, τι φρεσὶ σῇσι μενοινᾷς.

222 ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,

223 μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.

224 μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,

225 Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,

226 Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν

227 σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα

228 ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·

229 ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,

230 Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.

231 ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,

232 ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

233 Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων,

234 ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν

235 πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.

236 κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ

237 αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.

238 δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ

239 χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις

240 τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,

241 τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.

242 τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·

243 Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο

244 ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων

245 ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα

246 Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·

247 Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην

248 οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.

249 ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ

250 ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς

251 ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.

252 ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο

253 νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ

254 ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,

255 καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας

256 νόσφι φίλων πάντων. δʼ ἐπεγρόμενος χαλέπαινε

257 ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων

258 ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,

259 εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·

260 τὴν ἱκόμην φεύγων, δʼ ἐπαύσατο χωόμενός περ.

261 ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.

262 νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.

263 τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·

264 Ὕπνε τί δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;

265 φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν

266 ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;

267 ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων

268 δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.

270 ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·

271 ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,

272 χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,

273 τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες

274 μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,

275 μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων

276 Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.

277 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,

278 ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας

279 τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.

280 αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,

281 τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε

282 ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.

283 Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν

284 Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου

285 βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.

286 ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι

287 εἰς ἐλάτην ἀναβὰς περιμήκετον, τότʼ ἐν Ἴδῃ

288 μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·

289 ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν

290 ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι

291 χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.

292 Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον

293 Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.

294 ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,

295 οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι

296 εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.

297 στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

298 Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;

299 ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.

300 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·

301 ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,

302 Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,

303 οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·

304 τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·

305 ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται

306 εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.

307 ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης

308 ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.

309 νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω,

310 μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ

311 οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.

312 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

313 Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,

314 νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.

315 οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς

316 θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,

317 οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,

318 τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον·

319 οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,

320 τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·

321 οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,

322 τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·

323 οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ,

324 ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·

325 δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·

326 οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,

327 οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,

328 ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.

329 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·

330 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.

331 εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι

332 Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·

333 πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων

334 εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν

335 πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην

336 ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.

337 ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,

338 ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν

339 Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·

340 ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.

341 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

342 Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν

343 ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω

344 χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,

345 οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.

346 ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·

347 τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,

348 λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον

349 πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε.

350 τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο

351 καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι.

352 ὣς μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,

353 ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·

354 βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος

355 ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·

356 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·

357 πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,

358 καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει

359 Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα·

360 Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.

361 ὣς εἰπὼν μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων,

362 τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.

363 αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·

364 Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην

365 Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;

366 ἀλλʼ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς

367 νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·

368 κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι

369 ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν.

370 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·

371 ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται

372 ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι

373 κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες

374 ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ

375 Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.

376 ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ,

377 χείρονι φωτὶ δότω, δʼ ἐν ἀσπίδι μείζονι δύτω.

378 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·

379 τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ

380 Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·

381 οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον·

382 ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.

383 αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν

384 βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων

385 δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ

386 εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι

387 ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.

388 Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.

389 δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν

390 κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,

391 ἤτοι μὲν Τρώεσσιν, δʼ Ἀργείοισιν ἀρήγων.

392 ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε

393 Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.

394 οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον

395 ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·

396 οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο

397 οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην·

398 οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι

399 ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,

400 ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ

401 δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν.

402 Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ

403 ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε,

404 τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,

405 ἤτοι μὲν σάκεος, δὲ φασγάνου ἀργυροήλου·

406 τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δʼ Ἕκτωρ,

407 ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,

408 ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.

409 τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας

410 χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν

411 πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας

412 στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,

413 στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ.

414 ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς

415 πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ

416 ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται

417 ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,

418 ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·

419 χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη

420 καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.

421 οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν

422 ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς

423 αἰχμάς· ἀλλʼ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν

424 οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι

425 Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ

426 Σαρπηδών τʼ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων.

427 τῶν δʼ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν

428 ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δʼ ἄρʼ ἑταῖροι

429 χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρʼ ἵκεθʼ ἵππους

430 ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο

431 ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·

432 οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.

433 ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο

434 Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,

435 ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ

436 χεῦαν· δʼ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν,

437 ἑζόμενος δʼ ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμεσσεν·

438 αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε

439 νὺξ ἐκάλυψε μέλαινα· βέλος δʼ ἔτι θυμὸν ἐδάμνα.

440 Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα

441 μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.

442 ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας

443 Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι

444 Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων

445 Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.

446 τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν

447 οὖτα κατὰ λαπάρην· δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ

448 Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.

449 τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ

450 Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον

451 υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος

452 ἔσχεν, δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.

453 Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·

454 οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο

455 χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,

456 ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω

457 αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.

458 ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·

459 Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε

460 τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.

461 καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.

462 Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν

463 λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς

464 Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.

465 τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,

466 νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·

467 τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε

468 οὔδεϊ πλῆντʼ περ κνῆμαι καὶ γοῦνα πεσόντος.

469 Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·

470 φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες

471 ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι

472 ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,

473 ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο

474 πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.

475 ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν.

476 ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ

477 ἀμφὶ κασιγνήτῳ βεβαώς· δʼ ὕφελκε ποδοῖιν.

478 τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·

479 Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι

480 οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς

481 ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.

482 φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει

483 ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ

484 δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ

485 γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.

486 ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·

487 Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·

488 ὁρμήθη δʼ Ἀκάμαντος· δʼ οὐχ ὑπέμεινεν ἐρωὴν

489 Πηνελέωο ἄνακτος· δʼ οὔτασεν Ἰλιονῆα

490 υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα

491 Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·

492 τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.

493 τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,

494 ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ

495 καὶ διὰ ἰνίου ἦλθεν, δʼ ἕζετο χεῖρε πετάσσας

496 ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ

497 αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε

498 αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος

499 ἦεν ἐν ὀφθαλμῷ· δὲ φὴ κώδειαν ἀνασχὼν

500 πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·

501 εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος

502 πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·

503 οὐδὲ γὰρ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο

504 ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ

505 ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.

506 ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,

507 πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.

508 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι

509 ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν

510 ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.

511 Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα

512 Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·

513 Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·

514 Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,

515 Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην·

516 Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν

517 οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε

518 δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν

519 ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.

520 πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·

521 οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν

522 ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.

Ὁμήρου Ἰλιάς

Books

    24 books · 15,687 lines

    Translation

    Edition document