Ὅμηρος

ἸλιάςΟ

About this edition

D. B. Monro and T. W. Allen · 1920

This is the third-edition Oxford text of Homeri Opera, volumes I–II (1908–1920), drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ἰλιάς Ο

746 lines

1 αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν

2 φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,

3 οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες

4 χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς

5 Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,

6 στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς

7 τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν

8 Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·

9 Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι

10 εἵαθʼ, δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων

11 αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν.

12 τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,

13 δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·

14 μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη

15 Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.

16 οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς

17 πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.

18 οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν

19 ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα

20 χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν

21 ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,

22 λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι

23 ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται

24 γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει

25 ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,

26 τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας

27 πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,

28 καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.

29 τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις

30 Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.

31 τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,

32 ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,

33 ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.

34 ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,

35 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·

36 ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε

37 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος

38 ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,

39 σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν

40 κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·

41 μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων

42 πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει,

43 ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,

44 τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.

45 αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην

46 τῇ ἴμεν κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.

47 ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,

48 καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·

49 εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη

50 ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις,

51 τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,

52 αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.

53 ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,

54 ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον

55 Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,

56 ὄφρʼ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων

57 ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι

58 παυσάμενον πολέμοιο τὰ πρὸς δώμαθʼ ἱκέσθαι,

59 Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,

60 αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων

61 αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς

62 αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,

63 φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι

64 Πηλεΐδεω Ἀχιλῆος· δʼ ἀνστήσει ὃν ἑταῖρον

65 Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ

66 Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς

67 τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.

68 τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.

69 ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν

70 αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς κʼ Ἀχαιοὶ

71 Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.

72 τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλον

73 ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσω

74 πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,

75 ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι,

76 ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,

77 λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.

78 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,

79 βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.

80 ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν

81 γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ

82 ἔνθʼ εἴην ἔνθα, μενοινήῃσί τε πολλά,

83 ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·

84 ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν

85 ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες

86 πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.

87 δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ

88 δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,

89 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·

90 Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·

91 μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.

92 τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη·

93 μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ

94 οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.

95 ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·

96 ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν

97 οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι

98 πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν

99 οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.

100 μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,

101 ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· δʼ ἐγέλασσε

102 χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν

103 ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·

104 νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·

105 ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες

106 ἔπει ἠὲ βίῃ· δʼ ἀφήμενος οὐκ ἀλεγίζει

107 οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι

108 κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.

109 τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.

110 ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι·

111 υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν

112 Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.

113 ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ

114 χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·

115 μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες

116 τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,

117 εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ

118 κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν.

119 ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε

120 ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.

121 ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος

122 πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,

123 εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν

124 ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,

125 τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων,

126 ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα

127 χάλκεον· δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·

128 μαινόμενε φρένας ἠλὲ διέφθορας· νύ τοι αὔτως

129 οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς.

130 οὐκ ἀΐεις τέ φησι θεὰ λευκώλενος Ἥρη

131 δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;

132 ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ

133 ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,

134 αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;

135 αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς

136 λείψει, δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,

137 μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.

138 τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·

139 ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων

140 πέφατʼ, καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ

141 πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.

142 ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.

143 Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς

144 Ἶρίν θʼ, τε θεοῖσι μετάγγελος ἀθανάτοισι,

145 καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·

146 Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·

147 αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,

148 ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.

149 μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,

150 ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.

151 Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,

152 εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ

153 ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.

154 τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο

155 στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,

156 ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.

157 Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·

158 βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι

159 πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.

160 παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο

161 ἔρχεσθαι μετὰ φῦλα θεῶν εἰς ἅλα δῖαν.

162 εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,

163 φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

164 μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ

165 μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι

166 καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ

167 ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.

168 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,

169 βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.

170 ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα

171 ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,

172 ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,

173 ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·

174 ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα

175 ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.

176 παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο

177 ἔρχεσθαι μετὰ φῦλα θεῶν εἰς ἅλα δῖαν.

178 εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις,

179 ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων

180 ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε

181 χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι

182 καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ

183 ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.

184 τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·

185 πόποι ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν

186 εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.

187 τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα

188 Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.

189 τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς·

190 ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ

191 παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα,

192 Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·

193 γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.

194 τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος

195 καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.

196 χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·

197 θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη

198 ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,

199 οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.

200 τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·

201 οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα

202 τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,

203 τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.

204 οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.

205 τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·

206 Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·

207 ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.

208 ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει

209 ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ

210 νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.

211 ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·

212 ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·

213 αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης

214 Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος

215 Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει

216 ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,

217 ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.

218 ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,

219 δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.

220 καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·

221 ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·

222 ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος

223 οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν

224 ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,

225 οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.

226 ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ

227 ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε

228 χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.

229 ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,

230 τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·

231 σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·

232 τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ

233 φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.

234 κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,

235 ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.

236 ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,

237 βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς

238 ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.

239 εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον

240 ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν,

241 ἀμφὶ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς

242 παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.

243 ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·

244 Ἕκτορ υἱὲ Πριάμοιο, τί δὲ σὺ νόσφιν ἀπʼ ἄλλων

245 ἧσʼ ὀλιγηπελέων; πού τί σε κῆδος ἱκάνει;

246 τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·

247 τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;

248 οὐκ ἀΐεις με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν

249 οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας

250 χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;

251 καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο

252 ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.

253 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·

254 θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων

255 ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν

256 Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ

257 ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.

258 ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι

259 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·

260 αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον

261 πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς.

262 ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.

263 ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ

264 δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων

265 εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο

266 κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται

267 ὤμοις ἀΐσσονται· δʼ ἀγλαΐηφι πεποιθὼς

268 ῥίμφά γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·

269 ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα

270 ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.

271 οἳ δʼ ὥς τʼ ἔλαφον κεραὸν ἄγριον αἶγα

272 ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·

273 τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη

274 εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·

275 τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος

276 εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·

277 ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο

278 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·

279 αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν

280 τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.

281 τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,

282 Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι

283 ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ παῦροι Ἀχαιῶν

284 νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·

285 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·

286 πόποι μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι,

287 οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας

288 Ἕκτωρ· θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου

289 χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.

290 ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν

291 Ἕκτορʼ, δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν,

292 ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε

293 Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.

294 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.

295 πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·

296 αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι,

297 στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες

298 δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα

299 θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.

300 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·

301 οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα

302 Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ

303 ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες

304 Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω

305 πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.

306 Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ

307 μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων

308 εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν

309 δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς

310 Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·

311 τὴν ἄρʼ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.

312 Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ

313 ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ

314 θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν

315 ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν,

316 πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν

317 ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.

318 ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων,

319 τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.

320 αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων

321 σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν

322 ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.

323 οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην πῶϋ μέγʼ οἰῶν

324 θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ

325 ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος,

326 ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων

327 ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.

328 ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.

329 Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,

330 τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,

331 τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·

332 Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.

333 ἤτοι μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο

334 ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν

335 ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς

336 γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·

337 Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,

338 υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.

339 Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης

340 πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.

341 Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε

342 φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.

343 ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ

344 τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ

345 ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.

346 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας

347 νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα·

348 ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,

349 αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε

350 γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,

351 ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.

352 ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους

353 κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ

354 πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους

355 ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων

356 ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων

357 ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον

358 μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ

359 γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.

360 τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων

361 αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν

362 ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,

363 ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν

364 ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.

365 ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν

366 σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.

367 ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,

368 ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι

369 χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·

370 Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν

371 εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·

372 Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ

373 βοὸς οἰὸς κατὰ πίονα μηρία καίων

374 εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας,

375 τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,

376 μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.

377 ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,

378 ἀράων ἀΐων Νηληϊάδαο γέροντος.

379 Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,

380 μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.

381 οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο

382 νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ

383 ἲς ἀνέμου· γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει·

384 ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,

385 ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο

386 ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων,

387 οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες

388 μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο

389 ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.

390 Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε

391 τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,

392 τόφρʼ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο

393 ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ

394 φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων.

395 αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε

396 Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,

397 ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ πεπλήγετο μηρὼ

398 χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·

399 Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης

400 ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·

401 ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε

402 σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν.

403 τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω

404 παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.

405 τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ

406 Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο

407 παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·

408 οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας

409 ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.

410 ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει

411 τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης

412 εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,

413 ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·

414 ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,

415 Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.

416 τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο

417 οὔθʼ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα

418 οὔθʼ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.

419 ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας

420 πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.

421 δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.

422 Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν

423 ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,

424 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·

425 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

426 μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,

427 ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ

428 τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.

429 ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.

430 τοῦ μὲν ἅμαρθʼ, δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν

431 Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ

432 ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,

433 τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ

434 ἑσταότʼ ἄγχʼ Αἴαντος· δʼ ὕπτιος ἐν κονίῃσι

435 νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.

436 Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·

437 Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος

438 Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα

439 ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·

440 τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ

441 ὠκύμοροι καὶ τόξον τοι πόρε Φοῖβος Ἀπόλλων;

442 ὣς φάθʼ, δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,

443 τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην

444 ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.

445 καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν

446 Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο

447 ἡνία χερσὶν ἔχοντα· μὲν πεπόνητο καθʼ ἵππους·

448 τῇ γὰρ ἔχʼ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες

449 Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ

450 ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.

451 αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·

452 ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι

453 κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα

454 Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.

455 τοὺς μὲν γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,

456 πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα

457 ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.

458 Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ

459 αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,

460 εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.

461 ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν

462 Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,

463 ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ

464 ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ

465 ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.

466 Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·

467 πόποι δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει

468 δαίμων ἡμετέρης, τέ μοι βιὸν ἔκβαλε χειρός,

469 νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα

470 πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.

471 τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·

472 πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς

473 κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·

474 αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ

475 μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.

476 μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν

477 νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.

478 ὣς φάθʼ, δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,

479 αὐτὰρ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,

480 κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν

481 ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·

482 εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,

483 βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη.

484 Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,

485 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·

486 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

487 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς

488 νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν

489 ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.

490 ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,

491 ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,

492 ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,

493 ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.

494 ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων

495 βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ

496 τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης

497 τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,

498 καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ

499 οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.

500 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

501 Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·

502 αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἀπολέσθαι

503 ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.

504 ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ

505 ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;

506 οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα

507 Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;

508 οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.

509 ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων

510 αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.

511 βέλτερον ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι

512 δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι

513 ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.

514 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

515 ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν

516 ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα

517 ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·

518 Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε

519 Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.

520 τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· δʼ ὕπαιθα λιάσθη

521 Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων

522 εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·

523 αὐτὰρ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.

524 δούπησεν δὲ πεσών· δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.

525 τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς

526 Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν

527 Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,

528 ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ

529 ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,

530 τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς

531 ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.

532 ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης

533 ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·

534 ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον.

535 τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης

536 κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι,

537 ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε

538 κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.

539 εἷος τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην,

540 τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,

541 στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν·

542 αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα

543 πρόσσω ἱεμένη· δʼ ἄρα πρηνὴς ἐλιάσθη.

544 τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων

545 συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε

546 πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν

547 ἴφθιμον Μελάνιππον. δʼ ὄφρα μὲν εἰλίποδας βοῦς

548 βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·

549 αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,

550 ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,

551 ναῖε δὲ πὰρ Πριάμῳ, δέ μιν τίεν ἶσα τέκεσσι·

552 τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

553 οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ

554 ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;

555 οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν;

556 ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι

557 μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης

558 Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.

559 ὣς εἰπὼν μὲν ἦρχʼ, δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς·

560 Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·

561 φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,

562 ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.

563 αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·

564 φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.

565 ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,

566 ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας

567 ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.

568 Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·

569 Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,

570 οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι·

571 εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.

572 ὣς εἰπὼν μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν·

573 ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ

574 ἀμφὶ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο

575 ἀνδρὸς ἀκοντίσσαντος· δʼ οὐχ ἅλιον βέλος ἧκεν,

576 ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον

577 νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.

578 δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.

579 Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ

580 βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα

581 θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·

582 ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης

583 τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον,

584 ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.

585 Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,

586 ἀλλʼ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,

587 ὅς τε κύνα κτείνας βουκόλον ἀμφὶ βόεσσι

588 φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·

589 ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ

590 ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·

591 στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.

592 Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι

593 νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς,

594 σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν

595 Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν.

596 Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι

597 Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ

598 ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν

599 πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς

600 νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.

601 ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν

602 θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.

603 τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν

604 Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.

605 μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ὀλοὸν πῦρ

606 οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·

607 ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε

608 λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ

609 σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο

610 Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ

611 Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα

612 τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν

613 ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ

614 Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.

615 καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,

616 δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα·

617 ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·

618 ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη

619 ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,

620 τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα

621 κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·

622 ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.

623 αὐτὰρ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ,

624 ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι

625 λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· δέ τε πᾶσα

626 ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη

627 ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται

628 δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·

629 ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.

630 αὐτὰρ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,

631 αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται

632 μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς

633 θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·

634 ἤτοι μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν

635 αἰὲν ὁμοστιχάει, δέ τʼ ἐν μέσσῃσιν ὀρούσας

636 βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ

637 θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ

638 πάντες, δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,

639 Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος

640 ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.

641 τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων

642 παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,

643 καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·

644 ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.

645 στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,

646 τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων·

647 τῇ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ

648 σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.

649 Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,

650 στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων

651 κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου

652 χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.

653 εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι

654 νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.

655 Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ

656 τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν

657 ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς

658 καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.

659 Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν

660 λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·

661 φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ

662 ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος

663 παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,

664 ἠμὲν ὅτεῳ ζώουσι καὶ κατατεθνήκασι·

665 τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων

666 ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.

667 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

668 τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη

669 θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν

670 ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.

671 Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,

672 ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,

673 ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.

674 οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ

675 ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·

676 ἀλλʼ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,

677 νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι

678 κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.

679 ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,

680 ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,

681 σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται

682 λαοφόρον καθʼ ὁδόν· πολέες τέ θηήσαντο

683 ἀνέρες ἠδὲ γυναῖκες· δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ

684 θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·

685 ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν

686 φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν,

687 αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε

688 νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ

689 μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·

690 ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων

691 ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων

692 χηνῶν γεράνων κύκνων δουλιχοδείρων,

693 ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο

694 ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε

695 χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.

696 αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·

697 φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν

698 ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.

699 τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ

700 οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι,

701 Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου

702 νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.

703 οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·

704 Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο

705 καλῆς ὠκυάλου, Πρωτεσίλαον ἔνεικεν

706 ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.

707 τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε

708 δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε

709 τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων,

710 ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες

711 ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο

712 καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.

713 πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα

714 ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων

715 ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.

716 Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει

717 ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·

718 οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·

719 νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε

720 νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι

721 ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,

722 οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν

723 αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·

724 ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς

725 ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.

726 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.

727 Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·

728 ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι

729 θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.

730 ἔνθʼ ἄρʼ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ

731 Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·

732 αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·

733 φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος

734 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.

735 ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,

736 ἦέ τι τεῖχος ἄρειον, κʼ ἀνδράσι λοιγὸν ἀμύναι;

737 οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,

738 κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες·

739 ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων

740 πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·

741 τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.

742 , καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.

743 ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο

744 σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,

745 τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·

746 δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.

Ὁμήρου Ἰλιάς

Books

    24 books · 15,687 lines

    Translation

    Edition document