Ἰλιάς Π
867 lines
1 ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·
2 Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν
3 δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,
4 ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
5 τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,
6 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
7 τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη
8 νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει
9 εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,
10 δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·
11 τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.
12 ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,
13 ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;
14 ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,
15 ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;
16 τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
17 ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται
18 νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;
19 ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
20 τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·
21 ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν
22 μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
23 οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
24 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
25 βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
26 οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,
27 βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
28 τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται
29 ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.
30 μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις
31 αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ
32 αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;
33 νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,
34 οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα
35 πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
36 εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις
37 καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
38 ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον
39 Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.
40 δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,
41 αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο
42 Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν
43 τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
44 ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
45 ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
46 ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν
47 οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.
48 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
49 ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·
50 οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,
51 οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·
52 ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
53 ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι
54 καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·
55 αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.
56 κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,
57 δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,
58 τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων
59 Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
60 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν
61 ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε
62 οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ
63 νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.
64 τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,
65 ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,
66 εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε
67 νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης
68 κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες
69 Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε
70 θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον
71 ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους
72 πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων
73 ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.
74 οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι
75 μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·
76 οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος
77 ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο
78 Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷ
79 πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.
80 ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων
81 ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο
82 νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται.
83 πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,
84 ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
85 πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην
86 ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν.
87 ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι
88 δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,
89 μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
90 Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·
91 μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι
92 Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,
93 μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάων
94 ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·
95 ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι
96 θήῃς, τοὺς δʼ ἔτʼ ἐᾶν πεδίον κάτα δηριάασθαι.
97 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
98 μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,
99 μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον,
100 ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.
101 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
102 Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·
103 δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ
104 βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
105 πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ
106 κὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν
107 ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο
108 ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.
109 αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς
110 πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν
111 ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.
112 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι,
113 ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.
114 Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς
115 πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,
116 ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας
117 πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ
118 αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
119 γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε
120 ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε
121 Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·
122 χάζετο δʼ ἐκ βελέων. τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ
123 νηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ.
124 ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς
125 μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·
126 ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·
127 λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·
128 μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·
129 δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.
130 ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.
131 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
132 καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
133 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
134 ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.
135 ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
136 χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
137 κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
138 ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
139 εἵλετο δʼ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.
140 ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο
141 βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν
142 πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς
143 Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
144 Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.
145 ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,
146 τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,
147 πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.
148 τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους
149 Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,
150 τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη
151 βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.
152 ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,
153 τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς,
154 ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι.
155 Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς
156 πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς
157 ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,
158 οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες
159 δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·
160 καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου
161 λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ
162 ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς
163 στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·
164 τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες
165 ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο
166 ῥώοντʼ· ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατʼ Ἀχιλλεύς,
167 ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.
168 πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς
169 ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ
170 πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι·
171 πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει
172 σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.
173 τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ
174 υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·
175 ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη
176 Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,
177 αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,
178 ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.
179 τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε
180 παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη
181 Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης
182 ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν
183 ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.
184 αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ
185 Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
186 Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
187 αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια
188 ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,
189 τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο
190 ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα,
191 τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν
192 ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα.
193 τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε
194 Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν
195 ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.
196 τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,
197 πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.
198 αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς
199 στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
200 Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,
201 ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι
202 πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος·
203 σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ,
204 νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·
205 οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν
206 αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.
207 ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται
208 φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε.
209 ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.
210 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
211 μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.
212 ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι
213 δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,
214 ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.
215 ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·
216 ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
217 νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.
218 πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντο
219 Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες
220 πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς
221 βῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγε
222 καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα
223 θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων
224 χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.
225 ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος
226 οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον,
227 οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.
228 τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ
229 πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι,
230 νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον.
231 εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
232 οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον·
233 Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων
234 Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ
235 σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,
236 ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,
237 τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν,
238 ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·
239 αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,
240 ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι
241 μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,
242 θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ
243 εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν
244 ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι
245 μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.
246 αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,
247 ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο
248 τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.
249 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς.
250 τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·
251 νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε
252 δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.
253 ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ
254 ἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ,
255 στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷ
256 εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.
257 οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες
258 ἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.
259 αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο
260 εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες
261 αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας
262 νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.
263 τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης
264 κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες
265 πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.
266 τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες
267 ἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει.
268 Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·
269 Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος
270 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
271 ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος
272 Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,
273 γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
274 ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
275 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,
276 ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες
277 σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν.
278 Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν
279 αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,
280 πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες
281 ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα
282 μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι·
283 πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
284 Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ
285 ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,
286 νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,
287 καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς
288 ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος·
289 τὸν βάλε δεξιὸν ὦμον· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
290 κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν
291 Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν
292 ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.
293 ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ.
294 ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθεν
295 Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δʼ ἐπέχυντο
296 νῆας ἀνὰ γλαφυράς· ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.
297 ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
298 κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,
299 ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
300 καὶ νάπαι, οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,
301 ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ
302 τυτθὸν ἀνέπνευσαν, πολέμου δʼ οὐ γίγνετʼ ἐρωή·
303 οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
304 προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,
305 ἀλλʼ ἔτʼ ἄρʼ ἀνθίσταντο, νεῶν δʼ ὑπόεικον ἀνάγκῃ.
306 ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης
307 ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς
308 αὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν
309 ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
310 ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ
311 κάππεσʼ· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα
312 στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα.
313 Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας
314 ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος
315 μυὼν ἀνθρώπου πέλεται· περὶ δʼ ἔγχεος αἰχμῇ
316 νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.
317 Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ
318 Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·
319 ἤριπε δὲ προπάροιθε. Μάρις δʼ αὐτοσχεδὰ δουρὶ
320 Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς
321 στὰς πρόσθεν νέκυος· τοῦ δʼ ἀντίθεος Θρασυμήδης
322 ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδʼ ἀφάμαρτεν,
323 ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ
324 δρύψʼ ἀπὸ μυώνων, ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξε·
325 δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.
326 ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε
327 βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι
328 υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν
329 θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.
330 Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας
331 ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι
332 λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.
333 πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε
334 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
335 Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ
336 ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω·
337 τὼ δʼ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν
338 ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν
339 φάσγανον ἐρραίσθη· ὃ δʼ ὑπʼ οὔατος αὐχένα θεῖνε
340 Πηνέλεως, πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δʼ οἶον
341 δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.
342 Μηριόνης δʼ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι
343 νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
344 ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς.
345 Ἰδομενεὺς δʼ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ
346 νύξε· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε
347 νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά·
348 ἐκ δʼ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω
349 αἵματος ὀφθαλμοί· τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας
350 πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.
351 οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.
352 ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι
353 σίνται ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσσι
354 ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες
355 αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·
356 ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο
357 δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.
358 Αἴας δʼ ὃ μέγας αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ
359 ἵετʼ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο
360 ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους
361 σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
362 ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·
363 ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους.
364 ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω
365 αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ,
366 ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,
367 οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δʼ ἵπποι
368 ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν
369 Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.
370 πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι
371 ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων,
372 Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων
373 Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε
374 πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλη
375 σκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι
376 ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
377 Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,
378 τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον
379 πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον.
380 ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι
381 ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,
382 πρόσσω ἱέμενοι, ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός·
383 ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι.
384 ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
385 ἤματʼ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ
386 Ζεύς, ὅτε δή ῥʼ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,
387 οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,
388 ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·
389 τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,
390 πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι,
391 ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
392 ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων·
393 ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.
394 Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,
395 ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος
396 εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ
397 νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο
398 κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν.
399 ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ
400 στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα·
401 δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν
402 δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ
403 ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν
404 ἡνία ἠΐχθησαν· ὃ δʼ ἔγχεϊ νύξε παραστὰς
405 γναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων,
406 ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς
407 πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν
408 ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ·
409 ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,
410 κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός.
411 αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ
412 μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη
413 ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ
414 κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
415 αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην
416 Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε
417 Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον
418 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
419 Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους
420 χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,
421 κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·
422 αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.
423 ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω
424 ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
425 Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν.
426 ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
427 Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.
428 οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι
429 πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,
430 ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
431 τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,
432 Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·
433 ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν
434 μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.
435 διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,
436 ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης
437 θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,
438 ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.
439 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
440 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
441 ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
442 ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
443 ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
444 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
445 αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,
446 φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος
447 πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·
448 πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται
449 υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.
450 ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ,
451 ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ
452 χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·
453 αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,
454 πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον
455 εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,
456 ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
457 τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
458 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
459 αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε
460 παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε
461 φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
462 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
463 ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,
464 ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,
465 τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.
466 Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ
467 δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον
468 ἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων,
469 κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
470 τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι
471 σύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.
472 τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·
473 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
474 ἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε·
475 τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·
476 τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.
477 ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,
478 Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
479 ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
480 Πάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
481 ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ.
482 ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
483 ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
484 ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
485 ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
486 βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
487 ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν
488 αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,
489 ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,
490 ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων
491 κτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
492 Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴ
493 αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
494 νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.
495 πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας
496 πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·
497 αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.
498 σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος
499 ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ
500 τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
501 ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
502 ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν
503 ὀφθαλμοὺς ῥῖνάς θʼ· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
504 ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο·
505 τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν.
506 Μυρμιδόνες δʼ αὐτοῦ σχέθον ἵππους φυσιόωντας
507 ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων.
508 Γλαύκῳ δʼ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·
509 ὠρίνθη δέ οἱ ἦτορ ὅ τʼ οὐ δύνατο προσαμῦναι.
510 χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν
511 ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ
512 τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.
513 εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·
514 κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ
515 εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν
516 ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.
517 ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ
518 ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα
519 τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ·
520 ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι
521 ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δʼ ὤριστος ὄλωλε
522 Σαρπηδὼν Διὸς υἱός· ὃ δʼ οὐ οὗ παιδὸς ἀμύνει.
523 ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,
524 κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρʼ ἑτάροισι
525 κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,
526 αὐτός τʼ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.
527 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
528 αὐτίκα παῦσʼ ὀδύνας ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο
529 αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.
530 Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε
531 ὅττί οἱ ὦκʼ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.
532 πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας
533 πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·
534 αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων
535 Πουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,
536 βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,
537 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
538 Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,
539 οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης
540 θυμὸν ἀποφθινύθουσι· σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν.
541 κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,
542 ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·
543 τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης.
544 ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,
545 μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν
546 Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,
547 τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.
548 ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος
549 ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος
550 ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷ
551 λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·
552 βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφιν
553 Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς
554 ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·
555 Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
556 Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,
557 οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους.
558 κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν
559 Σαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες,
560 τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων
561 αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.
562 ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
563 οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας
564 Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,
565 σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι
566 δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν.
567 Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,
568 ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.
569 ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·
570 βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν
571 υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,
572 ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε
573 τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας
574 ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·
575 οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι
576 Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
577 τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ
578 χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη
579 ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ
580 κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
581 Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο,
582 ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς
583 ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε·
584 ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε
585 ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.
586 καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν
587 αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας.
588 χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.
589 ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,
590 ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ
591 ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,
592 τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί.
593 Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων
594 ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον
595 Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων
596 ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.
597 τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ
598 στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·
599 δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς,
600 ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,
601 στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ
602 ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.
603 ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν
604 Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς
605 Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.
606 τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς
607 ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
608 Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·
609 ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.
610 ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
611 πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν
612 οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη
613 ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
614 αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
615 ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
616 Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·
617 Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
618 ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.
619 τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·
620 Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα
621 πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα
622 ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.
623 εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,
624 αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς
625 εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
626 ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·
627 Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;
628 ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι
629 νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.
630 ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ·
631 τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.
632 ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
633 τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει
634 οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή,
635 ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης
636 χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων,
637 νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
638 οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον
639 ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν
640 ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.
641 οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι
642 σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας
643 ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·
644 ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς
645 τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,
646 ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,
647 πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,
648 ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ
649 αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ
650 χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται,
651 ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
652 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
653 ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος
654 ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν
655 ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
656 Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·
657 ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους
658 Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.
659 ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν
660 πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ
661 κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ
662 κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
663 οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο
664 χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας
665 δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.
666 καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
667 εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον
668 ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα
669 πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι
670 χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον·
671 πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι
672 ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
673 θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,
674 ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
675 τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
676 ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.
677 βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,
678 αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας
679 πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι
680 χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε·
681 πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,
682 ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
683 κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.
684 Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας
685 Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη
686 νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν
687 ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.
688 ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·
689 ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
690 ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·
691 ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.
692 ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας
693 Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;
694 Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον
695 καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,
696 αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·
697 τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.
698 ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
699 Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,
700 εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου
701 ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων.
702 τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
703 Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων
704 χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
705 ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
706 δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
707 χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα
708 σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,
709 οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.
710 ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω
711 μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
712 Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·
713 δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,
714 ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
715 ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων
716 ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
717 Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο
718 αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,
719 ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·
720 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
721 Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.
722 αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·
723 τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.
724 ἀλλʼ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,
725 αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.
726 ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
727 Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ
728 ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων
729 δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν
730 ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
731 Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν·
732 αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.
733 Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε
734 σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον
735 μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,
736 ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,
737 οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα
738 Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο
739 ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.
740 ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν
741 ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν
742 αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
743 κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός.
744 τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·
745 ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.
746 εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,
747 πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν
748 νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,
749 ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.
750 ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.
751 ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει
752 οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων
753 ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·
754 ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.
755 Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.
756 τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην,
757 ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο
758 ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·
759 ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς
760 Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ
761 ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
762 Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·
763 Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι
764 Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
765 ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν
766 οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην
767 φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,
768 αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους
769 ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,
770 ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
771 δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
772 πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει
773 ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,
774 πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν
775 μαρναμένων ἀμφʼ αὐτόν· ὃ δʼ ἐν στροφάλιγγι κονίης
776 κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
777 ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
778 τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
779 ἦμος δʼ Ἠέλιος μετενίσετο βουλυτὸν δέ,
780 καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.
781 ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν
782 Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο,
783 Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.
784 τρὶς μὲν ἔπειτʼ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ
785 σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν.
786 ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
787 ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·
788 ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ
789 δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,
790 ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·
791 στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω
792 χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.
793 τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·
794 ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων
795 αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι
796 αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν
797 ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,
798 ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον
799 ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν
800 ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.
801 πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος
802 βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων
803 ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.
804 λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
805 τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα,
806 στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ
807 ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ
808 Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο
809 ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·
810 καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων
811 πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·
812 ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ
813 οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,
814 ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε
815 Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.
816 Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
817 ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
818 Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
819 ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,
820 ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ
821 νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
822 δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·
823 ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,
824 ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
825 πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·
826 πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·
827 ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν
828 Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
829 καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·
830 Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,
831 Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
832 ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν
833 νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι
834 ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς
835 Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω
836 ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.
837 ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,
838 ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι·
839 μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε
840 νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο
841 αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.
842 ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
843 τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·
844 ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε
845 νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν
846 ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.
847 τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,
848 πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
849 ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,
850 ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.
851 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
852 οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη
853 ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ
854 χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.
855 ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·
856 ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
857 ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
858 τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·
859 Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
860 τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
861 φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;
862 ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
863 εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.
864 αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει
865 ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·
866 ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι
867 ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.