Ὅμηρος

ἸλιάςΡ

About this edition

D. B. Monro and T. W. Allen · 1920

This is the third-edition Oxford text of Homeri Opera, volumes I–II (1908–1920), drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ἰλιάς Ρ

761 lines

1 οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον

2 Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.

3 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,

4 ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ

5 πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·

6 ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.

7 πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,

8 τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι.

9 οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε

10 Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ

11 ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·

12 Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν

13 χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα·

14 οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων

15 Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·

16 τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,

17 μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.

18 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·

19 Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.

20 οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος

21 οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος

22 θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,

23 ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.

24 οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο

25 ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε

26 καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν

27 ἔμμεναι· οὐδέ φημι πόδεσσί γε οἷσι κιόντα

28 εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.

29 ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα

30 στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω

31 ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο

32 πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.

33 ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·

34 νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς μάλα τείσεις

35 γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις,

36 χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,

37 ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.

38 κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην

39 εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας

40 Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.

41 ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται

42 οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.

43 ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·

44 οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ

45 ἀσπίδʼ ἐνὶ κρατερῇ· δὲ δεύτερος ὄρνυτο χαλκῷ

46 Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·

47 ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα

48 νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·

49 ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή,

50 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.

51 αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι

52 πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.

53 οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης

54 χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,

55 καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι

56 παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·

57 ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ

58 βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·

59 τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον

60 Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.

61 ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς

62 βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ τις ἀρίστη·

63 τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι

64 πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει

65 δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες

66 πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν

67 ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·

68 ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα

69 ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.

70 ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο

71 Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,

72 ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ

73 ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·

74 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

75 Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων

76 ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ

77 ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι

78 ἄλλῳ γʼ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.

79 τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς

80 Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε

81 Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.

82 ὣς εἰπὼν μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,

83 Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·

84 πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω

85 τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ

86 κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.

87 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ

88 ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο

89 ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·

90 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

91 μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ

92 Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς,

93 μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.

94 εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι

95 αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·

96 Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.

97 ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός;

98 ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι

99 ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.

100 τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται

101 Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.

102 εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,

103 ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης

104 καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν

105 Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.

106 εἷος ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν

107 τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.

108 αὐτὰρ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν

109 ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,

110 ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται

111 ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ

112 παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο·

113 ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.

114 στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων

115 παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.

116 τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης

117 θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·

118 θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·

119 βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.

120 Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος

121 σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν

122 γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.

123 ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·

124 βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.

125 Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα,

126 ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,

127 τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.

128 Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·

129 Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,

130 ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ γε τεύχεα καλὰ

131 Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.

132 Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας

133 ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,

134 ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ

135 ἄνδρες ἐπακτῆρες· δέ τε σθένεϊ βλεμεαίνει,

136 πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·

137 ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.

138 Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος

139 ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.

140 Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν

141 Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·

142 Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.

143 σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.

144 φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς

145 οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·

146 οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν

147 εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν

148 μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.

149 πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον

150 σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον

151 κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,

152 ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ

153 ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.

154 τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν

155 οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.

156 εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη

157 ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης

158 ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,

159 αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.

160 εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος

161 ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,

162 αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ

163 λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·

164 τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος

165 Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.

166 ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας

167 στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,

168 οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.

169 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·

170 Γλαῦκε τί δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;

171 πόποι τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων

172 τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·

173 νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,

174 ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.

175 οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·

176 ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,

177 ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην

178 ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.

179 ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,

180 ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,

181 τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα

182 σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.

183 ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·

184 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,

185 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,

186 ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω

187 καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.

188 ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ

189 δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους

190 ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,

191 οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.

192 στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν·

193 ἤτοι μὲν τὰ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν

194 Τρωσὶ φιλοπτολέμοισιν, δʼ ἄμβροτα τεύχεα δῦνε

195 Πηλεΐδεω Ἀχιλῆος οἱ θεοὶ Οὐρανίωνες

196 πατρὶ φίλῳ ἔπορον· δʼ ἄρα παιδὶ ὄπασσε

197 γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.

198 τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς

199 τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,

200 κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·

201 δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν

202 ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις

203 ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·

204 τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,

205 τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων

206 εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,

207 τῶν ποινὴν τοι οὔ τι μάχης ἐκνοστήσαντι

208 δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.

209 καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων.

210 Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης

211 δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς

212 ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους

213 βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι

214 τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.

215 ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι

216 Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε

217 Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε

218 Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·

219 τοὺς γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·

220 κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·

221 οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων

222 ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,

223 ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα

224 προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν.

225 τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ

226 λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.

227 τώ τις νῦν ἰθὺς τετραμμένος ἀπολέσθω

228 ἠὲ σαωθήτω· γὰρ πολέμου ὀαριστύς.

229 ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης

230 Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,

231 ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς

232 ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.

233 ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν

234 δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς

235 νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο

236 νήπιοι· τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα.

237 καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·

238 πέπον Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ

239 ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.

240 οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,

241 ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς,

242 ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,

243 καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει

244 Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος.

245 ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.

246 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,

247 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·

248 φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

249 οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ

250 δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος

251 λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.

252 ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον

253 ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·

254 ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ

255 Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.

256 ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·

257 πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,

258 τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος

259 Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.

260 τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι,

261 ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;

262 Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.

263 ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο

264 βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι

265 ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,

266 τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ

267 ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες

268 φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι

269 λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν

270 χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,

271 ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·

272 μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι

273 Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.

274 ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·

275 νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν

276 Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,

277 ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ

278 μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν

279 Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο

280 τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.

281 ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν

282 καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς

283 ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·

284 ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας

285 ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας

286 οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα

287 ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.

288 ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς

289 Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην

290 δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας

291 Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ

292 ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.

293 τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου

294 πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·

295 ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ

296 πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,

297 ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς

298 αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν

299 Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε

300 κεῖσθαι· δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ

301 τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι

302 θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν

303 ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.

304 Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·

305 ἀλλʼ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος

306 τυτθόν· δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν

307 Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ

308 οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων,

309 τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη

310 αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε·

311 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.

312 Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν

313 Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·

314 ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς

315 ἤφυσʼ· δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.

316 χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·

317 Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς

318 Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων.

319 ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν

320 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,

321 Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν

322 κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων

323 Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς

324 κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι

325 κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·

326 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·

327 Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε

328 Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους

329 κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε

330 πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας·

331 ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται Δαναοῖσι

332 νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε.

333 ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα

334 ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας·

335 Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων

336 αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν

337 Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.

338 ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς

339 Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·

340 τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι

341 Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.

342 ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·

343 οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.

344 ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ

345 υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.

346 τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,

347 στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,

348 καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν

349 ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,

350 ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,

351 καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.

352 τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,

353 ἴθυσεν δὲ καὶ πρόφρων Δαναοῖσι μάχεσθαι·

354 ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ

355 ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.

356 Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·

357 οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει

358 οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,

359 ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.

360 ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν

361 δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον

362 νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων

363 καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,

364 παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ

365 ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.

366 ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης

367 οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·

368 ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι

369 ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.

370 οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ

371 εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ

372 ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης

373 γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο

374 ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα

375 πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον

376 ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ

377 ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην

378 ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε

379 Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο

380 ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.

381 τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων

382 νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ

383 ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.

384 τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει

385 ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ

386 γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου

387 χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν

388 ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.

389 ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην

390 λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·

391 δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι

392 κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ

393 πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·

394 ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ

395 εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς

396 Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς

397 νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει

398 ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη

399 τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι·

400 τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων

401 ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τι

402 ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·

403 πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων

404 τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ

405 τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν

406 ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν

407 ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·

408 πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,

409 οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.

410 δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη

411 μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.

412 οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες

413 νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·

414 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·

415 φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι

416 νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα

417 πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη

418 εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν

419 ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.

420 ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·

421 φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι

422 πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.

423 ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου.

424 ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς

425 χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο·

426 ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες

427 κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο

428 ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο.

429 μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς

430 πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,

431 πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ·

432 τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον

433 ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς,

434 ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, τʼ ἐπὶ τύμβῳ

435 ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,

436 ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες

437 οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι

438 θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν

439 ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη

440 ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.

441 μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,

442 κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·

443 δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι

444 θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;

445 ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον;

446 οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς

447 πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.

448 ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν

449 Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.

450 οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως;

451 σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ,

452 ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο

453 νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω

454 κτείνειν, εἰς κε νῆας ἐϋσσέλμους ἀφίκωνται

455 δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·

456 ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.

457 τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε

458 ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.

459 τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου

460 ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας·

461 ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ,

462 ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων.

463 ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·

464 οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ

465 ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.

466 ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν

467 Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·

468 στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·

469 Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν

470 ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;

471 οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ

472 μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ

473 αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.

474 τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός·

475 Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος

476 ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,

477 εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος

478 ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.

479 ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα

480 δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.

481 ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας

482 καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,

483 Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,

484 αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·

485 Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων

486 ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο

487 ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·

488 τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ

489 σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ

490 τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.

491 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.

492 τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους

493 αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.

494 τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς

495 ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς

496 αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους

497 νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι

498 αὖτις ἀπʼ Αὐτομέδοντος. δʼ εὐξάμενος Διὶ πατρὶ

499 ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·

500 αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·

501 Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,

502 ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε

503 Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,

504 πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω

505 νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν

506 Ἀργείων, κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.

507 ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·

508 Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε

509 ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι

510 ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,

511 νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·

512 τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα

513 Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.

514 ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·

515 ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.

516 ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,

517 καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·

518 δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,

519 νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.

520 ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ

521 κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο

522 ἶνα τάμῃ διὰ πᾶσαν, δὲ προθορὼν ἐρίπῃσιν,

523 ὣς ἄρʼ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος

524 νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.

525 Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·

526 ἀλλʼ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·

527 πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν

528 οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη

529 ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.

530 καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην

531 εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,

532 οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·

533 τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις

534 Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,

535 Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ

536 κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ

537 τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·

538 δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος

539 κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.

540 ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα

541 θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν

542 αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.

543 ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη

544 ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη

545 οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς

546 ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.

547 ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ

548 Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι πολέμοιο

549 καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων

550 ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,

551 ὣς πορφυρέῃ νεφέλῃ πυκάσασα αὐτὴν

552 δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.

553 πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα

554 ἴφθιμον Μενέλαον· γάρ ῥά οἱ ἐγγύθεν ἦεν·

555 εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·

556 σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος

557 ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον

558 τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.

559 ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.

560 τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·

561 Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη

562 δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν·

563 τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν

564 Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.

565 ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει

566 χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.

567 ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,

568 ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.

569 ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,

570 καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,

571 τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο

572 ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου·

573 τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,

574 βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.

575 ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος

576 ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ

577 δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·

578 τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος

579 ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·

580 δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος

581 νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.

582 Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων

583 Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων

584 ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·

585 τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·

586 Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;

587 οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε

588 μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας

589 νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον

590 ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.

591 ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,

592 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.

593 καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν

594 μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,

595 ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε,

596 νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.

597 πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.

598 βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ

599 ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις

600 αἰχμὴ Πουλυδάμαντος· γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.

601 Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ

602 υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·

603 τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ

604 ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.

605 Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα

606 βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·

607 ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν

608 Τρῶες· δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο

609 δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν·

610 αὐτὰρ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε

611 Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ·

612 πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας

613 ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,

614 εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·

615 καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,

616 αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο·

617 τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας

618 ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.

619 ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.

620 καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι

621 κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·

622 μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·

623 γιγνώσκεις δὲ καὶ αὐτὸς τʼ οὐκέτι κάρτος Ἀχαιῶν.

624 ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους

625 νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.

626 οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον

627 Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.

628 τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·

629 πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι

630 γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.

631 τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ

632 κακὸς ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·

633 ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.

634 ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,

635 ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ

636 χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,

637 οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν

638 Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους

639 σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.

640 εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα

641 Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι

642 λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος.

643 ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·

644 ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.

645 Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν,

646 ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι·

647 ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.

648 ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·

649 αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,

650 ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη·

651 καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·

652 σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι

653 ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,

654 ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα

655 εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.

656 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,

657 βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,

658 ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων,

659 οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι

660 πάννυχοι ἐγρήσσοντες· δὲ κρειῶν ἐρατίζων

661 ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες

662 ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,

663 καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·

664 ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·

665 ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος

666 ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ

667 ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.

668 πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν·

669 Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε

670 νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο

671 μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι

672 ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.

673 ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,

674 πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν

675 ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,

676 ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ

677 θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ

678 ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.

679 ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ

680 πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,

681 εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.

682 τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης

683 θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,

684 ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·

685 Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι

686 λυγρῆς ἀγγελίης, μὴ ὤφελλε γενέσθαι.

687 ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα

688 γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,

689 νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν

690 Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.

691 ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν

692 εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ

693 γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.

694 ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·

695 δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε

696 δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.

697 ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,

698 βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ

699 Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.

700 τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο

701 Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.

702 οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς

703 τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν

704 Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·

705 ἀλλʼ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,

706 αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,

707 στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·

708 κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν

709 ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω

710 νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·

711 οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.

712 ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,

713 ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ

714 Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.

715 τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·

716 πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς Μενέλαε·

717 ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα

718 νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε

719 νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ

720 ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ

721 μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες.

722 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο

723 ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε

724 Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.

725 ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ

726 βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·

727 ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,

728 ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,

729 ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος.

730 ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο

731 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·

732 ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς

733 σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη

734 πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.

735 ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο

736 νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν

737 ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν

738 ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι

739 ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.

740 ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων

741 ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·

742 οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες

743 ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν

744 δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς

745 τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·

746 ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν

747 Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ

748 ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,

749 ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα

750 ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι

751 πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·

752 ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω

753 Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα

754 Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.

755 τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν

756 οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα

757 κίρκον, τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,

758 ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν

759 οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.

760 πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον

761 φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή.

Ὁμήρου Ἰλιάς

Books

    24 books · 15,687 lines

    Translation

    Edition document