Ἰλιάς Σ
617 lines
1 ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,
2 Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.
3 τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων
4 τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·
5 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
6 ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
7 νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;
8 μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,
9 ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε
10 Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο
11 χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.
12 ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς
13 σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ
14 ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.
15 εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
16 τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς
17 δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν·
18 ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς
19 πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
20 κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται
21 γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.
22 ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
23 ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
24 χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·
25 νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.
26 αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς
27 κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.
28 δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε
29 θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε
30 ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι
31 στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.
32 Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων
33 χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·
34 δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.
35 σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ
36 ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,
37 κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο
38 πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
39 ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε
40 Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις
41 Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια
42 καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ
43 Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
44 Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα
45 Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια
46 Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·
47 ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα
48 Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια
49 ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
50 τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι
51 στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·
52 κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι
53 εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.
54 ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,
55 ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε
56 ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·
57 τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
58 νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
59 Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
60 οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
61 ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
62 ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
63 ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω
64 ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.
65 ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ
66 δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης
67 ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο
68 ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ
69 Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.
70 τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,
71 ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,
72 καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
73 τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
74 ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται
75 ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν
76 πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν
77 σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.
78 τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
79 μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·
80 ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος
81 Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων
82 ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ
83 δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι
84 καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
85 ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.
86 αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι
87 ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.
88 νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη
89 παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις
90 οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε
91 ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ
92 πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,
93 Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.
94 τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·
95 ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις·
96 αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.
97 τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
98 αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ
99 κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης
100 ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.
101 νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,
102 οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι
103 τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,
104 ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,
105 τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων
106 ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.
107 ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο
108 καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,
109 ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
110 ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·
111 ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
112 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,
113 θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
114 νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω
115 Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
116 Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
117 οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,
118 ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·
119 ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.
120 ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,
121 κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,
122 καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων
123 ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων
124 δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,
125 γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·
126 μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.
127 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
128 ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι
129 τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
130 ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται
131 χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ
132 αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι
133 δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.
134 ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος
135 πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·
136 ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι
137 τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.
138 ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,
139 καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·
140 ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον
141 ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,
142 καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον
143 εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν
144 υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.
145 ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·
146 ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα
147 ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.
148 τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
149 θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο
150 φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.
151 οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ
152 ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·
153 αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι
154 Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.
155 τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ
156 ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·
157 τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν
158 νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς
159 ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε
160 στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.
161 ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται
162 ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,
163 ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ
164 Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.
165 καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
166 εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις
167 ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι
168 κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.
169 ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
170 ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν·
171 Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ
172 ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν
173 οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,
174 οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν
175 Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ
176 ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε
177 πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς.
178 ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω
179 Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·
180 σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.
181 τὴν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
182 Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;
183 τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·
184 Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις·
185 οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος
186 ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.
187 τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
188 πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι·
189 μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι
190 πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·
191 στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά.
192 ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,
193 εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.
194 ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ
195 ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.
196 τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·
197 εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται·
198 ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,
199 αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο
200 Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν
201 τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
202 ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
203 αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη
204 ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν,
205 ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων
206 χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.
207 ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται
208 τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,
209 οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ
210 ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι
211 πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ
212 γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,
213 αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·
214 ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε·
215 στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς
216 μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν.
217 ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη
218 φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.
219 ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ
220 ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,
221 ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο.
222 οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,
223 πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι
224 ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.
225 ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ
226 δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος
227 δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.
228 τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς,
229 τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι.
230 ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι
231 ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ
232 ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες
233 κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι
234 μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς
235 δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον
236 κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,
237 τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν
238 ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.
239 Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη
240 πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·
241 ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ
242 φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.
243 Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης
244 χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
245 ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.
246 ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη
247 ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς
248 ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.
249 τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν
250 Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
251 Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο,
252 ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα·
253 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
254 ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε
255 ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν
256 ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.
257 ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ
258 τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·
259 χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων
260 ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.
261 νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·
262 οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει
263 μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ
264 ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,
265 ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.
266 ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·
267 νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα
268 ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας
269 αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν
270 γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν
271 ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται
272 Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο.
273 εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,
274 νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι
275 ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι
276 μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·
277 πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
278 στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν
279 ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.
280 ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους
281 παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·
282 εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,
283 οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.
284 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
285 Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις,
286 ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.
287 ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;
288 πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι
289 πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·
290 νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,
291 πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν
292 κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.
293 νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω
294 κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς,
295 νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ·
296 οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.
297 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
298 νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,
299 καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·
300 Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,
301 συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·
302 τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.
303 πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
304 νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
305 εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,
306 ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε
307 φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην
308 στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.
309 ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.
310 ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν
311 νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.
312 Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,
313 Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.
314 δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ
315 παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.
316 τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
317 χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου
318 πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,
319 ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ
320 ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,
321 πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν
322 εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·
323 ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·
324 ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ
325 θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·
326 φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν
327 Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.
328 ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·
329 ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι
330 αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα
331 δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς
332 οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει.
333 νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν,
334 οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι
335 τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος·
336 δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω
337 Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
338 τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,
339 ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι
340 κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,
341 τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ
342 πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.
343 ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς
344 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα
345 Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.
346 οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
347 ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.
348 γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
349 αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
350 καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ,
351 ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·
352 ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν
353 ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.
354 παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα
355 Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·
356 Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·
357 ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη
358 ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο
359 ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.
360 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
361 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
362 καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,
363 ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·
364 πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη,
365 ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
366 κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,
367 οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;
368 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
369 Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα
370 ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι
371 χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων.
372 τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
373 σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν
374 ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,
375 χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,
376 ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα
377 ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.
378 οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω
379 δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς.
380 ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,
381 τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.
382 τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος
383 καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·
384 ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
385 τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
386 αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
387 ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
388 ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.
389 τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου
390 καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
391 κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·
392 Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.
393 τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
394 ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,
395 ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα
396 μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε
397 κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ,
398 εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ
399 Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.
400 τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά,
401 πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους
402 ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο
403 ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος
404 ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
405 ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν.
406 ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ
407 πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.
408 ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,
409 ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.
410 ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη
411 χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
412 φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα
413 λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·
414 σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ
415 αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,
416 δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε
417 χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι
418 χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.
419 τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ
420 καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.
421 αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων
422 πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,
423 ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
424 τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
425 αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
426 αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
427 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
428 τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
429 Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ,
430 τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ
431 ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν;
432 ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν
433 Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν
434 πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ
435 κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν·
436 υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε
437 ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·
438 τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
439 νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
440 Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
441 οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
442 ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
443 ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
444 κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,
445 τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.
446 ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς
447 Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε
448 εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες
449 Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον.
450 ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι,
451 αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,
452 πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε.
453 πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·
454 καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων
455 πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν
456 ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
457 τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
458 υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν
459 καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας
460 καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος
461 Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.
462 τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
463 θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
464 αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην
465 νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,
466 ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε
467 ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.
468 ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας·
469 τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.
470 φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων
471 παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,
472 ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε,
473 ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο.
474 χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε
475 καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα
476 θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ
477 ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.
478 ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε
479 πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν
480 τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα.
481 πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ
482 ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.
483 ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν,
484 ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν,
485 ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται,
486 Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος
487 Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,
488 ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,
489 οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.
490 ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων
491 καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε,
492 νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων
493 ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει·
494 κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν
495 αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες
496 ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
497 λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος
498 ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
499 ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι
500 δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι·
501 ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.
502 λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·
503 κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες
504 εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,
505 σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων·
506 τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.
507 κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,
508 τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.
509 τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν
510 τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,
511 ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι
512 κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·
513 οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.
514 τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
515 ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας·
516 οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη
517 ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,
518 καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ
519 ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν.
520 οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι
521 ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,
522 ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ.
523 τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν
524 δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.
525 οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες
526 τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν.
527 οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα
528 τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
529 ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.
530 οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν
531 εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων
532 βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο.
533 στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας,
534 βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
535 ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ,
536 ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
537 ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·
538 εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.
539 ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο,
540 νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας.
541 ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν
542 εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ
543 ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
544 οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,
545 τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου
546 δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους,
547 ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.
548 ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,
549 χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.
550 ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι
551 ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.
552 δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,
553 ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.
554 τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε
555 παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες
556 ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ
557 σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ.
558 κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,
559 βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες
560 δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον.
561 ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν
562 καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν,
563 ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
564 ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε
565 κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν,
566 τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.
567 παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες
568 πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
569 τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ
570 ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε
571 λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ
572 μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
573 ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·
574 αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,
575 μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ
576 πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.
577 χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι
578 τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.
579 σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι
580 ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς
581 ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί.
582 τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
583 ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες
584 αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
585 οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,
586 ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο.
587 ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
588 ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,
589 σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.
590 ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,
591 τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ
592 Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
593 ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
594 ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
595 τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας
596 εἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·
597 καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας
598 εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
599 οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
600 ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν
601 ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·
602 ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
603 πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος
604 τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
605 φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺς
606 μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
607 ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο
608 ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.
609 αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,
610 τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,
611 τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν
612 καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,
613 τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.
614 αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,
615 μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.
616 ἣ δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος
617 τεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα.