Ἰλιάς Τ
424 lines
1 Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων
2 ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
3 ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.
4 εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν
5 κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
6 μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων,
7 ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
8 τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ
9 κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·
10 τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο
11 καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.
12 ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε
13 πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα.
14 Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη
15 ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς
16 ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε
17 δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·
18 τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.
19 αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων
20 αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·
21 μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς
22 ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.
23 νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς
24 δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν
25 μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς
26 εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,
27 ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.
28 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
29 τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
30 τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα
31 μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·
32 ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,
33 αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.
34 ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
35 μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν
36 αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.
37 ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,
38 Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
39 στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.
40 αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς
41 σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς.
42 καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον
43 οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν
44 καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,
45 καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς
46 ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.
47 τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε
48 Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς
49 ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·
50 κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.
51 αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
52 ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ
53 οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.
54 αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,
55 τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
56 Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον
57 ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ
58 θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;
59 τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ
60 ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·
61 τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας
62 δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.
63 Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς
64 δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.
65 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ
66 θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
67 νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ
68 ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον
69 ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,
70 ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν
71 αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω
72 ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι
73 δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.
74 ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ
75 μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.
76 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
77 αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς·
78 ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
79 ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν
80 ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.
81 ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι
82 ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.
83 Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι
84 σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.
85 πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον
86 καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι,
87 ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,
88 οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,
89 ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.
90 ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.
91 πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,
92 οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει
93 πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει
94 βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.
95 καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον
96 ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν
97 Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,
98 ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην
99 Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.
100 ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·
101 κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
102 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
103 σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια
104 ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,
105 τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.
106 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
107 ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις.
108 εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,
109 ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν
110 ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς
111 τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.
112 ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν,
113 ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.
114 Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
115 καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη
116 ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
117 ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς·
118 ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,
119 Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.
120 αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·
121 Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·
122 ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει
123 Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο
124 σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.
125 ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·
126 αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο
127 χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον
128 μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
129 αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.
130 ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος
131 χειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων.
132 τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο
133 ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων.
134 ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ
135 Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν,
136 οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην.
137 ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,
138 ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα·
139 ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.
140 δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν
141 χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.
142 εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,
143 δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες
144 οἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.
145 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
146 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
147 δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,
148 ἤ τʼ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης
149 αἶψα μάλʼ· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόντας
150 οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·
151 ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται
152 ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.
153 ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.
154 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
155 μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦ
156 νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν
157 Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
158 φύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
159 ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.
160 ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς
161 σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.
162 οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
163 ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·
164 εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,
165 ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει
166 δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι.
167 ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς
168 ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,
169 θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα
170 πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.
171 ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
172 ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
173 οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ
174 ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.
175 ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς
176 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·
177 ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·
178 καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.
179 αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω
180 πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.
181 Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ
182 ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
183 ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.
184 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
185 χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·
186 ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.
187 ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,
188 οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς
189 μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·
190 μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα
191 ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.
192 σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·
193 κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν
194 δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ
195 χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.
196 Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
197 κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.
198 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
199 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
200 ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,
201 ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται
202 καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.
203 νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν
204 Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,
205 ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε
206 νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν
207 νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι
208 τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.
209 πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη
210 οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος
211 ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ
212 κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι
213 μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,
214 ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.
215 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
216 ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν,
217 κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
218 ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
219 πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
220 τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.
221 αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
222 ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
223 ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
224 Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
225 γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·
226 λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
227 πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;
228 ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι
229 νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας·
230 ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται
231 μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον
232 ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ
233 ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην
234 λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·
235 ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται
236 νηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντες
237 Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
238 ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο
239 Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε
240 καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·
241 βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.
242 αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·
243 ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,
244 αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους·
245 ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
246 ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.
247 χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα
248 ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.
249 καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων
250 ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
251 κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
252 Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
253 ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
254 κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν
255 εὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ
256 Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.
257 εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
258 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος
259 Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν
260 ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,
261 μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα,
262 οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.
263 ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.
264 εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν
265 πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας.
266 ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.
267 τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
268 ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς
269 ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·
270 Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·
271 οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
272 Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην
273 ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς
274 ἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.
275 νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
276 ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
277 οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
278 δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,
279 βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.
280 καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,
281 ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.
282 Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ
283 ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,
284 ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε
285 στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.
286 εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·
287 Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ
288 ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,
289 νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν
290 ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
291 ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ
292 εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,
293 τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,
294 κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
295 οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
296 ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
297 κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο
298 κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν
299 ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
300 τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.
301 ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες
302 Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.
303 αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο
304 λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων·
305 λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων,
306 μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος
307 ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει·
308 δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.
309 ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,
310 δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς
311 Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ
312 τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ
313 τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.
314 μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε·
315 ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων
316 αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας
317 αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ
318 Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
319 νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ
320 ἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων,
321 σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,
322 οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,
323 ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει
324 χήτεϊ τοιοῦδʼ υἷος· ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳ
325 εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·
326 ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,
327 εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.
328 πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
329 οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο
330 αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,
331 ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ
332 Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα
333 κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
334 ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν
335 τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι
336 γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ
337 λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται.
338 ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,
339 μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·
340 μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,
341 αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
342 τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.
343 ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς;
344 κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων
345 ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι
346 οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος.
347 ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
348 στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται.
349 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
350 ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ
351 οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ
352 αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊ
353 νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν
354 στάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο·
355 αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ
356 ᾤχετο, τοὶ δʼ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.
357 ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται
358 ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
359 ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
360 νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι
361 θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.
362 αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν
363 χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν
364 ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.
365 τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε
366 λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
367 δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνων
368 δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.
369 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
370 καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
371 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.
372 ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
373 χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
374 εἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης.
375 ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ
376 καιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι
377 σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι
378 πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·
379 ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε
380 καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας
381 κρατὶ θέτο βριαρήν· ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν
382 ἵππουρις τρυφάλεια, περισσείοντο δʼ ἔθειραι
383 χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
384 πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,
385 εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·
386 τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν.
387 ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος
388 βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν
389 πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς,
390 Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
391 Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·
392 ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες
393 ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς
394 γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω
395 κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν
396 χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν
397 Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς
398 τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων,
399 σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
400 Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης
401 ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα
402 ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο,
403 μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα.
404 τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος
405 Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη
406 ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·
407 αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη·
408 καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ·
409 ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς
410 αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.
411 οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε
412 Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο·
413 ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,
414 ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
415 νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,
416 ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ
417 μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.
418 ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.
419 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
420 Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.
421 εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδʼ ὀλέσθαι
422 νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης
423 οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.
424 ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.