Ἰλιάς Υ
503 lines
1 ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο
2 ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,
3 Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·
4 Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι
5 κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃ
6 φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.
7 οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο,
8 οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται
9 καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
10 ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο
11 ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ
12 Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.
13 ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθων
14 νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς,
15 ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν·
16 τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;
17 ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;
18 τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.
19 τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
20 ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν
21 ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.
22 ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο
23 ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι
24 ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,
25 ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου.
26 εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται
27 οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα.
28 καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·
29 νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς
30 δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.
31 ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε.
32 βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·
33 Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη
34 ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης
35 Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·
36 Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
37 χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
38 ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ
39 Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα
40 Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη.
41 εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
42 τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς
43 ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς·
44 Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον
45 δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα
46 τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.
47 αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,
48 ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη
49 στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,
50 ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.
51 αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος
52 ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
53 ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
54 ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες
55 σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·
56 δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε
57 ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε
58 γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα.
59 πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης
60 καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.
61 ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,
62 δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε
63 γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,
64 οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη
65 σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·
66 τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.
67 ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
68 ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,
69 ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·
70 Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ
71 Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·
72 Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,
73 ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
74 ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.
75 ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς
76 Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
77 Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει
78 αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
79 Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων
80 ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·
81 υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·
82 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
83 Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ
84 ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων
85 Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;
86 τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε·
87 Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις
88 ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;
89 οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος
90 στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν
91 ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,
92 πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς
93 εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.
94 ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,
95 ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν
96 ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.
97 τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·
98 αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.
99 καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει
100 πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ
101 ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα
102 νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.
103 τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
104 ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν
105 εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης
106 ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·
107 ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.
108 ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν
109 λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.
110 ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,
111 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
112 οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην
113 ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
114 ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·
115 φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη
116 ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.
117 Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ
118 ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.
119 ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω
120 αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ
121 παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ
122 δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι
123 ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ
124 Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
125 πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες
126 τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
127 σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα
128 γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.
129 εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς
130 δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
131 ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.
132 τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
133 Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.
134 οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι
135 ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
136 ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
137 ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.
138 εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,
139 ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
140 αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται
141 φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω
142 ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων
143 ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.
144 ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
145 τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο
146 ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
147 ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,
148 ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.
149 ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,
150 ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·
151 οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης
152 ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.
153 ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες
154 βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
155 ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε.
156 τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ
157 ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν
158 ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι
159 ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι
160 Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.
161 Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει
162 νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν
163 πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.
164 Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς
165 σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
166 ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων
167 ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν
168 δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας
169 γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,
170 οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
171 μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι,
172 γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ
173 ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·
174 ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
175 ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.
176 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
177 τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
178 Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν
179 ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
180 ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι
181 τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς,
182 οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·
183 εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.
184 ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων
185 καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι
186 αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.
187 ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.
188 ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα
189 σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
190 καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.
191 ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν
192 πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,
193 ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
194 ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.
195 ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ
196 βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω
197 ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο,
198 πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
199 τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε·
200 Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
201 ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
202 ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
203 ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας
204 πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·
205 ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.
206 φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,
207 μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·
208 αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο
209 εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·
210 τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
211 σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν
212 ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.
213 εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
214 ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·
215 Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
216 κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ
217 ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,
218 ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.
219 Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,
220 ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·
221 τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
222 θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.
223 τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,
224 ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·
225 αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.
226 αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
227 ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·
228 ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,
229 ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
230 Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·
231 Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο
232 Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,
233 ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·
234 τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
235 κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.
236 Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·
237 Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε
238 Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·
239 Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·
240 αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.
241 ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
242 Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
243 ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.
244 ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
245 ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.
246 ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
247 πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
248 στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι
249 παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
250 ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.
251 ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη
252 νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,
253 αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
254 νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι
255 πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.
256 ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα
257 πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον
258 γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.
259 ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος
260 σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.
261 Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
262 ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος
263 ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο
264 νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
265 ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
266 ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.
267 οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
268 ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·
269 ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς
270 ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
271 τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο,
272 τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.
273 δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,
274 καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
275 ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,
276 λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ
277 Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.
278 Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε
279 δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
280 ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους
281 ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν
282 ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,
283 ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς
284 ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ
285 σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
286 Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
287 οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
288 ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ
289 ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,
290 τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
291 εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·
292 αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·
293 ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,
294 ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι
295 πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο
296 νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
297 ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει
298 μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ
299 δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
300 ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,
301 μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς
302 τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι,
303 ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται
304 Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων
305 οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.
306 ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·
307 νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
308 καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.
309 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
310 ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον
311 Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς
312 Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.
313 ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους
314 πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη
315 μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
316 μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
317 καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
318 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
319 βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,
320 ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.
321 αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν
322 Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον
323 ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·
324 καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,
325 Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.
326 πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων
327 Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,
328 ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,
329 ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.
330 τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,
331 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
332 Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει
333 ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,
334 ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;
335 ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,
336 μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.
337 αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,
338 θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·
339 οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.
340 ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.
341 αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν
342 θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν,
343 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
344 ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
345 ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα
346 λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.
347 ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν
348 ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.
349 ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
350 ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.
351 ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας
352 τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.
353 ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·
354 μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,
355 ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.
356 ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
357 τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·
358 οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη
359 τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·
360 ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε
361 καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν,
362 ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω
363 Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.
364 ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
365 κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος·
366 Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.
367 καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,
368 ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.
369 οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,
370 ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.
371 τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
372 εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.
373 ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν
374 Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.
375 καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·
376 Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,
377 ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,
378 μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.
379 ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν
380 ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.
381 ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν
382 σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα
383 ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,
384 ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ
385 Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·
386 τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς
387 μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη,
388 δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
389 κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν·
390 ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ
391 Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν
392 Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.
393 ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.
394 τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο
395 πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα
396 ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν
397 νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.
398 οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς
399 αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ
400 ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
401 Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
402 πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.
403 αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος
404 ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα
405 κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·
406 ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ·
407 αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον
408 Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,
409 οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
410 καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα
411 δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων
412 θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
413 τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς
414 νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες
415 χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·
416 ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή,
417 γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε
418 κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς.
419 Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον
420 ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη
421 κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
422 δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ
423 ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς
424 ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·
425 ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν,
426 ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴν
427 ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.
428 ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·
429 ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
430 τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·
431 Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
432 ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
433 ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
434 οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.
435 ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
436 αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
437 δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
438 ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη
439 πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
440 ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον,
441 αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς
442 ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,
443 σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων
444 ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ.
445 τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς
446 ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν.
447 ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
448 δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
449 ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
450 ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων,
451 ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
452 ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
453 εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
454 νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
455 ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι·
456 ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε,
457 Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε
458 κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα
459 οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·
460 αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος
461 ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,
462 τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.
463 Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,
464 εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη
465 μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,
466 νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·
467 οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,
468 ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων
469 ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·
470 ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ
471 κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε
472 θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς
473 δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο
474 αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον
475 μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,
476 πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε
477 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
478 Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες
479 ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
480 αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς
481 πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας
482 τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε
483 σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
484 αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν
485 Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·
486 τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός,
487 ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα
488 ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
489 νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.
490 ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ
491 οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,
492 πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
493 ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος
494 κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.
495 ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους
496 τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
497 ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων,
498 ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
499 στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
500 νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
501 ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
502 αἵ τʼ ἀπʼ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι
503 Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.