Ἰλιάς Φ
611 lines
1 ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
2 Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
3 ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε
4 πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο
5 ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·
6 τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη
7 πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ
8 ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,
9 ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα,
10 ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ
11 ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.
12 ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
13 φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ
14 ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ·
15 ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος
16 πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.
17 αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ
18 κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος
19 φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,
20 τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
21 ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.
22 ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι
23 φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
24 δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·
25 ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
26 πτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων,
27 ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους
28 ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·
29 τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,
30 δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,
31 τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,
32 δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
33 αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.
34 ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
35 ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς
36 ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
37 ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ
38 τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν·
39 τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.
40 καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε
41 νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·
42 κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν
43 Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην·
44 ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.
45 ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν
46 ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις
47 χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε
48 πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.
49 τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς
50 γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος,
51 ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς
52 φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα·
53 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
54 ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
55 ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον
56 αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,
57 οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ
58 Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε
59 πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.
60 ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο
61 γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω
62 ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει
63 γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.
64 ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
65 γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ
66 ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.
67 ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς
68 οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων
69 κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
70 ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.
71 αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,
72 τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·
73 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
74 γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
75 ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·
76 πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν
77 ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,
78 καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε
79 Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.
80 νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν
81 ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα
82 πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε
83 μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,
84 ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ
85 γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος
86 Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει
87 Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
88 τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·
89 τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,
90 ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας
91 ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·
92 νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω
93 σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
94 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
95 μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,
96 ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.
97 ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
98 λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·
99 νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·
100 πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ
101 τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν
102 Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·
103 νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
104 Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι
105 καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.
106 ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;
107 κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.
108 οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;
109 πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·
110 ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·
111 ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ
112 ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται
113 ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.
114 ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·
115 ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας
116 ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
117 τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω
118 δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ
119 κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
120 τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,
121 καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·
122 ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν
123 αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ
124 ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος
125 οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·
126 θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει
127 ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.
128 φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς
129 ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.
130 οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης
131 ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,
132 ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.
133 ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες
134 τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,
135 οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.
136 ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,
137 ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
138 δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
139 τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος
140 Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων
141 υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος
142 γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν
143 πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
144 τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο
145 ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε
146 Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
147 τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.
148 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
149 τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
150 τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;
151 δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
152 τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·
153 Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;
154 εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης
155 Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν
156 ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.
157 αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος
158 Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,
159 ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι
160 γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.
161 ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς
162 Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς
163 ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.
164 καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ
165 ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·
166 τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς
167 δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ
168 γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.
169 δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα
170 Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.
171 καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην,
172 μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.
173 Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
174 ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος
175 οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.
176 τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,
177 τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ
178 ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,
179 ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
180 γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι
181 χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν
182 ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας
183 τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
184 κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος
185 παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.
186 φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,
187 αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.
188 τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι
189 Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.
190 τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,
191 κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.
192 καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι
193 χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,
194 τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,
195 οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,
196 ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
197 καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·
198 ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν
199 δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.
200 ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,
201 τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
202 κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.
203 τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο
204 δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·
205 αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,
206 οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
207 ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ
208 χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.
209 ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε
210 Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·
211 καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,
212 εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης
213 ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·
214 ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις
215 ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.
216 εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,
217 ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·
218 πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,
219 οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν
220 στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.
221 ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.
222 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
223 ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.
224 Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,
225 πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι
226 ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.
227 ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·
228 καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·
229 ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς
230 εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε
231 Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ
232 δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.
233 ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ
234 κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων,
235 πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς
236 πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς
237 τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος
238 χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,
239 κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
240 δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,
241 ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν
242 εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν
243 εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα
244 κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα
245 ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν
246 εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας
247 ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
248 δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ
249 ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο
250 δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
251 Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,
252 αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,
253 ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·
254 τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς
255 σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς
256 φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
257 ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
258 ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ
259 χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·
260 τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι
261 ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει
262 χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·
263 ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο
264 καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.
265 ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς
266 στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες
267 ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
268 τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο
269 πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα
270 θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα
271 λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.
272 Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
273 Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη
274 ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.
275 ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,
276 ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·
277 ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων
278 λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.
279 ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·
280 τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·
281 νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι
282 ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,
283 ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.
284 ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη
285 στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,
286 χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.
287 τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
288 Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·
289 τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν
290 Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·
291 ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
292 ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·
293 αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·
294 μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο
295 πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
296 Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας
297 ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
298 τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·
299 αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,
300 ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,
301 πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν
302 πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα
303 πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν
304 εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.
305 οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον
306 χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο
307 ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·
308 φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
309 σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
310 ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.
311 ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα
312 ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,
313 ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε
314 φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα
315 ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.
316 φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος
317 οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης
318 κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν
319 εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
320 μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ
321 ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
322 αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ
323 ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.
324 ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων
325 μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.
326 πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο
327 ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·
328 Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ
329 μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
330 αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
331 ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ
332 Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·
333 ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.
334 αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο
335 εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
336 ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι
337 φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας
338 δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν
339 μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·
340 μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ
341 φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.
342 ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
343 πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς
344 πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς·
345 πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.
346 ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν
347 αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·
348 ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς
349 κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
350 καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,
351 καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,
352 τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·
353 τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,
354 οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
355 πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.
356 καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
357 Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν,
358 οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.
359 λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς
360 ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;
361 φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.
362 ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ
363 κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
364 πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
365 ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·
366 οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ
367 Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην
368 πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
369 Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
370 ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι
371 ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.
372 ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,
373 παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,
374 μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
375 μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
376 καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
377 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη,
378 αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
379 Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν
380 ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.
381 ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,
382 ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.
383 αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα
384 παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·
385 ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
386 ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·
387 σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,
388 ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς
389 ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ
390 γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.
391 ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης
392 ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε
393 χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·
394 τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις
395 θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;
396 ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας
397 οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα
398 ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;
399 τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.
400 ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν
401 σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·
402 τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.
403 ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ
404 κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
405 τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·
406 τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.
407 ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,
408 τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,
409 καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·
410 νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
411 εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.
412 οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,
413 ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς
414 κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.
415 ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·
416 τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη
417 πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.
418 τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
419 αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
420 ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη
421 καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα
422 δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.
423 ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,
424 καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
425 ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
426 τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
427 ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·
428 τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
429 εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,
430 ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη
431 ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·
432 τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
433 Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.
434 ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
435 αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·
436 Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν
437 ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ
438 ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.
439 ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε
440 καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
441 νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ
442 μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ
443 μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι
444 πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
445 μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.
446 ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα
447 εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·
448 Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες
449 Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.
450 ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
451 ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
452 Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.
453 σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
454 δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·
455 στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.
456 νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ
457 μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
458 τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων
459 πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται
460 πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι
461 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
462 ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο
463 ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω
464 δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε
465 ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,
466 ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα
467 παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.
468 ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα
469 πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
470 τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
471 Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·
472 φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην
473 πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·
474 νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;
475 μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
476 εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,
477 ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.
478 ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,
479 ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις
480 νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·
481 πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο
482 στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
483 τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ
484 Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.
485 ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν
486 ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.
487 εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
488 ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.
489 ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
490 σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,
491 αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα
492 ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.
493 δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
494 ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην
495 χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·
496 ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.
497 Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·
498 Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ
499 πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·
500 ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν
501 εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.
502 ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
503 πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
504 ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·
505 ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
506 δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
507 ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ
508 εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·
509 τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
510 μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
511 τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·
512 σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
513 ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
514 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
515 αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·
516 μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος
517 μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
518 οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
519 οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·
520 κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς
521 Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.
522 ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
523 ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,
524 πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,
525 ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.
526 ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
527 ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ
528 Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ
529 γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε
530 ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·
531 πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ
532 ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς
533 ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.
534 αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
535 αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·
536 δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.
537 ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·
538 αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων
539 ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
540 οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο
541 δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο
542 φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ
543 αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.
544 ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,
545 εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε
546 φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
547 ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς
548 ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι
549 φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.
550 αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον
551 ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·
552 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
553 ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος
554 φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,
555 αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.
556 εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
557 Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ
558 φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι
559 Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·
560 ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο
561 ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·
562 ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
563 μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ
564 καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.
565 οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·
566 λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.
567 εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·
568 καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,
569 ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι
570 ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.
571 ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ
572 ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
573 ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
574 ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ
575 ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·
576 εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,
577 ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
578 ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·
579 ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ
580 οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.
581 ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,
582 ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·
583 ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
584 ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων
585 νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.
586 ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,
587 οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν
588 Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις
589 ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.
590 ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,
591 καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.
592 ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
593 σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε
594 βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.
595 Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο
596 δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,
597 ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
598 ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
599 αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·
600 αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς
601 ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·
602 εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο
603 τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
604 τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων
605 ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·
606 τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ
607 ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.
608 οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
609 μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι
610 ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο
611 ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.