Ὅμηρος

ἸλιάςΧ

About this edition

D. B. Monro and T. W. Allen · 1920

This is the third-edition Oxford text of Homeri Opera, volumes I–II (1908–1920), drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ἰλιάς Χ

515 lines

1 ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ

2 ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν

3 κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ

4 τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.

5 Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν

6 Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.

7 αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·

8 τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις

9 αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με

10 ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.

11 νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,

12 οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.

13 οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.

14 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

15 ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων

16 ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· κʼ ἔτι πολλοὶ

17 γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.

18 νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας

19 ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.

20 σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.

21 ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,

22 σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,

23 ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·

24 ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.

25 τὸν δʼ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι

26 παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,

27 ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ

28 φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,

29 ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.

30 λαμπρότατος μὲν γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,

31 καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·

32 ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.

33 ᾤμωξεν δʼ γέρων, κεφαλὴν δʼ γε κόψατο χερσὶν

34 ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει

35 λισσόμενος φίλον υἱόν· δὲ προπάροιθε πυλάων

36 ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·

37 τὸν δʼ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·

38 Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον

39 οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς

40 Πηλεΐωνι δαμείς, ἐπεὶ πολὺ φέρτερός ἐστι

41 σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο

42 ὅσσον ἐμοί· τάχα κέν κύνες καὶ γῦπες ἔδοιεν

43 κείμενον· κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·

44 ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε

45 κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.

46 καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον

47 οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,

48 τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.

49 ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, τʼ ἂν ἔπειτα

50 χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον·

51 πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.

52 εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,

53 ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·

54 λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος

55 ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.

56 ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς

57 Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς

58 Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.

59 πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον

60 δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ

61 αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα

62 υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,

63 καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα

64 βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,

65 ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.

66 αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν

67 ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ

68 τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,

69 οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,

70 οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ

71 κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν

72 ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ

73 κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·

74 ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον

75 αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,

76 τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.

77 ῥʼ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ

78 τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.

79 μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα

80 κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·

81 καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·

82 Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον

83 αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·

84 τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα

85 τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ

86 σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε

87 κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,

88 οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν

89 Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.

90 ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν

91 πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον,

92 ἀλλʼ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.

93 ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι

94 βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός,

95 σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·

96 ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει

97 πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·

98 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

99 μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,

100 Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,

101 ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι

102 νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.

103 ἀλλʼ ἐγὼ οὐ πιθόμην· τʼ ἂν πολὺ κέρδιον ἦεν.

104 νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,

105 αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,

106 μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·

107 Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.

108 ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη

109 ἄντην Ἀχιλῆα κατακτείναντα νέεσθαι,

110 ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.

111 εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν

112 καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας

113 αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω

114 καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ,

115 πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν

116 ἠγάγετο Τροίηνδʼ, τʼ ἔπλετο νείκεος ἀρχή,

117 δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς

118 ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·

119 Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι

120 μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι

121 κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·

122 ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός;

123 μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, δέ μʼ οὐκ ἐλεήσει

124 οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα

125 αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.

126 οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης

127 τῷ ὀαριζέμεναι, τε παρθένος ἠΐθεός τε

128 παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.

129 βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·

130 εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.

131 ὣς ὅρμαινε μένων, δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς

132 ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ

133 σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον

134 δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ

135 πυρὸς αἰθομένου ἠελίου ἀνιόντος.

136 Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη

137 αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·

138 Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.

139 ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν

140 ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,

141 δέ θʼ ὕπαιθα φοβεῖται, δʼ ἐγγύθεν ὀξὺ λεληκὼς

142 ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ θυμὸς ἀνώγει·

143 ὣς ἄρʼ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ

144 τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.

145 οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα

146 τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,

147 κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ

148 δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.

149 μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς

150 γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·

151 δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,

152 χιόνι ψυχρῇ ἐξ ὕδατος κρυστάλλῳ.

153 ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι

154 καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα

155 πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες

156 τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.

157 τῇ ῥα παραδραμέτην φεύγων δʼ ὄπισθε διώκων·

158 πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων

159 καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην

160 ἀρνύσθην, τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,

161 ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.

162 ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι

163 ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον

164 τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·

165 ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην

166 καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·

167 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·

168 πόποι φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος

169 ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ

170 Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν

171 Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε

172 ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ δῖος Ἀχιλλεὺς

173 ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.

174 ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε

175 ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη

176 Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.

177 τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

178 πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·

179 ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ

180 ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;

181 ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.

182 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

183 θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ

184 πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·

185 ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.

186 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·

187 βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.

188 Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.

189 ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται

190 ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·

191 τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,

192 ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·

193 ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.

194 ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων

195 ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,

196 εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,

197 τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς

198 πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.

199 ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·

200 οὔτʼ ἄρʼ τὸν δύναται ὑποφεύγειν οὔθʼ διώκειν·

201 ὣς τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.

202 πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,

203 εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων

204 ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;

205 λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,

206 οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,

207 μή τις κῦδος ἄροιτο βαλών, δὲ δεύτερος ἔλθοι.

208 ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,

209 καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,

210 ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,

211 τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,

212 ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,

213 ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ Φοῖβος Ἀπόλλων.

214 Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,

215 ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·

216 νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ

217 οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας

218 Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.

219 οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,

220 οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων

221 προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.

222 ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι

223 οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.

224 ὣς φάτʼ Ἀθηναίη, δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,

225 στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.

226 δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον

227 Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·

228 ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·

229 ἠθεῖʼ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς

230 ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·

231 ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.

232 τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·

233 Δηΐφοβʼ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα

234 γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·

235 νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,

236 ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,

237 τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.

238 τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

239 ἠθεῖʼ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ

240 λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,

241 αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·

242 ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.

243 νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων

244 ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς

245 νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται

246 νῆας ἔπι γλαφυράς, κεν σῷ δουρὶ δαμήῃ.

247 ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·

248 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,

249 τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·

250 οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ

251 τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην

252 μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε

253 στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν κεν ἁλοίην.

254 ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι

255 μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·

256 οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς

257 δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·

258 ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ

259 νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.

260 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

261 Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·

262 ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,

263 οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,

264 ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,

265 ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν

266 ὅρκια ἔσσονται, πρίν γʼ ἕτερόν γε πεσόντα

267 αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.

268 παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ

269 αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.

270 οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη

271 ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις

272 κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.

273 ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·

274 καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·

275 ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,

276 ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,

277 ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.

278 Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·

279 ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ

280 ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, τοι ἔφης γε·

281 ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,

282 ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.

283 οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,

284 ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον

285 εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι

286 χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.

287 καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο

288 σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.

289 ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,

290 καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·

291 τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ

292 ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,

293 στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.

294 Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·

295 ᾔτεέ μιν δόρυ μακρόν· δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.

296 Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·

297 πόποι μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·

298 Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·

299 ἀλλʼ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.

300 νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,

301 οὐδʼ ἀλέη· γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν

302 Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε

303 πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.

304 μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,

305 ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.

306 ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,

307 τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,

308 οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,

309 ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν

310 ἁρπάξων ἄρνʼ ἀμαλὴν πτῶκα λαγωόν·

311 ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.

312 ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν

313 ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε

314 καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ

315 τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι

316 χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.

317 οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ

318 ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,

319 ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς

320 πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ,

321 εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.

322 τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα,

323 καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·

324 φαίνετο δʼ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι,

325 λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·

326 τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,

327 ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·

328 οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,

329 ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.

330 ἤριπε δʼ ἐν κονίῃς· δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·

331 Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων

332 σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα,

333 νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων

334 νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,

335 ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ

336 ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.

337 τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·

338 λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων,

339 μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,

340 ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο,

341 δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,

342 σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με

343 Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.

344 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·

345 μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·

346 αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη

347 ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,

348 ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,

349 οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα

350 στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,

351 οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι

352 Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ

353 ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,

354 ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.

355 τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·

356 σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον

357 πείσειν· γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.

358 φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι

359 ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων

360 ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.

361 ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,

362 ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει

363 ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.

364 τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·

365 τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ

366 Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.

367 ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,

368 καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα

369 αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,

370 οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν

371 Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.

372 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

373 πόποι, μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι

374 Ἕκτωρ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.

375 ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.

376 τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,

377 στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·

378 φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

379 ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,

380 ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,

381 εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,

382 ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,

383 καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,

384 ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.

385 ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός;

386 κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος

387 Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε

388 ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·

389 εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο

390 αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.

391 νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν

392 νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.

393 ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,

394 Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.

395 ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.

396 ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε

397 ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,

398 ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·

399 ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας

400 μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.

401 τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται

402 κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι

403 κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι

404 δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.

405 ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· δέ νυ μήτηρ

406 τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην

407 τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·

408 ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ

409 κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.

410 τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα

411 Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.

412 λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα

413 ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.

414 πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,

415 ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·

416 σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ

417 ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.

418 λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,

419 ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ

420 γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται

421 Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι

422 Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.

423 τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·

424 τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ

425 ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,

426 Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·

427 τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε

428 μήτηρ θʼ, μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.

429 ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·

430 Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·

431 τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα

432 σεῦ ἀποτεθνηῶτος; μοι νύκτάς τε καὶ ἦμαρ

433 εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ

434 Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς

435 δειδέχατʼ· γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα

436 ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.

437 ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο

438 Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν

439 ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,

440 ἀλλʼ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο

441 δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.

442 κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα

443 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο

444 Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι

445 νηπίη, οὐδʼ ἐνόησεν μιν μάλα τῆλε λοετρῶν

446 χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.

447 κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·

448 τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·

449 δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·

450 δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.

451 αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ

452 στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα

453 πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.

454 αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς

455 δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς

456 μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,

457 καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς

458 μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,

459 ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.

460 ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση

461 παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ

462 αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον

463 ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν

464 ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι

465 ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.

466 τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,

467 ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.

468 τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,

469 ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην

470 κρήδεμνόν θʼ, ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη

471 ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ

472 ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.

473 ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,

474 αἵ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.

475 δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη

476 ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·

477 Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ

478 ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,

479 αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ

480 ἐν δόμῳ Ἠετίωνος, μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν

481 δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.

482 νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης

483 ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις

484 χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,

485 ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ

486 ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.

487 ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,

488 αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω

489 ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.

490 ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·

491 πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,

492 δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,

493 ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·

494 τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·

495 χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.

496 τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε

497 χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·

498 ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.

499 δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην

500 Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς

501 μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·

502 αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,

503 εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης

504 εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·

505 νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν

506 Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·

507 οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.

508 νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων

509 αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται

510 γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται

511 λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.

512 ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ

513 οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,

514 ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.

515 ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.

Ὁμήρου Ἰλιάς

Books

    24 books · 15,687 lines

    Translation

    Edition document