Ὅμηρος

ἸλιάςΨ

About this edition

D. B. Monro and T. W. Allen · 1920

This is the third-edition Oxford text of Homeri Opera, volumes I–II (1908–1920), drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ἰλιάς Ψ

897 lines

1 ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ

2 ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,

3 οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,

4 Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,

5 ἀλλʼ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·

6 Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι

7 μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,

8 ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες

9 Πάτροκλον κλαίωμεν· γὰρ γέρας ἐστὶ θανόντων.

10 αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο,

11 ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.

12 ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.

13 οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους

14 μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.

15 δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν

16 δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.

17 τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο

18 χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·

19 χαῖρέ μοι Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·

20 πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην

21 Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,

22 δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν

23 Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.

24 ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα

25 πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας

26 ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος

27 χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,

28 κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο

29 μυρίοι· αὐτὰρ τοῖσι τάφον μενοεικέα δαίνυ.

30 πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ

31 σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·

32 πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ

33 εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·

34 πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.

35 αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα

36 εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν

37 σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.

38 οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,

39 αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν

40 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν

41 Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.

42 αὐτὰρ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·

43 οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,

44 οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι

45 πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι

46 κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε

47 ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.

48 ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·

49 ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον

50 ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς

51 νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,

52 ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ

53 θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.

54 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.

55 ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι

56 δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.

57 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

58 οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,

59 Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης

60 κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν

61 ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·

62 εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ

63 νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα

64 Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·

65 ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο

66 πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα

67 καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·

68 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·

69 εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.

70 οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·

71 θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.

72 τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,

73 οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,

74 ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.

75 καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις

76 νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.

77 οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων

78 βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ

79 ἀμφέχανε στυγερή, περ λάχε γιγνόμενόν περ·

80 καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,

81 τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.

82 ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·

83 μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,

84 ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,

85 εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος

86 ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,

87 ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος

88 νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·

89 ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς

90 ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·

91 ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι

92 χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.

93 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

94 τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας

95 καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι

96 πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.

97 ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε

98 ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.

99 ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν

100 οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς

101 ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς

102 χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·

103 πόποι ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι

104 ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·

105 παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο

106 ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,

107 καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.

108 ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·

109 μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς

110 ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων

111 οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην

112 πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει

113 Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.

114 οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες

115 σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.

116 πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·

117 ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,

118 αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ

119 τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι

120 πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ

121 ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο

122 ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.

123 πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει

124 Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.

125 κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς

126 φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.

127 αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην

128 ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς

129 αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε

130 χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον

131 ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,

132 ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,

133 πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν

134 μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.

135 θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον

136 κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς

137 ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.

138 οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς

139 κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.

140 ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·

141 στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,

142 τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·

143 ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·

144 Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς

145 κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν

146 σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην,

147 πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν

148 ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.

149 ὣς ἠρᾶθʼ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.

150 νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν

151 Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.

152 ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο

153 θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.

154 καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο

155 εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς·

156 Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν

157 πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,

158 νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι

159 ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα

160 κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.

161 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,

162 αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,

163 κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην,

164 ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,

165 ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.

166 πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς

167 πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων

168 δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς

169 ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.

170 ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας

171 πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους

172 ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.

173 ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,

174 καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,

175 δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς

176 χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·

177 ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.

178 ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·

179 χαῖρέ μοι Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·

180 πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,

181 δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς

182 τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι

183 δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.

184 ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο,

185 ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη

186 ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ

187 ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.

188 τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων

189 οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα

190 ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο

191 σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.

192 οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·

193 ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·

194 στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι

195 Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·

196 πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν

197 ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,

198 ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις

199 ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.

200 οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον

201 εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη

202 βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι

203 πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἕκαστος·

204 δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·

205 οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα

206 Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας

207 ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.

208 ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν

209 ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,

210 ὄφρα πυρὴν ὄρσητε καήμεναι, ἔνι κεῖται

211 Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.

212 μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο

213 ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.

214 αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα

215 πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην,

216 ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ.

217 παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον

218 φυσῶντες λιγέως· δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς

219 χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον

220 οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν

221 ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.

222 ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων

223 νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,

224 ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,

225 ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.

226 ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,

227 ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,

228 τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.

229 οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι

230 Θρηΐκιον κατὰ πόντον· δʼ ἔστενεν οἴδματι θύων.

231 Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς

232 κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·

233 οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·

234 τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,

235 ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·

236 Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,

237 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ

238 πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα

239 ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν

240 εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·

241 ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν

242 ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.

243 καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ

244 θείομεν, εἰς κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.

245 τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,

246 ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ

247 εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο

248 δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.

249 ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.

250 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ

251 ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·

252 κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ

253 ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,

254 ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·

255 τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο

256 ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,

257 χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς

258 αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,

259 νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τε

260 ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα,

261 ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.

262 ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα

263 θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν

264 καὶ τρίποδʼ ὠτώεντα δυωκαιεικοσίμετρον

265 τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν

266 ἑξέτεʼ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·

267 αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα

268 καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτʼ αὔτως·

269 τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,

270 πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.

271 στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

272 Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ

273 ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι.

274 εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ

275 τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.

276 ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·

277 ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺς

278 πατρὶ ἐμῷ Πηλῆϊ, δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν.

279 ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·

280 τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο

281 ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον

282 χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.

283 τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι

284 χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.

285 ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν

286 ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.

287 ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.

288 ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος

289 Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·

290 τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,

291 ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα

292 Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.

293 τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος

294 διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους

295 Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·

296 τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος

297 δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,

298 ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε

299 Ζεὺς ἄφενος, ναῖεν δʼ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι·

300 τὴν γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.

301 Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους,

302 Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος

303 τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι

304 ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς

305 μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·

306 Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν

307 Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν

308 παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·

309 οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι

310 βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.

311 τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ

312 πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.

313 ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ

314 παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.

315 μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι·

316 μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ

317 νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·

318 μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.

319 ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς

320 ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,

321 ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·

322 ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,

323 αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ λήθει

324 ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,

325 ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.

326 σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.

327 ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης

328 δρυὸς πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,

329 λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ

330 ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς

331 τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,

332 τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,

333 καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.

334 τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,

335 αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ

336 ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον

337 κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.

338 ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,

339 ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι

340 κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν,

341 μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς·

342 χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ

343 ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.

344 εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,

345 οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,

346 οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι

347 Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,

348 τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.

349 ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ

350 ἕζετʼ, ἐπεὶ παιδὶ ἑκάστου πείρατʼ ἔειπε.

351 Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους.

352 ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·

353 πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο

354 Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος·

355 τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,

356 τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε

357 Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους.

358 στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς

359 τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν

360 ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,

361 ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.

362 οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν,

363 πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν

364 ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο

365 νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη

366 ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,

367 χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.

368 ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,

369 ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες

370 ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου

371 νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος

372 ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο.

373 ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι

374 ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου

375 φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα

376 αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.

377 τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι

378 Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς·

379 αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,

380 πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω

381 θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.

382 καί νύ κεν παρέλασσʼ ἀμφήριστον ἔθηκεν,

383 εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,

384 ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.

385 τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,

386 οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,

387 οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.

388 οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων

389 Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,

390 δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·

391 δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,

392 ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι

393 ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.

394 αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,

395 ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,

396 θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε

397 δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.

398 Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,

399 πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη

400 ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε.

401 τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.

402 Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·

403 ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.

404 ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω

405 Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη

406 νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν·

407 ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,

408 καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ

409 Αἴθη θῆλυς ἐοῦσα· τί λείπεσθε φέριστοι;

410 ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·

411 οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν

412 ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,

413 αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.

414 ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·

415 ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω

416 στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.

417 ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν

418 μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα

419 στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.

420 ῥωχμὸς ἔην γαίης, χειμέριον ἀλὲν ὕδωρ

421 ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·

422 τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.

423 Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους

424 ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.

425 Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·

426 Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·

427 στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι·

428 μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.

429 ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε

430 κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.

431 ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,

432 ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,

433 τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω

434 Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν

435 μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,

436 δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ

437 ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.

438 τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·

439 Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·

440 ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.

441 ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.

442 ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·

443 μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ.

444 φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα

445 ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.

446 ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν

447 μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.

448 Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο

449 ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.

450 πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους·

451 ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·

452 τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας

453 ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα,

454 ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ

455 λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.

456 στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

457 φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

458 οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;

459 ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,

460 ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ

461 ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·

462 ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,

463 νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε

464 Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·

465 ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη

466 εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·

467 ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι,

468 αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.

469 ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε

470 εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ

471 Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει

472 Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.

473 τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·

474 Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν

475 ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.

476 οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον,

477 οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·

478 ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ

479 λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.

480 ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,

481 Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.

482 τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·

483 Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα

484 δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.

485 δεῦρό νυν τρίποδος περιδώμεθον ἠὲ λέβητος,

486 ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,

487 ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.

488 ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας

489 χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·

490 καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν,

491 εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·

492 μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν

493 Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.

494 καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.

495 ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε

496 ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης

497 ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος

498 ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.

499 ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,

500 μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι

501 ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.

502 αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,

503 ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε

504 ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ

505 γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν

506 ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.

507 στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς

508 ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.

509 αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,

510 κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν

511 ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον,

512 δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα

513 καὶ τρίποδʼ ὠτώεντα φέρειν· δʼ ἔλυεν ὑφʼ ἵππους.

514 τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους

515 κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·

516 ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.

517 ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα

518 ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·

519 τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι

520 οὐραῖαι· δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ

521 χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·

522 τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο

523 λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,

524 ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ

525 ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·

526 εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,

527 τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.

528 αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος

529 λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·

530 βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,

531 ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.

532 υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων

533 ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.

534 τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,

535 στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·

536 λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·

537 ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς

538 δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.

539 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.

540 καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,

541 εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς

542 Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς·

543 Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς

544 τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον

545 τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω

546 αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν

547 εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.

548 εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ

549 ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς

550 καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·

551 τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον

552 ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί.

553 τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτω

554 ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.

555 ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς

556 χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·

557 καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·

558 Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο

559 Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.

560 δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων

561 χάλκεον, πέρι χεῦμα φαεινοῦ κασσιτέροιο

562 ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.

563 ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ

564 οἰσέμεναι κλισίηθεν· δʼ ᾤχετο καί οἱ ἔνεικεν,

565 Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· δὲ δέξατο χαίρων.

566 τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων

567 Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ

568 χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν

569 Ἀργείους· δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς·

570 Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.

571 ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους

572 τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.

573 ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

574 ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δʼ ἐπʼ ἀρωγῇ,

575 μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων·

576 Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος

577 οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν

578 ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.

579 εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημι

580 ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.

581 Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφές, θέμις ἐστί,

582 στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην

583 χερσὶν ἔχε ῥαδινήν, περ τὸ πρόσθεν ἔλαυνες,

584 ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον

585 ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.

586 τὸν δʼ αὖτʼ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·

587 ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι

588 σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.

589 οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·

590 κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.

591 τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς

592 δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο

593 μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι

594 βουλοίμην σοί γε διοτρεφὲς ἤματα πάντα

595 ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.

596 ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς

597 ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς

598 ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση

599 ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·

600 ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.

601 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

602 Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς

603 χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων

604 ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.

605 δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.

606 οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.

607 ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας

608 σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο·

609 τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον

610 δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε

611 ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.

612 ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ

613 ἵππον ἄγειν· δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα.

614 Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα

615 τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον,

616 ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς

617 Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·

618 τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω

619 Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν

620 ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον

621 αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,

622 οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι

623 θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.

624 ὣς εἰπὼν ἐν χερσὶ τίθει· δʼ ἐδέξατο χαίρων,

625 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

626 ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·

627 οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες

628 ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.

629 εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη

630 ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ

631 Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·

632 ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν

633 οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.

634 πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,

635 Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·

636 Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,

637 δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.

638 οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε

639 πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,

640 οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.

641 οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· μὲν ἔμπεδον ἡνιόχευεν,

642 ἔμπεδον ἡνιόχευʼ, δʼ ἄρα μάστιγι κέλευεν.

643 ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων

644 ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ

645 πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν.

646 ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.

647 τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,

648 ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,

649 τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.

650 σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.

651 ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν

652 ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.

653 αὐτὰρ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·

654 ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι

655 ἑξέτεʼ ἀδμήτην, τʼ ἀλγίστη δαμάσασθαι·

656 τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.

657 στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

658 Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ

659 ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, περ ἀρίστω,

660 πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· δέ κʼ Ἀπόλλων

661 δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,

662 ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·

663 αὐτὰρ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.

664 ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε

665 εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,

666 ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·

667 ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·

668 ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν

669 πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.

670 οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν

671 ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι.

672 ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

673 ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω.

674 κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων,

675 οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.

676 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.

677 Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς

678 Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,

679 ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο

680 ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.

681 τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο

682 θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.

683 ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα

684 δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.

685 τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,

686 ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω

687 σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.

688 δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς

689 πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός,

690 κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν

691 ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.

692 ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς

693 θίνʼ ἐν φυκιόεντι, μέλαν δέ κῦμα κάλυψεν,

694 ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς

695 χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι,

696 οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν

697 αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·

698 κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,

699 αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.

700 Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα

701 δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,

702 τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,

703 τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·

704 ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε,

705 πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ τεσσαράβοιον.

706 στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

707 ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.

708 ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,

709 ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.

710 ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,

711 ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν

712 ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων

713 δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.

714 τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν

715 ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,

716 πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους

717 αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ

718 νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·

719 οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,

720 οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος.

721 ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,

722 δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·

723 διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ

724 μʼ ἀνάειρʼ, ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.

725 ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς·

726 κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,

727 κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς

728 κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.

729 δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,

730 κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν,

731 ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω

732 πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.

733 καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,

734 εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·

735 μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·

736 νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες

737 ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.

738 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,

739 καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.

740 Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα

741 ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα

742 χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν

743 πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,

744 Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,

745 στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·

746 υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε

747 Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.

748 καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,

749 ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·

750 δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,

751 ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.

752 στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

753 ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.

754 ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,

755 ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς

756 Ἀντίλοχος· γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.

757 στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.

758 τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα

759 ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς

760 ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο

761 στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ

762 πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει

763 στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν

764 ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·

765 κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς

766 αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ

767 νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.

768 ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς

769 εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·

770 κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.

771 ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,

772 γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.

773 ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,

774 ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,

775 τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,

776 οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·

777 ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·

778 κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,

779 ὡς ἦλθε φθάμενος· δὲ βοῦν ἕλε φαίδιμος Αἴας.

780 στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο

781 ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·

782 πόποι μʼ ἔβλαψε θεὰ πόδας, τὸ πάρος περ

783 μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.

784 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.

785 Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον

786 μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

787 εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν

788 ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.

789 Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν,

790 οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων·

791 ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ

792 ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.

793 ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.

794 τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·

795 Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,

796 ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.

797 ὣς εἰπὼν ἐν χερσὶ τίθει, δʼ ἐδέξατο χαίρων.

798 αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος

799 θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν

800 τεύχεα Σαρπήδοντος, μιν Πάτροκλος ἀπηύρα.

801 στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

802 ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, περ ἀρίστω,

803 τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε

804 ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.

805 ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,

806 ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,

807 τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον

808 καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·

809 τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·

810 καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.

811 ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,

812 ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.

813 οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,

814 ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι

815 δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.

816 ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,

817 τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.

818 ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην

819 νύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·

820 Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο

821 αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.

822 καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ

823 παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι.

824 αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως

825 σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.

826 αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον

827 ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·

828 ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,

829 τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.

830 στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

831 ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.

832 εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,

833 ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς

834 χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου

835 ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.

836 ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης,

837 ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,

838 ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.

839 ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός,

840 ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.

841 δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·

842 τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας

843 χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.

844 ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,

845 ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,

846 δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,

847 τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.

848 ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο

849 νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.

850 αὐτὰρ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,

851 κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,

852 ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο

853 τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν

854 λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει

855 τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,

856 πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·

857 ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,

858 ἥσσων γὰρ δὴ κεῖνος, δʼ οἴσεται ἡμιπέλεκκα.

859 ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος,

860 ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.

861 κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,

862 Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν

863 ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι

864 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.

865 ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων·

866 αὐτὰρ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις·

867 ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.

868 μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, δὲ παρείθη

869 μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.

870 σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς

871 τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.

872 αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι

873 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.

874 ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·

875 τῇ ῥʼ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,

876 ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ

877 πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ὄρνις

878 ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο

879 αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.

880 ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ

881 κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.

882 ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,

883 Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.

884 αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,

885 κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα

886 θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν·

887 ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,

888 ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.

889 τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·

890 Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων

891 ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·

892 ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας

893 ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,

894 εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.

895 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

896 δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ γʼ ἥρως

897 Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.

Ὁμήρου Ἰλιάς

Books

    24 books · 15,687 lines

    Translation

    Edition document