Ὅμηρος

ἸλιάςΩ

About this edition

D. B. Monro and T. W. Allen · 1920

This is the third-edition Oxford text of Homeri Opera, volumes I–II (1908–1920), drawn from the Perseus Digital Library’s Canonical Greek Literature repository and adapted for web display.

Ἰλιάς Ω

804 lines

1 λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι

2 ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο

3 ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς

4 κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος

5 ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα

6 Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,

7 ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα

8 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·

9 τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,

10 ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε

11 ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς

12 δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς

13 φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.

14 ἀλλʼ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,

15 Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,

16 τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος

17 αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν

18 ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων

19 πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων

20 καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε

21 χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.

22 ὣς μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·

23 τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,

24 κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.

25 ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ

26 οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ,

27 ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ

28 καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,

29 ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,

30 τὴν δʼ ᾔνησʼ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.

31 ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,

32 καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·

33 σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν

34 Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;

35 τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι

36 τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ

37 καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα

38 ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.

39 ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,

40 οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα

41 γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν,

42 ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ

43 εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·

44 ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς

45 γίγνεται, τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.

46 μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι

47 ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·

48 ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·

49 τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.

50 αὐτὰρ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,

51 ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο

52 ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.

53 μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·

54 κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.

55 τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·

56 εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε

57 εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.

58 Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·

59 αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ

60 θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν

61 Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι.

62 πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι

63 δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.

64 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

65 Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·

66 οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ

67 φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·

68 ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.

69 οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης

70 λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.

71 ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,

72 λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· γάρ οἱ αἰεὶ

73 μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.

74 ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,

75 ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς

76 δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ.

77 ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,

78 μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης

79 ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.

80 δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,

81 τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα

82 ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.

83 εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι

84 εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· δʼ ἐνὶ μέσσῃς

85 κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε

86 φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.

87 ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·

88 ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.

89 τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·

90 τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ

91 μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.

92 εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.

93 ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων

94 κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος.

95 βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις

96 ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.

97 ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,

98 εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες

99 εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.

100 δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη.

101 Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε

102 καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα.

103 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·

104 ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,

105 πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·

106 ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα.

107 ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν

108 Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·

109 κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην·

110 αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω

111 αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.

112 αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·

113 σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων

114 ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν

115 Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν,

116 αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ.

117 αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω

118 λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,

119 δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.

120 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,

121 βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα,

122 ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γε

123 εὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι

124 ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·

125 τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.

126 δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ,

127 χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

128 τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων

129 σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου

130 οὔτʼ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι

131 μίσγεσθʼ· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη

132 ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.

133 ἀλλʼ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·

134 σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων

135 ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν

136 Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας.

137 ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.

138 τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

139 τῇδʼ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,

140 εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.

141 ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς

142 πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον.

143 Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·

144 βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο

145 ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω

146 λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,

147 δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ

148 οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.

149 κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι

150 ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις

151 νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.

152 μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·

153 τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,

154 ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.

155 αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,

156 οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·

157 οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,

158 ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.

159 ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.

160 ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε.

161 παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς

162 δάκρυσιν εἵματʼ ἔφυρον, δʼ ἐν μέσσοισι γεραιὸς

163 ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ

164 κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος

165 τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.

166 θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο

167 τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ

168 χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.

169 στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα

170 τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·

171 θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·

172 οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω

173 ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,

174 ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.

175 λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,

176 δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ

177 οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.

178 κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι

179 ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις

180 νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.

181 μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·

182 τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης,

183 ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.

184 αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,

185 οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·

186 οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,

187 ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.

188 μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,

189 αὐτὰρ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην

190 ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς.

191 αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα

192 κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·

193 ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·

194 δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε

195 λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,

196 δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.

197 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;

198 αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε

199 κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.

200 ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·

201 μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ

202 ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις;

203 πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος

204 ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς

205 υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.

206 εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν

207 ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ γε οὔ σʼ ἐλεήσει,

208 οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν

209 ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ

210 γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,

211 ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων

212 ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι

213 ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο

214 παιδὸς ἐμοῦ, ἐπεὶ οὔ κακιζόμενόν γε κατέκτα,

215 ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων

216 ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.

217 τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·

218 μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ

219 ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.

220 εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν,

221 οἳ μάντιές εἰσι θυοσκόοι ἱερῆες,

222 ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·

223 νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,

224 εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα

225 τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων

226 βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς

227 ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.

228 καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν·

229 ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,

230 δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,

231 τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας.

232 χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,

233 ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,

234 ἐκ δὲ δέπας περικαλλές, οἱ Θρῇκες πόρον ἄνδρες

235 ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ

236 φείσατʼ ἐνὶ μεγάροις γέρων, περὶ δʼ ἤθελε θυμῷ

237 λύσασθαι φίλον υἱόν. δὲ Τρῶας μὲν ἅπαντας

238 αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων·

239 ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν

240 οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;

241 ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκε

242 παῖδʼ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·

243 ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε

244 κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε

245 πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε

246 ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.

247 καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω

248 σπερχομένοιο γέροντος· δʼ υἱάσιν οἷσιν ὁμόκλα

249 νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον

250 Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην

251 Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·

252 ἐννέα τοῖς γεραιὸς ὁμοκλήσας ἐκέλευε·

253 σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες

254 Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.

255 μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους

256 Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι,

257 Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην

258 Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει

259 ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.

260 τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται

261 ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι

262 ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.

263 οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,

264 ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;

265 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν

266 ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην

267 καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,

268 κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον

269 πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·

270 ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.

271 καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ

272 πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,

273 τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα

274 ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.

275 ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης

276 νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα,

277 ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,

278 τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.

279 ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς γεραιὸς

280 αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.

281 τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι

282 κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες·

283 ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ

284 οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι

285 χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·

286 στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

287 τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι

288 ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς

289 ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.

290 ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι

291 Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,

292 αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ

293 φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,

294 δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας

295 τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.

296 εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,

297 οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην

298 νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.

299 τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·

300 γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω.

301 ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ.

302 ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ γεραιὸς

303 χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· δὲ παρέστη

304 χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα.

305 νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·

306 εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον

307 οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·

308 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε

309 δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν,

310 πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ

311 φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,

312 δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας

313 τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.

314 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς

315 αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν

316 μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν.

317 ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται

318 ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα,

319 τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι

320 δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες

321 γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.

322 σπερχόμενος δʼ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,

323 ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.

324 πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,

325 τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν

326 ἵπποι, τοὺς γέρων ἐφέπων μάστιγι κέλευε

327 καρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντο

328 πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.

329 οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο,

330 οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο

331 παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν

332 ἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα,

333 αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·

334 Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν

335 ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες κʼ ἐθέλῃσθα,

336 βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν

337 ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ

338 τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δʼ ἱκέσθαι.

339 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.

340 αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα

341 ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν

342 ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·

343 εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει

344 ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·

345 τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.

346 αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,

347 βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς

348 πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.

349 οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,

350 στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν

351 ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.

352 τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ

353 Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·

354 φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.

355 ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω.

356 ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, μιν ἔπειτα

357 γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ.

358 ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς,

359 ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,

360 στῆ δὲ ταφών· αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν

361 χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·

362 πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις

363 νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;

364 οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,

365 οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;

366 τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν

367 τοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;

368 οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,

369 ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.

370 ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον

371 σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.

372 τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·

373 οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.

374 ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,

375 ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι

376 αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,

377 πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων.

378 τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

379 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.

380 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

381 ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ

382 ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,

383 ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν

384 δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε

385 σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετʼ Ἀχαιῶν.

386 τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·

387 τίς δὲ σύ ἐσσι φέριστε τέων δʼ ἔξεσσι τοκήων;

388 ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.

389 τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

390 πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.

391 τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ

392 ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτʼ ἐπὶ νηυσὶν ἐλάσσας

393 Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ·

394 ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς

395 εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι.

396 τοῦ γὰρ ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής·

397 Μυρμιδόνων δʼ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.

398 ἀφνειὸς μὲν γʼ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,

399 ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·

400 τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι.

401 νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρ

402 θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.

403 ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται

404 ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.

405 τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·

406 εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος

407 εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,

408 ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη

409 ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.

410 τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

411 γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί,

412 ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ

413 αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς

414 κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ

415 ἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.

416 μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο

417 ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,

418 οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν

419 οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται,

420 οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκεν

421 ὅσσʼ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.

422 ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος

423 καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.

424 ὣς φάτο, γήθησεν δʼ γέρων, καὶ ἀμείβετο μύθῳ·

425 τέκος, ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι

426 ἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε,

427 λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·

428 τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.

429 ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,

430 αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,

431 ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.

432 τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

433 πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,

434 ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.

435 τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι

436 συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.

437 σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,

438 ἐνδυκέως ἐν νηῒ θοῇ πεζὸς ὁμαρτέων·

439 οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.

440 καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους

441 καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,

442 ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.

443 ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,

444 οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,

445 τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης

446 πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,

447 ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης.

448 ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο

449 ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι

450 δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν

451 λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες·

452 ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι

453 σταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς

454 εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,

455 τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων

456 τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος·

457 δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,

458 ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,

459 ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·

460 γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα

461 Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.

462 ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος

463 ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη

464 ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·

465 τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,

466 καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο

467 λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.

468 ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον

469 Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε,

470 Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· δὲ μίμνεν ἐρύκων

471 ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου,

472 τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν

473 εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω

474 ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος

475 ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς

476 ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.

477 τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς

478 χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας

479 δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.

480 ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ

481 φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον

482 ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας,

483 ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·

484 θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.

485 τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·

486 μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,

487 τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·

488 καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες

489 τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.

490 ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων

491 χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα

492 ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·

493 αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους

494 Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι.

495 πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν·

496 ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,

497 τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.

498 τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν·

499 ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,

500 τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης

501 Ἕκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν

502 λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα.

503 ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον

504 μνησάμενος σοῦ πατρός· ἐγὼ δʼ ἐλεεινότερός περ,

505 ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,

506 ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι.

507 ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο·

508 ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.

509 τὼ δὲ μνησαμένω μὲν Ἕκτορος ἀνδροφόνοιο

510 κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,

511 αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε

512 Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει.

513 αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,

514 καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων,

515 αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη

516 οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,

517 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

518 δείλʼ, δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν.

519 πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος

520 ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς

521 υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.

522 ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης

523 ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·

524 οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·

525 ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι

526 ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί.

527 δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει

528 δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·

529 μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,

530 ἄλλοτε μέν τε κακῷ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ·

531 δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,

532 καί κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,

533 φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.

534 ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα

535 ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο

536 ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,

537 καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.

538 ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι

539 παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,

540 ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε

541 γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης

542 ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.

543 καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·

544 ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει

545 καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,

546 τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.

547 αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγον Οὐρανίωνες

548 αἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε.

549 ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·

550 οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,

551 οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.

552 τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·

553 μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ

554 κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα

555 λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα

556 πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις

557 σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας

558 αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.

559 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

560 μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς

561 Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε

562 μήτηρ, μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.

563 καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,

564 ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.

565 οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν,

566 ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα

567 ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.

568 τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,

569 μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω

570 καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.

571 ὣς ἔφατʼ, ἔδεισεν δʼ γέρων καὶ ἐπείθετο μύθῳ.

572 Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε

573 οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο

574 ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα

575 τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,

576 οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,

577 ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,

578 κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης

579 ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.

580 κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα,

581 ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.

582 δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι

583 νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,

584 μὴ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο

585 παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ,

586 καί κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς.

587 τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,

588 ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,

589 αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,

590 σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην.

591 ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·

592 μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι

593 εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα

594 πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.

595 σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν.

596 ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,

597 ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη

598 τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·

599 υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,

600 κεῖται δʼ ἐν λεχέεσσʼ· ἅμα δʼ ἠοῖ φαινομένηφιν

601 ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.

602 καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,

603 τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο

604 ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.

605 τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο

606 χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα,

607 οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·

608 φῆ δοιὼ τεκέειν, δʼ αὐτὴ γείνατο πολλούς·

609 τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.

610 οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν

611 κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·

612 τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.

613 δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.

614 νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν

615 ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς

616 νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο,

617 ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.

618 ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ

619 σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα

620 Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.

621 καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς

622 σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,

623 μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,

624 ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.

625 Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ

626 καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.

627 οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

628 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

629 ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα

630 ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·

631 αὐτὰρ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς

632 εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.

633 αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,

634 τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·

635 λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη

636 ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·

637 οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν

638 ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,

639 ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω

640 αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.

641 νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον

642 λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.

643 ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε

644 δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ

645 πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας,

646 χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.

647 αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,

648 αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι.

649 τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

650 ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν

651 ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ

652 βουλὰς βουλεύουσι παρήμενοι, θέμις ἐστί·

653 τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,

654 αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,

655 καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.

656 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

657 ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,

658 ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.

659 τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·

660 εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,

661 ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.

662 οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη

663 ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.

664 ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,

665 τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,

666 ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν,

667 τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.

668 τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·

669 ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·

670 σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.

671 ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος

672 ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ.

673 οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο

674 κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες,

675 αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου·

676 τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.

677 ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ

678 εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·

679 ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν

680 ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα

681 νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.

682 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·

683 γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις

684 ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς.

685 καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας·

686 σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα

687 παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων

688 γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.

689 ὣς ἔφατʼ, ἔδεισεν δʼ γέρων, κήρυκα δʼ ἀνίστη.

690 τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε,

691 ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.

692 ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο

693 Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,

694 Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,

695 Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,

696 οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε

697 ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος

698 ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,

699 ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ

700 Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν

701 ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·

702 τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·

703 κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·

704 ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες,

705 εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι

706 χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ.

707 ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ

708 οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·

709 ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.

710 πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ

711 τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι

712 ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος.

713 καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

714 Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,

715 εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·

716 εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα

717 ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.

718 ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.

719 οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα

720 τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς

721 θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν

722 οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.

723 τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο

724 Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·

725 ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην

726 λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως

727 ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω

728 ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης

729 πέρσεται· γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν

730 ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,

731 αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,

732 καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἐμοὶ αὐτῇ

733 ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο

734 ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, τις Ἀχαιῶν

735 ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον

736 χωόμενος, δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ

737 πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν

738 Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.

739 οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ·

740 τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,

741 ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας

742 Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.

743 οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,

744 οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ

745 μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.

746 ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.

747 τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·

748 Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,

749 μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·

750 οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.

751 ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς

752 πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,

753 ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·

754 σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,

755 πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο

756 Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς.

757 νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι

758 κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων

759 οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.

760 ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε.

761 τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·

762 Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,

763 μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,

764 ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι.

765 ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν

766 ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·

767 ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον·

768 ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι

769 δαέρων γαλόων εἰνατέρων εὐπέπλων,

770 ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,

771 ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες

772 σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.

773 τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ·

774 οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ

775 ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.

776 ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων.

777 λαοῖσιν δʼ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·

778 ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ

779 δείσητʼ Ἀργείων πυκινὸν λόχον· γὰρ Ἀχιλλεὺς

780 πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν

781 μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.

782 ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε

783 ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.

784 ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·

785 ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,

786 καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,

787 ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ.

788 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

789 τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.

790 αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο

791 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ

792 πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα

793 ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε

794 μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.

795 καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες

796 πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.

797 αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε

798 πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·

799 ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,

800 μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.

801 χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα

802 εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα

803 δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.

804 ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.

Ὁμήρου Ἰλιάς

Books

    24 books · 15,687 lines

    Translation

    Edition document